- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:325.20-326.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大指出,若一切皆为相对事物,下判断者将在种上面对无限之物,从而破坏相对事物的定义;随后列举将事物的存在依附于被断定所产生的诸多荒谬推论(如意料之外的事物、未实现的臆见、主客同归于尽及自相矛盾的状态等)以驳斥该学说。
εἰ δὲ καθ’ ἕκαστον ἔσται πρὸς τὸ δοξάζον, πρὸς ἄπειρα ἔσται τῷ εἴδει τὸ δοξάζον. ἦν δὲ κείμενον τὸ τὰ πρός τι ἢ πρὸς ἓν λέγεσθαι, ἢ εἰ πρὸς πλείω λέγοιτο πρός τι τὸ αὐτό, ἀλλ’ οὖν πρὸς ὡρισμένα· ὃ ἀναιροῦσιν οἱ πάντα πρός τι λέγοντες· ἔσται γὰρ πρὸς ἄπειρα τὸ δοξάζον ἓν καὶ ταὐτὸν ὄν. εἰ γὰρ μὴ ἔστιν ὑποκειμένη τις φύσις ᾗ συμβέβηκε τὸ δοξάζεσθαι, διάφορος μὲν οὖσα κατὰ τὴν οὐσίαν καὶ κατὰ τὸ εἶδος (ἄλλο γὰρ εἶδος ἵππου καὶ ἄλλο κυνός, καὶ τῶν ἄλλων ὅμοια, ὅσα ἐστὶ δοξαστά),1 ἓν δέ τι καὶ ταὐτὸ συμβεβηκὸς ἔχουσα τὸ εἶναι δοξαστὴ καὶ δύνασθαι αὐτῆς δόξαν γενέσθαι, ἀλλ’ ἑκάστῳ τὸ εἶναι ἐν τῷ δοξάζεσθαί ἐστι, καὶ ἐν τούτῳ ἡ γένεσίς τε καὶ ἡ οὐσία αὐτῶν, καὶ οὐκ ἔστιν ἄλλο τῷ ἵππῳ τὸ τί ἦν εἶναι ἢ τὸ δοξάζεσθαι (ἐν τούτῳ γὰρ αὐτῷ τὸ εἶναι), ὁμοίως δὲ καὶ τοῖς ἄλλοις πᾶσι τοῖς οὖσιν (οὐδὲν γὰρ διαφέρει κύνα εἰπεῖν ἢ δοξαστόν), ἄπειρα δὲ κατὰ τὸ εἶδός ἐστι τὰ ὄντα, ἄπειρα ἔσται κατὰ τὸ εἶδος τὰ δοξαστά τε καὶ τὰ δοξαζόμενα, καθό ἐστι δοξαστά· ὥστε οὖν εἰ τὰ δοξαζόμενα πρὸς τὰ δοξάζοντα λέγεται, πρὸς ἄπειρα τῷ εἴδει τὸ δοξάζον ῥηθήσεται, εἴ γε ἄπειρα κατ’ εἶδος τὰ δοξαζόμενα ὑπὸ τοῦ αὐτοῦ, οἷς ἐν τῷ δοξάζεσθαι τὸ εἶναι. τοῦτο δὲ ἄτοπον. ἰσχυρὸς δὲ ὁ λόγος πρὸς ἀναίρεσιν τοῦ πάντα πρός τι εἶναι ὅ τε δεικνὺς ὅτι οὐδενὸς προδοξάσαντος οὔτε εἶναι οὔτε ἔσεσθαι, καὶ ὁ ἀντιστρέφων αὐτῷ ὁ λέγων2 πάντα, ἃ δοξάζει τις, ἢ εἶναι ἢ ἔσεσθαι· πολλά τε γὰρ τῶν γινομένων μὴ προδοξασθέντα γινόμενα καὶ λεγόμενα ἀπροσδόκητα, καὶ πολλά, ἃ πάλιν δοξαζόμενα οὐ γίνεται, ὡς θησαυρῶν εὕρεσις, ἐν πολέμοις καὶ ἐν ἀγῶσι νῖκαι καὶ ἧτται, καὶ μυρία ὅσα ἄλλα. καὶ ἔτι ὁ λέγων, εἰ ἐν τῷ δοξάζεσθαι ἑκάστῳ τῶν ὄντων ἐστὶ τὸ εἶναι, μὴ ὄντος γε τοῦ δοξάσαντος οὐδὲν ἔσται· ὥστε ἀναιρεθέντος ζῴου οὐδὲν ἄλλο εἴη, καὶ συμφθείροιτο ἂν τῷ δοξάζοντι φθειρομένῳ ἡ ὕπαρξις τῶνδε ὧν ἐδόξαζεν, ὡς εἴπομεν ἤδη. ἀλλ’ εἰ καὶ εἴη μέν, μηκέτι δὲ δοξάζοιτο αὐτό, οὐδὲ τότε ἂν εἴη. ἔτι αὐτὸς ὁ δοξάζων ὅτε δοξάζει, εἰ μὴ ὑπό τινος δοξάζοιτο, οὐκ ἔσται ὤν· καὶ οὕτω συμβήσεται αὐτῷ μὴ εἶναί τε ἅμα καὶ δοξάζειν. ἔτι ἐν τῇ τῆς δόξης ἀπαλλαγῇ καὶ τῶν πραγμάτων ἔσται μεταλλαγή, περὶ ὧν † μεταπίπτουσα δόξας τι ὁ δοξάζων, εἰ μή τις αὐτὸν δοξάζοι ὡς δοξάζοντα. ἔτι εἰ ὁ μὲν αὐτὸν δοξάζει εἶναι, ὁ δὲ μή, εἴη ἂν ἅμα καὶ οὐκ εἴη. ἀλλὰ καὶ εἰ πολλὰ δοξάζοιεν εἶναι, ἔσται πολλὰ ὁ αὐτός. καὶ εἰ ἐν διαφόροις ἅμα τόποις τὸ αὐτό τινες τὸν ἀριθμὸν δοξάζοιεν εἶναι, ἔσται ἅμα τὸ αὐτὸ ἐν διαφόροις τόποις· † καὶ εἴη ἂν καὶ εἰ διάφορον, οἷον οἱ μὲν ἠρεμοῦντα οἱ δὲ κινούμενα, ἅμα τὰ αὐτὰ ἔσται. καὶ μυρία ἄν τις εὕροι τῇδε τῇ δόξῃ ἄτοπα ἑπόμενα.
如果按照每一个[被断定者]而言都是相对于下判断者,那么下判断者在种上将相对于无限多的事物。然而先前已经确立:相对事物或者相对于单一者而言说,或者即使同一个相对事物相对于较多者而言说,无论如何也是相对于确定者而言说的;而主张一切事物皆为相对事物的人废弃了这一点;因为下判断者作为同一个且单一的事物,将相对于无限多的事物。因为,如果并不存在某种作为底层承载者且以“被断定”为其偶性的自然——这一自然在实体上并在种上是不同的(因为马的种不同于狗的种,其他凡是可被断定的事物也与此相似),却具有作为可断定者以及能够产生关于它的臆见的单一且同一的偶性——相反,对于每一事物而言其存在就在于被断定,并且它们的生成与实体就在于此,且对于马而言本性存在并不不同于被断定(因为在其中有它的存在),同样对于所有其他存在事物而言亦是如此(因为说狗还是说可断定者毫无区别),并且存在事物在种上是无限的,那么可断定者与被断定者,就其作为可断定者而言,在种上就将是无限的。因此,如果被断定者是相对于下判断者而言说的,那么既然被同一个东西所断定的诸事物在种上是无限的,且其存在就在于被断定,下判断者就将在种上相对于无限多的事物而言说。但这乃是荒谬的。 而且,用于废除“一切事物皆为相对事物”这一观点的有力论证,既有指明在没有任何人预先断定的情况下[没有任何事物]存在或将存在的论证,也有与其换位、声称任何人所断定的一切事物要么存在要么将存在的论证。因为生成的许多事物并未被预先断定便生成并被称为出乎意料,而许多被断定的事物反过来并未生成,例如宝藏的发现、战争与竞技中的胜负,以及其他数不胜数的事物。再者,还有声称如果对于每一存在事物而言存在就在于被断定,那么在下过判断者不存在时就将没有任何事物存在的论证;以至于动物一旦被消灭,其他任何事物便都不会存在,并且正如我们已经说过的,当断定者消亡时,它所断定的这些事物的实在性也将一同消亡。甚至,即使它确实存在,但不再被断定,那么在那时它也不会存在。再者,当下判断者自身下判断时,如果他不被某人所断定,他就不会是存在者;这样一来,便会发生他同时不存在却又在下判断的结果。再者,在臆见消除之际,事物也将发生变化;关于这些事物,当下判断者改变臆见时,除非有人将他断定为正在下判断者。再者,如果一人断定他是,而另一人断定他不是,他便会同时既存在又不存在。而且如果他们断定他是多数,同一个人就将是多数。如果某些人断定同一个数目上的事物同时在不同处所,同一个事物便将同时在不同处所;并且如果[断定它处于]不同的状态,例如一些人[断定它]静止而另一些人[断定它]运动,相同的事物就将同时[既静止又运动]。人们还可以发现无数伴随这一臆见的荒谬后果。
- 4.70εἰ γὰρ μὴ ἔστιν ὑποκειμένη τις φύσις ... ἄπειρα ἔσται κατὰ τὸ εἶδος τὰ δοξαστά τε καὶ τὰ δοξαζόμενα, καθό ἐστι δοξαστά
长条件句的核心结构由前件(εἰ γὰρ μὴ ἔστιν ὑποκειμένη τις φύσις ... ἀλλ’ ἑκάστῳ τὸ εἶναι ἐν τῷ δοξάζεσθαί ἐστι ... ἄπειρα δὲ κατὰ τὸ εἶδός ἐστι τὰ ὄντα)与后件(ἄπειρα ἔσται κατὰ τὸ εἶδος τὰ δοξαστά τε καὶ τὰ δοξαζόμενα)构成。分词短语 διάφορος μὲν οὖσα ... ἓν δέ τι καὶ ταὐτὸ συμβεβηκὸς ἔχουσα 修饰 φύσις,描述了通常实在论的主张(各种不同种类的实体共享一个“可断定”的偶性),并通过 ἀλλ’ 引出论敌将存在等同于被断定的观点。
- 4.70ὅ τε δεικνὺς ὅτι οὐδενὸς προδοξάσαντος οὔτε εἶναι οὔτε ἔσεσθαι, καὶ ὁ ἀντιστρέφων αὐτῷ ὁ λέγων
冠词分词短语 ὅ τε δεικνὺς ... 和 καὶ ὁ ἀντιστρέφων ... ὁ λέγων ... 作为同位语并列修饰主语 ὁ λόγος。在 ὅτι 从句中,不定词 οὔτε εἶναι οὔτε ἔσεσθαι 构成间接引语,省略了通指的宾格主语(如 μηδέν),意为“没有任何事物存在或将存在”。
