- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:324.16-325.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大论证指出,在将一切事物视作相对事物的学说中,由于否定了实体,“下判断者”与“被断定者”必然相异,从而导出对人下判断者自身不能是人的荒谬结论;他还通过相对事物的不对称性以及一对一的对应关系进一步巩固了这一反驳。
τοῖς δὲ πρός τι πάντα ποιοῦσιν οὐχ οἷόν τε λέγειν τοῦτο ἔτι· οὐ γὰρ ἔστι κατ’ αὐτοὺς οὐσία τις, ᾗ συμβέβηκε δοξάζεσθαι, ὅ ἐστι πρός τι, ἀλλ’ ἑκάστῳ τῶν ὄντων τὸ εἶναί ἐστιν ἐν τῷ δοξάζεσθαι. εἰ οὖν ὅταν δοξάζηται ἄνθρωπος, τότε ἔστι, καὶ ταὐτόν ἐστιν αὐτῷ ἀνθρώπῳ τε εἶναι καὶ δοξαζομένῳ (διότι γὰρ δοξάζεται ὁ ἄνθρωπος εἶναι, ἔστι, καὶ ἐν τῷ δοξάζεσθαί ἐστιν αὐτῷ τὸ εἶναι καὶ δοξαζόμενον), ὡς τὸ δοξάζεσθαι τοῦ δοξάζειν τέ ἐστιν ἕτερον καὶ οὐχ οἷόν τε καθὸ δοξάζεται καὶ δοξάζειν ἅμα, οὕτως καὶ τὸ δοξαζόμενον τοῦ δοξάζοντος ἕτερόν ἐστι (ταὐτὸν γὰρ ἦν δοξάζεσθαί τε καὶ εἶναι)· καὶ ὁ ἄνθρωπος ἄρα τοῦ δοξάζοντος ἕτερον ἔσται, ὅταν τὸ δοξαζόμενον ἄνθρωπος ᾖ, καὶ τοῦτο οὐ κατὰ συμβεβηκός, ἐπεὶ μὴ ἕτερον τὸ ἀνθρώπῳ εἶναι τοῦ δοξαζομένῳ εἶναι. καθὸ οὖν ἔστιν αὐτῷ τὸ εἶναί τι τοῦτο, κατὰ τοῦτο αὐτοῦ ἕτερόν ἐστι. τὸ δοξάζον ἄρα ἄνθρωπον δοξάζον οὐκ ἔσται ἄνθρωπος τότε. οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ ἴσου ὁ αὐτὸς λόγος ἐπ’ ἀμφοτέρων καθὸ ἴσα, οὕτω καὶ ἐπὶ τοῦ δοξάζοντος καὶ δοξαζομένου. οὐ γὰρ τῶν οὕτως πρός τι ὄντων τὸ δοξάζον τε καὶ δοξαζόμενον· ἦν γὰρ ἂν πάλιν, εἰ τοῦτο ἦν, πᾶν τὸ δοξάζον ταὐτὸν τῷ δοξαζομένῳ, ὡς τὸ ἴσον ἴσῳ ἴσον καὶ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον. ἀλλ’ οὐ τῶν κατ’ ἰσότητα πρός τί ἐστι τὸ δοξάζειν τε καὶ τὸ δοξάζεσθαι, ἀλλὰ μᾶλλον τῶν κατὰ τὸ κρῖνόν τε καὶ κρινόμενον· ὧν καὶ τὰ τελειωτικὰ ἐπιστῆμαί τε καὶ αἰσθήσεις,1 ἐν οἷς πᾶσιν ἕτερα τὰ κρίνοντα τῶν κρινομένων· ἄλλο γὰρ ἑκάτερον αὐτῶν, καθὸ τοιοῦτον, καὶ ἄλλοι οἱ λόγοι αὐτῶν. διὸ ἐπὶ μὲν τῶν ἴσων τοῦ ἑτέρου ὄντος ἴσου καὶ θάτερον ἴσον ἐστὶ καὶ τὸν αὐτὸν ἔχει λόγον, οὐκέτι δὲ ἐπὶ αἰσθήσεως καὶ αἰσθητοῦ, ὥσπερ οὐδὲ ἐπὶ διπλασίου· οὐ γὰρ εἰ θάτερον τῶν πρὸς ἄλληλα λεγομένων διπλάσιον, καὶ θάτερον διπλάσιον· ἥμισυ γὰρ ἐκεῖνό γε, ἀλλ’ οὐ διπλάσιον, ἔτι δὲ διαφέροντες οἱ λόγοι διπλασίου τε καὶ ἡμίσεος. οὕτω δὴ καὶ ἐπὶ τοῦ δοξάζοντος, εἰ θάτερον δοξάζον, θάτερον οὐκέτι δοξάζον ἀλλὰ δοξαζόμενον ἔσται, καὶ ἕτερον ἐκείνου τῷ λόγῳ. ὥστε εἰ τὸ δοξαζόμενον τὸν τοῦ ἀνθρώπου λόγον ἔχει καθὸ δοξάζεται, τὸ δοξάζον, οὐκ ἔχον τὸν τοῦ ἀνθρώπου λόγον, οὐδ’ ἄνθρωπος εἴη. δύναται δὲ καὶ αὕτη ἡ ἐπιχείρησις συνῆφθαι τῷ τὰ πρός τι ἓν πρὸς ἓν καὶ πρὸς ὡρισμένον λέγεσθαι·2 εἰ γὰρ πρὸς ἓν ἕκαστον τῶν πρός τι λέγεται, καὶ τὸ δοξάζειν πρὸς ἓν τὸ δοξάζεσθαι ἂν λέγοιτο, ὥστε εἰ ταὐτὸν ἑκάστῳ τῶν ὄντων τὸ εἶναί τε καὶ δοξάζεσθαι, τὸ δοξάζον ὥσπερ πρὸς τὸ δοξαζόμενον λέγεται, οὕτω ῥηθήσεται καὶ πρὸς τοῦτο, ὅ ἐστι τὸ δοξαζόμενον, εἴ γε ταὐτὸν οὕτω τὸ εἶναι καὶ τὸ δοξαζόμενον. ἀλλ’ ἔστι τὸ δοξαζόμενον τῷ δοξάζεσθαι ταὐτόν, καὶ τὸ δοξάζειν αὖ τῷ δοξάζοντι ταὐτόν· οὕτως γὰρ ἔσται ἓν πρὸς ἕν. εἰ δὲ τοῦτο, ὡς ἄλλο τὸ δοξάζειν τοῦ δοξάζεσθαι, οὕτως ἄλλο ἔσται καὶ τὸ δοξάζον τοῦ δοξαζομένου, καὶ ἀνάπαλιν, ὥστε εἰ ἄνθρωπος τὸ δοξαζόμενον, οὐκ ἔσται τὸ δοξάζον ἄνθρωπος· καὶ οὕτω καθ’ ἕκαστον τῶν δοξαζομένων ἄλλο ἔσται τὸ δοξάζον, ἀνθρώπου μέν, ὅταν ἄνθρωπον, κυνὸς δέ, ὅταν κύνα.
然而,对于把一切事物都当作相对事物的人来说,则不再可能这样说了;因为在他们看来,并不存在某种以“被断定”为其偶性的实体——而这乃是相对事物——相反,对于每一存在事物而言,其存在就在于被断定。因此,如果在人被断定时,它在那时存在,并且对它而言作为人存在与作为被断定者存在是同一的(因为由于人被断定为存在,它才存在,而它的存在以及作为被断定者就在于被断定),那么正如被断定不同于下判断,且在它被断定的同一方面不可能同时也在下判断,被断定者同样也不同于下判断者(因为被断定与存在曾是同一的);因此,当下断定的对象是人时,人也将不同于下判断者,并且这绝非出于偶然,因为作为人存在并不不同于作为被断定者存在。因此,就作为某种事物的存在属于它而言,就在这方面它与它不同。所以,对人下判断的下判断者在那时将不是人。因为并不像在相等的情形中,就其相等而言同一套定义适用于双方那样,在下判断者与被断定者的情形中也是如此。因为下判断者与被断定者并不属于这种相对事物;因为如果情况是这样,一切下判断者就将再次与被断定者是同一的,如同相等之物相对于相等之物是相等的,相似之物相对于相似之物是相似的。但下判断与被断定并不属于按等同性成立的相对事物,而是宁可属于按判定者与被判定者成立的相对事物;知识与感觉作为完善状态也属于此类,在所有这些当中,判定者都不同于被判定者;因为它们各自就其为此类事物而言是不同的,它们的定义也是不同的。因此,在相等事物的情形中,只要其中一个是相等的,另一个也是相等的并且具有相同的定义;但在感觉与感觉对象的情形中则不再如此,正如在加倍的情形中亦非如此;因为并不因为相互对立而言说的诸物中一个是加倍,另一个就也是加倍;因为那一项至少是一半而非加倍,而且加倍与一半的定义是不同的。因此,在下判断者的情形中也正是如此:如果其中一个是下判断者,另一个便不再是下判断者而是被断定者,且在定义上不同于前者。以至于如果被断定者就其被断定而言具有人的定义,那么不具有人的定义的下判断者就甚至根本不会是人。而且这一论证也可以同“相对事物是一对一地且相对于规定者而言说”联系起来;因为如果相对事物中的每一个都是相对于一而言说的,那么下判断也将相对于单一的一、即被断定而言说,以至于如果对于每一存在事物而言存在与被断定是同一的,正如判断者是相对于被断定者而言说的,它也将同样相对于被断定者所是的这一事物而言说(只要以这种方式存在与被断定者确实是同一的)。但是,被断定者与被断定是同一的,而下判断反过来又与下判断者是同一的;因为唯有这样才会是一对一。如果真是这样,正如判断不同于被断定,判断者同样也将不同于被断定者,反之亦然;以至于如果被断定者是人,判断者便不会是人;并且这样一来,针对每一个被断定者,判断者都将是不同的:当断定人时不同于人,当断定狗时不同于狗。
- 4.70ὧν καὶ τὰ τελειωτικὰ ἐπιστῆμαί τε καὶ αἰσθήσεις
属格关系代词 ὧν 的先行词为紧邻的 τῶν κατὰ τὸ κρῖνόν τε καὶ κρινόμενον(“按判定者与被判定者成立的相对事物”),作部分属格用以引出包含于其中的具体实例。省略的系动词(ἐστί/εἰσί)的主语是 ἐπιστῆμαί τε καὶ αἰσθήσεις,而 τὰ τελειωτικά(“带来完善状态者”)则作同位语或谓词性修饰语。
- 4.70συνῆφθαι τῷ τὰ πρός τι ἓν πρὸς ἓν καὶ πρὸς ὡρισμένον λέγεσθαι
中性单数与格定冠词 τῷ 使紧随其后的整个带不定词的宾格结构(τὰ πρός τι ... λέγεσθαι)名词化,作为与格补足语依存于动词 συνῆφθαι(“与……相连结”)。
