- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:323.11-324.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对1011b7,亚历山大阐明相对事物是相对于一或相对于规定者而言说的性质,并论证如果事物的存在在于被断定,那么鉴于下判断与被断定互异,对人下判断者就必然不是人这一荒谬后果。
" Ἔτι εἰ ἕν, πρὸς ἕν ἢ πρὸς ὡρισμένον· καὶ εἰ ταὐτὸν καὶ ἥμισυ καὶ ἴσον, ἀλλ’ οὐ πρὸς τὸ διπλάσιόν γε τὸ ἴσον." Δείξας ὅτι οἱ τὸ φαινόμενον πᾶν ἀληθὲς εἶναι λέγοντες πρός τι ποιοῦσι πάντα, περὶ τῶν πρός τι τὸν λόγον ποιούμενος δείκνυσί τι καὶ τοιοῦτὸν ἄτοπον ἑπόμενον τῇ δόξῃ, λαβὼν καὶ θεὶς πρῶτον πῶς λέγομεν καὶ ἔστι τὰ πρός τι· εἰ γὰρ μὴ οὕτως ἔχει τὰ ὄντα πάντα, δεδειγμένον ἂν εἴη ὅτι μὴ πρός τί ἐστιν. τῶν δὴ πρός τι ἕκαστον πρὸς ἓν λέγεται, ἢ εἰ καὶ πρὸς πλείω τὸ αὐτό, καθ’ ἕκαστον τῶν πρὸς ὃ λέγεται ὡρισμένον, καὶ οὐ τὸ τυχόν· ἕκαστον γὰρ τῶν πρός τι πρὸς ὡρισμένον τι λέγεται. καὶ γὰρ εἰ πλείους τι σχέσεις ἔχει καὶ πρὸς πλείω διὰ τοῦτο λέγεται, ἀλλὰ καθ’ ἑκάστην γε σχέσιν πρὸς ὡρισμένον τι λέγεται ἢ εἴδει ἢ γένει. εἰ οὖν τὸ αὐτὸ ἴσον τε εἴη καὶ διπλάσιον καὶ ἥμισυ, πρὸς πλείω μὲν ῥηθήσεται (καὶ γὰρ πρὸς ἴσον καὶ πρὸς ἥμισυ καὶ διπλάσιον), ἀλλὰ καθ’ ἕκαστον πρὸς ὡρισμένον· οὔτε γὰρ ἴσον πρὸς ἄλλο τι ἢ πρὸς ἴσον, οὔτε διπλάσιον πρὸς τι ἄλλο ἢ πρὸς ἥμισυ, οὔτε ἥμισυ πρὸς ἄλλο ἢ διπλάσιον. ἀλλ’ οὐδὲ ὁρατὸν πρὸς ἄλλο τι ἢ πρὸς ὄψιν. ὥστε εἰ καὶ πρὸς πλείω τὸ αὐτό, ἀλλὰ καθ’ ἕκαστον ἀεὶ πρὸς ὡρισμένον τι. εἰπὼν δὲ τὸ πρός τι ἢ πρὸς ἕν, ἢ εἰ καὶ πρὸς πλείω ἀλλ’ οὖν πρὸς ὡρισμένον τι καὶ ἓν καθ’ ἑκάστην γε σχέσιν λέγεσθαι, τὸ μὲν ἐκ τοῦ πρὸς ἓν ἕκαστον λέγεσθαι καθ’ ἑκάστην γε σχέσιν ἑπόμενον ἄτοπον καὶ ὁμολογούμενον τῇ δόξῃ ὕστερον ἐπιφέρει, πρῶτον δὲ ἄλλο δείκνυσιν ἑπόμενον ἄτοπον αὐτῇ. ἐπεὶ γὰρ τὸ δοξάζον καὶ δοξαζόμενον πρὸς ἄλληλα λέγεται, εἰ ἔστιν ἑκάστῳ τῶν ὄντων τὸ εἶναι ἐν τῷ δοξάζεσθαι, ἐπεὶ καὶ ἕτερον τὸ δοξάζειν καὶ τὸ δοξάζεσθαι (πρός τι γὰρ καὶ ἀντικείμενα), εἰ ἄνθρωπός ἐστι τὸ δοξαζόμενον καὶ ταὐτὸν αὐτῷ τὸ δοξάζεσθαι καὶ τὸ εἶναι ἄνθρωπος,1 εἴ γε ἐν τῷ δοξάζεσθαι τὸ εἶναι ἔχει, τὸ δοξάζον οὐκ ἔσται ἄνθρωπος· ἕτερον γὰρ ἐστι τοῦ δοξαζομένου. κατὰ μὲν γὰρ τοὺς μὴ λέγοντας εἶναι πάντα τὰ ὄντα πρός τι, ἀλλὰ καταλείποντας οὐσίαν τινὰ ὑποκειμένην καὶ συμβεβηκὸς αὐτῇ ποιοῦντας τὸ πρός τι, πρόχειρός τε καὶ ῥᾳδία ἡ λύσις τοῦ προηπορημένου. ὅτι γὰρ τὸ δοξάζον καθὸ δοξάζει τοῦ δοξαζομένου καθὸ δοξάζεται ἕτερόν ἐστι, λέγοιεν ἄν· ἕτερον γὰρ τοῦ δοξάζειν τὸ δοξάζεσθαι. ὃ μέντοι ποτὲ ὂν τῶν δοξαζόντων τε ἕκαστον καὶ δοξαζομένων συμβέβηκὸς ἔχει ἢ τὸ δοξάζειν ἢ τὸ δοξάζεσθαι, οὐδὲν κωλύει ταῦτα εἶναι ταὐτά·2 οὐδὲ γὰρ ὁ ἄνθρωπος καθ’ αὑτὸ ἢ ἄνθρωπος ἔστιν ἔτι πρός τι, ἀλλὰ καθὸ δοξάζων καὶ δοξαζόμενος· καὶ οὕτω γε οὐδὲν κωλύει καὶ ἑαυτὸν δοξάζειν τινά· συμβέβηκε γὰρ τῷ αὐτῷ τῷ ἀνθρώπῳ ὄντι οὐσίᾳ πλείω ἅμα, ὥστε οὐδὲν κωλυθήσεται κατ’ ἄλλο μὲν δοξάζων εἶναι, κατ’ ἄλλο δὲ δοξαζόμενος· κατ’ ἄλλο γὰρ καὶ ἄλλο· κατὰ δὲ τὸ ὑποκείμενον, ὅ ποτε ὂν ἔχει ταῦτα συμβεβηκότα, ὁ αὐτός.
“此外,若为一,则相对于一或相对于规定者;即便同一物既是一半又是相等,但相等绝非相对于加倍。” 在表明了那些主张凡显现者皆为真的人是将一切事物都当作相对的之后,他在展开关于相对事物的论述时,也指出了伴随这一意见的如此荒谬之后果,而这是在首先把握并确立了我们如何谈论相对事物以及相对事物如何存在之后做出的;因为若非一切存在事物都如此,那么它们不是相对的便得到了证明。诚然,相对事物中的每一个要么相对于某一事物而言说,要么纵使同一物相对于多个事物而言说,就其所相对而言说的每一个事物来说,也是相对于确定者而非任何偶然之物;因为相对事物中的每一个都是相对于某种规定者而言说的。因为纵使某物具有多种关系并因此相对于多个事物而言说,但至少就每一种关系而言,它都是相对于在种或属上被规定之物而言说的。因此,若同一物既是相等又是加倍又是一半,它虽将相对于多个事物而被言说(因为确实既相对于相等、又相对于一半和加倍),但在每种情形下都是相对于确定者;因为相等绝非相对于相等以外之物,加倍也绝非相对于一半以外之物,一半也绝非相对于加倍以外之物。同样,可见之物也绝非相对于视力以外之物。因此,纵使同一物相对于多个事物,但在每种情形下始终是相对于某种规定者。而在指出相对事物要么相对于一、要么纵使相对于多个事物但至少就每一种关系而言是相对于某种规定的一而言说之后,对于从就每一种关系而言每一事物皆相对于一而言说中所随之而来、且符合该意见的荒谬后果,他放在后文提出,而首先指出了随之而来的另一荒谬后果。因为,既然下判断者与被断定者是彼此相对而言说的,若对每一存在事物而言存在就在于被断定,且下判断与被断定互不相同(因为它们是相对事物且相互对立),那么如果被断定者是人,且对它而言被断定与是人是同一的(只要它确实在被断定中拥有存在),下判断者便不会是人;因为它是不同于被断定者的。因为根据那些不主张一切存在事物皆为相对、而是保留某种底层的实体并将相对性作为其偶性的人,先前所生疑难的解决是现成而容易的。因为他们可以说,下判断者就其下判断而言,不同于被断定者就其被断定而言;因为下判断不同于被断定。然而,无论下判断者与被断定者各自作为底层实体究竟是什么,将下判断或被断定作为偶性拥有,都绝不妨碍它们是同一的;因为人就其自身而言或作为人而言不再是相对的,而只是就其作为下判断者与被断定者而言才是相对的;因此,绝不妨碍某人甚至对自己持有意见;因为对于在实体上是人的同一物,可以同时偶然拥有多种属性,以至于绝不妨碍它就一重关系而言是下判断者,而就另一重关系而言是被断定者;因为这是就不同方面而言的;但就承受这些偶性的底层基质究竟是什么而言,它是同一个。
- 4.70εἰ ἄνθρωπός ἐστι τὸ δοξαζόμενον καὶ ταὐτὸν αὐτῷ τὸ δοξάζεσθαι καὶ τὸ εἶναι ἄνθρωπος, εἴ γε ἐν τῷ δοξάζεσθαι τὸ εἶναι ἔχει, τὸ δοξάζον οὐκ ἔσται ἄνθρωπος
复合条件句结构。在外层条件从句(εἰ ἄνθρωπός ἐστι ... καὶ ταὐτὸν αὐτῷ ...)之中,嵌套了一个补充/限定理由的从句(εἴ γε ἐν τῷ δοξάζεσθαι τὸ εἶναι ἔχει),最终引向主句归结 τὸ δοξάζον οὐκ ἔσται ἄνθρωπος。这基于相关事物互为对立且彼此相异的前提构成了归谬论证。
- 4.70ὃ μέντοι ποτὲ ὂν τῶν δοξαζόντων τε ἕκαστον καὶ δοξαζομένων συμβέβηκὸς ἔχει ἢ τὸ δοξάζειν ἢ τὸ δοξάζεσθαι, οὐδὲν κωλύει ταῦτα εἶναι ταὐτά
名词化分词结构 ὃ ποτὲ ὄν(承载偶性的底层实体或本体)与带有部分属格的主格结构 τῶν δοξαζόντων τε ἕκαστον καὶ δοξαζομένων 结合,共同作为从句中动词 ἔχει 的主语。主句中不定式 εἶναι 的宾格主语则是指示代词 ταῦτα(指代下判断者与被断定者的底层实体),构成“绝不妨碍它们是同一的(οὐδὲν κωλύει ταῦτα εἶναι ταὐτά)”这一结论。
