- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:322.4-323.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德针对仅为论辩而立论者所提出的附加限定规定的必要性,并阐明了其归谬论证:若一切事物皆为相对且依赖于人的表象与意见,则战争与自然灾害等出乎意料的事件便无法发生。
εἰ γὰρ μετὰ τούτων τῶν διορισμῶν ἡ φαντασία ἀληθὴς λέγοιτο, οὐκέτι ἂν ἕποιτο τὸ πᾶσαν φαντασίαν ὁμοίως ἀληθῆ τε καὶ ψευδῆ εἶναι· ἡ γὰρ μετὰ τῶν εἰρημένων διορισμῶν ἀληθὴς ἂν εἴη δεικνυμένη. ὁ εἰπὼν ἐπιφέρει1 ἀλλ’ ἴσως διὰ τοῦτο ἀνάγκη λέγειν τοῖς μὴ δι’ ἀπορίαν. ἔστι δὲ ὃ λέγει, ὅτι τοῖς μὲν διὰ τὸ ἀπορεῖν, πῶς χρὴ τὰς ἀληθεῖς τῶν φαντασιῶν λέγειν ὁμοίως πασῶν φαινομένων, θεμένοις πᾶσαν φαντασίαν εἶναι ὁμοίως ἀληθῆ, προφανῆ τὰ ἑπόμενα ἄτοπα, ἃ μεταπείσαι ἂν αὐτοὺς τῆσδε τῆς δόξης· τοῖς δὲ μὴ δι’ ἀπορίαν ἀλλὰ λόγου χάριν λέγουσι ταῦτα διὰ τοῦτο χρὴ προστιθέναι τοῖς λεγομένοις ὑπ’ αὐτῶν τοὺς προειρημένους ὑφ’ ἡμῶν διορισμούς, εἰ μὴ μέλλοιεν ῥᾳδίως περιτρέπεσθαι. τούτου γὰρ χάριν τῆσδε τῆς δόξης προΐστανται· οὐ γὰρ ὡς ὑπολαμβάνοντες οὕτως· οὐδεὶς γὰρ ἂν ὑπολάβοι τὰ τοιαῦτα. ἕπεται δή, φησίν, ὥσπερ καὶ πρότερον εἰρήκαμεν, τοῖς ταῦτα λέγουσιν τὸ μὴ ἁπλῶς λέγειν πᾶσαν φαντασίαν ἀληθῆ, ἀλλὰ τούτῳ, τουτέστιν ἑκάστῳ τὴν οἰκείαν. οὕτως δὲ λέγουσιν αὐτοῖς ἕπεται, ὡς καὶ πρότερον εἴρηται, πάντα ποιεῖν πρός τι· τοῦτο γὰρ ἕπεται τῷ πρὸς τὴν δόξαν τὴν τοῦ δοξάζοντος καὶ τὴν αἴσθησιν τοῦ αἰσθανομένου τὴν οὐσίαν τῶν ὄντων ἀναφέροντι καὶ ἑκάστῳ τὸ φαινόμενον ἀληθὲς εἶναι λέγοντι. εἰ δὲ ἡ οὐσία τῶν ὄντων ἁπάντων πρός τι καὶ ταῖς δόξαις τῶν δοξαζόντων καὶ φαντασίαις καὶ αἰσθήσεσιν ἡ ὕπαρξις αὐτῶν ἕπεται, οὔτε ἔστι τί τινι ὃ μὴ δοξάζει τις εἶναι, οὔτε ἔσται τι, εἰ μὴ προδοξάσαι τις περὶ αὐτοῦ. οἷς γὰρ τὸ εἶναι ἐν τῷ φαίνεσθαι καὶ δοξάζεσθαι2 εἶναι, τούτοις καὶ τὸ γίνεσθαι ἐν τῷ δοξάζεσθαι· εἰ δὲ τὸ γίγνεσθαι, καὶ τὸ γεγονέναι. ὥστε τῷ μὴ δοξάζοντι γίνεσθαί τι οὐδὲ γίγνεται· ἀλλ’ οὐδὲ ὅλως γένοιτό τι, ὃ μὴ γίνεσθαι δοξάζεται, καὶ εἴη γ’ ἂν ἕκαστον ἕως ἂν δοξάζηται· ἡ γὰρ δόξα καὶ ἡ φαντασία ποιοῦσι τὰ φαινόμενά τε καὶ δοξαζόμενα μὴ ὑπάρχοντα πρότερον. ἀγαγὼν δὲ ἐπὶ τοῦτο καὶ δείξας ὅτι ἀναγκαῖον αὐτοῖς πάντα πρός τι λέγειν, πειρᾶται τοῦτο κινεῖν καὶ τὴν πρόσληψιν κατασκευάζειν τοῦ λόγου,3 δεικνὺς ὅτι μὴ πάντα τὰ ὄντα πρός τι, λέγων ὅτι εἰ δέ τι εἴη γεγονὸς ἢ ἐσόμενον ἄνευ τοῦ προδοξασθῆναι, οὐκ ἂν εἴη πάντα πρός τι· εἰ δὲ μὴ πάντα πρός τι, οὐδὲ τὸ φαινόμενον ἑκάστῳ ἀληθὲς ἔτι. ἐπὶ τοῦτο δὲ ἀγαγὼν τὸν λόγον, ὡς ῥᾴδιον ὂν δεῖξαι ὅτι μὴ ἐκ τοῦ προδοξάσαι τινὰ ἕκαστον τῶν γινομένων γίνεταί τε καὶ γέγονεν, ἐπαύσατο· ἐναργὲς γὰρ τὸ πολλὰ καὶ ἀπροσδοκήτως καὶ ἀνελπίστως γίνεσθαι· ἄτοπον γὰρ τὸ λέγειν ὅτι οὔτε πόλεμος ἐγένετο ἄν, εἰ μὴ προεδόξασέ τις ὅτι ἔσται, οὐδὲ ὁ κατακλυσμὸς ἢ ὁ σεισμός. ἔδει γάρ, εἰ τοῦτο, μόνοις τοῖς περὶ τούτων προδοξάσασι γίνεσθαι αὐτά, καὶ τοῖς δοξάζουσι μὴ ἔσεσθαι αὐτὰ μὴ γίνεσθαι. οὐχ οὕτω δὲ ἔχει· οὔτε γὰρ ὁ πόλεμος τοῖς μὲν δοξάσασιν ἔσεσθαι αὐτὸν γίνεται τοῖς δὲ μὴ δοξάσασιν οὐ γίνεται, οὔτε προσπταίει τις δοξάζων ἢ αὐτὸς ἢ ἄλλος τις τούτῳ. εἰ δὲ καὶ χωρὶς τοῦ δοξάζεσθαι γίνεταί τινα, οὐ γίνεται τὰ ὄντα πάντα πρός τι· εἵπετο δὲ τῷ μὴ πάντα εἶναι πρός τι τὸ μὴ πᾶν εἶναι τὸ φαινόμενον ἀληθές. ῥᾴδιον δέ, ὅτι μὴ ἔστιν ἐν τῷ φαίνεσθαι τοῖς οὖσι τὸ εἶναι, καταμαθεῖν καὶ ἐκ τοῦ τὰ μὲν πρός τι ἅμα εἶναι τῇ φύσει, μὴ συναναιρεῖσθαι δὲ τῷ δοξάζοντι τὴν τῶν δοξαζομένων οὐσίαν τε καὶ ὕπαρξιν.
因为如果伴随着这些限定规定而言表象为真,那么一切表象同样既真又假便不再随之而来;因为伴随着所述限定规定的表象将被证明为真。说了这话的他接着补充道:“然而或许正因如此,对于那些并非出于疑难的人而言有必要言说。”他的意思是:对于那些由于陷入关于在一切表象同样显现时当如何谈论真实的表象这一疑难,从而主张一切表象同样为真的人而言,随之而来的荒谬后果是显而易见的,这些后果本可劝导他们改变这种意见;但对于那些并非出于疑难而是为了争辩而言说这些的人,正因如此,若他们不愿轻易被驳倒,就必须在他们所言之事上加上我们此前所述的那些限定规定。因为他们正是为了这个缘故才捍卫这一意见的,而并非真正这样认为;因为没有人会认为这样的事情。因此,他说,正如我们先前也说过的,对于言说这些的人随之而来的并不是笼统地说一切表象为真,而是对这一个人为真,也就是对每个人而言各自固有的表象为真。而当他们如此言说时,正如先前也已说过的,随之而来的便是使一切事物成为相对的;因为这对于把存在事物的实体归结于下判断者的意见和感觉者的感觉、并主张对每个人显现者皆为真的人而言,是随之而来的后果。如果一切存在事物的实体都是相对的,且它们的存在随下判断者的意见、表象与感觉而定,那么既不会有任何事物在某人不断定其存在时对任何人存在,也不会有任何事物存在,除非有人事先对其持有意见。因为对于那些存在就在于被显现和被断定存在的事物而言,其生成也就在于被断定;而如果生成是如此,已经生成也同样如此。以至于对于不认为某物在生成的人而言,该物甚至并未生成;更甚者,凡不被认为在生成的物全然不会生成,且每一事物仅在其被断定期间存在;因为意见和表象造就了那些显现的和被断定的、而在此之前并不存在的事物。在将他们引至这一点并表明他们必须断言一切事物皆为相对之后,他试图动摇这一主张并确立论证的小前提,表明并非一切存在事物都是相对的,他说,如果有什么事物在未被事先断定的情况下曾经生成或将要生成,那么就不会是一切事物皆为相对;而如果并非一切皆为相对,对每个人显现者也就不再皆为真。在将论证引至这一点后,鉴于很容易表明生成的每一事物既非由于有人事先断定而正在生成、亦非由此而已经生成,他便停止了论证;因为许多事情既出乎预料又意想不到地生成,这是昭然若揭的;因为说若非有人事先断定其将发生,战争便不会生成,洪水与地震也不会生成,乃是荒谬的。因为如果这样的话,理当只有对那些事先对这些事持有意见的人,它们才会生成,而对那些断定它们不会发生的人,它们便不生成。但事实并非如此;因为战争既非只对那些断定它将发生的人生成而对那些未断定的人不生成,也不会有人因为自己或他人对此持有意见而遭受绊跌。而如果即使不被断定某些事物也会生成,那么存在事物就并非全都是相对的;然而从并非一切皆为相对这一点,随之而来的正是并非凡显现者皆为真。此外,存在对于存在事物而言并不在于被显现,这一点也很容易从相对的事物在自然本性上是同时存在的、而当下判断者消灭时被断定事物的实体与存在并不一同被消灭这一事实中认识到。
- 4.69ὁ εἰπὼν ἐπιφέρει
带冠词的不定过去时分词 ὁ εἰπών(说了这话的人)作主句主语,在此语境中指亚里士多德。引文 ἀλλ’ ἴσως...(1011a31–32)作为动词 ἐπιφέρει(补充道)的宾语跟在其后。
- 4.69οἷς γὰρ τὸ εἶναι ἐν τῷ φαίνεσθαι καὶ δοξάζεσθαι εἶναι, τούτοις καὶ τὸ γίνεσθαι ἐν τῷ δοξάζεσθαι
关系代词与格 οἷς 及指示代词与格 τούτοις 均为领属与格(“对于……而言”)。关系从句中第二个 εἶναι 作为补足不定词依附于 δοξάζεσθαι(“被断定为存在”),形成骨架:“对于那些其存在就在于显现与被断定存在的事物而言,其生成也就在于被断定”。
- 4.69τὴν πρόσληψιν κατασκευάζειν τοῦ λόγου
术语 πρόσληψις 在此取古代逻辑学中的含义,指假言三段论的“小前提”(即确立肯定前件或否定后件的事实前提的操作)。
