- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:320.33-322.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《形而上学》1011a28及以下针对因疑难而主张“显现者为真”之人的反驳。他补全了原文中省略的主句(“回答是容易的”),并以触觉与视觉的错觉(如交叉手指)为例,阐明若不附加感觉、时间与方式等限定,论点必将导致矛盾的逻辑结构。
" Ἐπεὶ πρός γε τοὺς διὰ τὰς πάλαι εἰρημένας αἰτίας τὸ φαινόμενον φάσκοντας ἀληθὲς εἶναι, καὶ διὰ τοῦτο πάνθ’ ὁμοίως εἶναι ψευδῆ τε καὶ ἀληθῆ, "Λέγει περὶ τῶν διὰ τὸ ἀπορῆσαι ἐπὶ τὸ τοῦτο θέσθαι ἐλθόντων, οὓς καὶ εἶπε μετριωτέρους τε εἶναι καὶ ὑπομνήσεως καὶ διδασκαλίας, οὐκ ἐλέγχου δεῖσθαι. ἐνδεῖ δὲ τῇ λέξει τὸ ῥᾳδία ἡ ἀπάντησις.1 ἔσται γὰρ τὸ λεγόμενον ἴσον τῷ ἐπεὶ πρός γε τοὺς διὰ τὰς πάλαι εἰρημένας αἰτίας τὸ φαινόμενον φάσκοντας ἀληθὲς εἶναι ῥᾳδία ἡ ἀπάντησις. ἕπεται γὰρ αὐτοῖς τὸ εἶναι ἅπανθ’ ὁμοίως ἀληθῆ τε καὶ ψευδῆ.2 καὶ διὰ τί τοῦτο, ἐπιφέρει· οὔτε γὰρ ἅπασι ταὐτὰ φαίνεται (διὰ γὰρ τοῦτο ἠξίου προστιθέναι τοὺς ἐρίζοντας τῷ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι τὸ ᾧ φαίνεται), οὔτε ἀεὶ τῷ αὐτῷ τὰ αὐτὰ περὶ τοῦ αὐτοῦ· διὸ πάλιν ἠξίου προστιθέναι τὸ ὅτε φαίνεται. πολλάκις δὲ καὶ ἐναντία κατὰ τὸν αὐτὸν χρόνον· διὸ πάλιν ἠξίου προστίθεσθαι τὸ ᾗ τε καὶ ὥς. πῶς δὲ ἐναντία κατὰ τὸν αὐτὸν χρόνον φαίνεταί τινα, δεικνὺς παρέθετο ἡ μὲν γὰρ ἁφὴ δύο λέγει. τῷ γὰρ μήτε τὰ αὐτὰ πᾶσι φαίνεσθαι μήτε τοῖς αὐτοῖς ἀεὶ τὰ αὐτά, μὴ μᾶλλόν τε ἡγεῖσθαι τῶν φαινομένων ὁμοίως τάδε μὲν ἀληθῆ τάδε δὲ ψευδῆ, ἕπεται τὸ πάντα ὁμοίως γίνεσθαι τὰ φαντάσματα ἀληθῆ τε καὶ ψευδῆ, τῶν αὐτῶν καὶ τοιούτων καὶ οὐ τοιούτων φαινομένων. εἰπὼν δὲ καὶ δείξας πῶς ἀκολουθεῖ αὐτοῖς πάντα ὁμοίως λέγειν ψευδῆ τε καὶ ἀληθῆ ἁπλῶς λέγουσι πᾶν τὸ φαινόμενον ἀληθές, οὔτε γάρ, φησί, ταὐτὰ πᾶσι φαίνεται, ἀλλὰ τὰ τοῖσδε φαινόμενα ἀληθῆ τοῖσδε ψευδῆ φαίνονται, οὔτε τῷ αὐτῷ ἀεὶ τὰ αὐτὰ ἀλλὰ καὶ τἀναντία πολλάκις, καὶ ἐν τῷ αὐτῷ χρόνῳ. οὗ σημεῖον παρέθετο τὸ ἐπὶ τῆς ἁφῆς τε καὶ τῆς ὄψεως. ὃ γὰρ ἡ ὄψις ἓν φαντάζεται, τοῦτο τῇ ἁφῇ πλείω φαίνεται κατὰ τῶν δακτύλων τῶν διαφερόντων ἐπιβολὴν ἐπ’ αὐτό· ὅσοι γὰρ οἱ ἁπτόμενοι δάκτυλοι καὶ ὁσάκις ἅπτονται, τοσαῦτα φαίνεται εἶναι κἀκεῖνο οὗ ἅπτονται, ἓν φαινόμενον τῇ ὄψει. δύναται καὶ ἑνός τινος συνεχοῦς ὄντος τῇ ἁφῇ τοῦτο δοκεῖν πολλὰ ἐν τῇ παρὰ μέρος ἐπιβολῇ τῶν δακτύλων, κἂν τὸ μὲν αὐτοῦ μαλακὸν ᾖ τὸ δὲ σκληρόν τε καὶ πυκνόν, καὶ τὸ μὲν τραχὺ τὸ δὲ λεῖον, ἅπτηται δέ τις μὴ ὁρῶν, ἄλλοτε ἄλλῃ μεταφέρων τοὺς δακτύλους. δύναται τὴν δακτύλων ἐπαλλαγὴν λέγειν [εἶναι] τὴν πρὸς ἀλλήλους συμπλοκήν.3 οἱ γὰρ περιπεπλεγμένοι ἀλλήλοις δάκτυλοι τῇ μὲν ὄψει εἷς φαίνονται, τῇ δὲ κατὰ τὴν ἁφὴν αὐτῶν τὴν πρὸς ἀλλήλους συναισθήσει πλείους αὐτοὺς λέγοιεν. ἔστι δὲ τὸ αὐτὸ δεῖξαι φανερώτερον καὶ ἐπὶ γεύσεώς τε καὶ ὄψεως, εἰ τῇ μὲν ὄψει φαίνοιτό τι μέλι διὰ τὸ χρῶμα, τῇ δὲ γεύσει χολὴ διὰ τὸ τοιοῦτον ἔχειν τὸν χυμόν, ὡς καὶ αὐτὸς παρέθετο. δείξας δὲ ταῦτα ἑπόμενα τοῖς οὕτω λέγουσιν, ἑξῆς προστίθησι τοὺς διορισμούς, οὓς εἶπεν αὐτὸς πρὸ ὀλίγου, λέγων δεῖν τούτους προστιθέναι τῇ λεγούσῃ δόξῃ πᾶν τὸ φαινόμενον ἀληθὲς τοὺς βουλομένους διαφεύγειν τὸν ἐν τοῖς λόγοις ἔλεγχον· οὐκέτι γάρ, εἰ ταῦτα εἴη προσκείμενα τῇ ἀληθεῖ φαντασίᾳ, συμβαίνει τὰ προειρημένα ἄτοπα. τοῦτο γὰρ λέγει διὰ τοῦ ἀλλ’ οὔτε τῇ αὐτῇ αἰσθήσει καὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ.
“至于针对那些由于先前陈述的原因而断言显现者为真、并因此认为一切事物同样既假又真的人,”他是在论及那些因陷入疑难而采纳这一主张的人,对于这些人他也曾说过,他们较为温和,所需要的是提醒与教导,而非反驳。而原文在表述上遗漏了“回答是容易的”;因为所言之事等同于:“至于针对那些由于先前陈述的原因而断言显现者为真的人,回答是容易的。”因为对他们而言,一切事物同样既真又假这一结论接踵而至。至于为何如此,他接着说明:因为既非同一事物对所有人显现,(正因如此,他曾要求好辩者在凡显现者皆为真之后附加“对于显现给他的那个人”),对于同一人而言关于同一事物亦非始终显现相同,(因此他再次要求附加“当其显现之时”);且往往在同一时间甚至会显现相反之事(因此他再次要求附加“依其方面”与“依其方式”)。为了表明某些相反之事如何在同一时间显现,他列举道:“因为触觉说[是]两个”。因为,由于既非同一事物对所有人显现,亦非同一事物对同一些人始终显现,加之对于同样显现之事,人们并不更认为这些是真而那些是假,因此便导致一切表象同样成为既真又假,同一事物既显现为如此这般又显现为不如此这般。 在说明并证明了对于那些笼统主张凡显现者皆为真的人而言,主张一切事物同样既假又真如何接踵而至之后——因为他说,既非同一事物对所有人显现,而是对这些人显现为真的事物对那些人显现为假,对于同一人亦非始终显现相同,而是往往相反,且在同一时间如此——作为对此的佐证,他列举了在触觉与视觉上所发生的情况。因为视觉所表象为一的事物,由于不同手指在其上的施加,对触觉而言却显现为较多的事物;因为触及的手指有多少,触碰的次数有多少,被触及的那一对象也就显现为多少个,尽管对视觉而言它显现为一个。也有可能在某个连续之物原本为一的情况下,当手指按部分依次施加时,这对于触觉显得是多的,如果其一部分柔软而另一部分坚硬且致密,一部分粗糙而另一部分光滑,而某人在看不见的情况下触碰它,不同时刻将手指移至不同位置。也有可能他所说的“手指的交替”是指手指相互之间的交错缠绕;因为相互交错的手指在视觉看来是一个,但依据它们相互之间的触觉统觉,人们会说它们是多个。然而,在味觉与视觉的情形下亦能更明显地表明同样的事,如果某种东西因其颜色在视觉看来是蜂蜜,但因具有那样的滋味在味觉看来却是胆汁,正如他自己也列举过的那样。 在表明了这些后果对于如此立论的人接踵而至之后,他紧接着加上了限定规定,这些规定是他自己不久前说过的,他说,凡希望在论辩中逃避反驳的人,必须把这些限定附加给断言凡显现者皆为真的意见之上;因为如果这些限定被附加在真实的表象上,前述的荒谬结论就不再发生。因为他通过“然而并非依凭同一种感觉、且依循同一个方面、且以同样的方式、且在同一个时间”所说的正是这一点。
- 4.69ἐνδεῖ δὲ τῇ λέξει τὸ ῥᾳδία ἡ ἀπάντησις
亚历山大指出了亚里士多德引文(以引导独立句的连词 ἐπεὶ 开头,却缺少与介词短语 πρός γε τοὺς ... φάσκοντας ... 相配的主谓成分)中的破格句法,并指明根据上下文应当补全的短语为 ῥᾳδία ἡ ἀπάντησις(“回答是容易的”)。
- 4.69τῷ γὰρ μήτε τὰ αὐτὰ πᾶσι φαίνεσθαι μήτε τοῖς αὐτοῖς ἀεὶ τὰ αὐτά, μὴ μᾶλλόν τε ἡγεῖσθαι τῶν φαινομένων ὁμοίως τάδε μὲν ἀληθῆ τάδε δὲ ψευδῆ, ἕπεται τὸ πάντα ὁμοίως γίνεσθαι τὰ φαντάσματα ἀληθῆ τε καὶ ψευδῆ
主动词为 ἕπεται(归结出),前面的带冠词与格不定式短语 τῷ... φαίνεσθαι... μὴ μᾶλλόν τε ἡγεῖσθαι... 构成表示原因或根据的成分,而主语则是后置的带冠词宾格不定式短语 τὸ πάντα ὁμοίως γίνεσθαι...。句末的 τῶν αὐτῶν... φαινομένων 为表示原因或境况的属格独立结构。
- 4.69δύναται τὴν δακτύλων ἐπαλλαγὴν λέγειν [εἶναι] τὴν πρὸς ἀλλήλους συμπλοκήν
δύναται 带不定式 λέγειν(非人称用法或以亚里士多德为主语)。该不定式支配双宾格结构:主语宾格 τὴν δακτύλων ἐπαλλαγὴν 与补足语宾格 τὴν πρὸς ἀλλήλους συμπλοκήν;手抄本流传的 [εἶναι] 被置于方括号中,视为后人添加的词。
