- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:319.24-320.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大逐项阐释了亚里士多德对“一切显现者皆为真”这一命题所要求附加的限定条件(对何人、何时、依何种感觉及部分)的逻辑必然性,并指出若无这些限定该命题必将陷入自相矛盾。
ὥστε λέγοντες πᾶσαν φαντασίαν ἀληθῆ λέγοιεν ἂν ἅμα καὶ ψευδῆ πᾶσαν φαντασίαν καὶ τὸ τοιοῦτον ὁμοίως. δεῖ δὴ προσκεῖσθαι τὸ ᾧ φαίνεται εἶναι ἀληθὲς τὸ φαινόμενον ἀλλὰ μὴ ἁπλῶς ἀληθὲς λέγειν τὸ φαινόμενον πᾶν εἶναι. ἀλλ’ οὐδὲ τοῦτο μόνον προστιθέμενον αὔταρκες πρὸς τὸ μὴ περιτρέπεσθαι τὸν λόγον αὐτὸν ὑφ’ ἑαυτοῦ. εἰ γὰρ μὴ εἴη προσκείμενον τὸ ὅτε φαίνεται ἀλλ’ ἁπλῶς εἴη κείμενον τὸ ἀληθὲς τὸ φαινόμενον εἶναι ᾧ φαίνεται, εἰ τὸ αὐτὸ τῷ αὐτῷ ἄλλοτε μὲν φαίνεται τοιόνδε ἄλλοτε δὲ ἐναντίον τούτῳ, εἴη ἂν τῷ αὐτῷ ἅμα ἀληθῆ τἀναντία· ἀμφότερα γὰρ τοῦ αὐτοῦ φαντάσματος.1 δεῖ δὴ καὶ ταύτης τῆς προσθήκης τῆς ὅτε φαίνεται· οὐκέτι γὰρ τὰ πρότερον φανέντα τῷ αὐτῷ ἂν ἀληθῆ εἴη, ὅτε μηκέτι αὐτῷ τοιαῦτα φαίνεται, ὅτι περὶ ὧν πρότερον ἐδόξαζον ὡς ἀληθῶν, ὕστερον δοξάζουσιν ὡς διεψευσμένοι τότε. γίγνεται οὖν πάλιν τὰ αὐτὰ οὐ μᾶλλον ἀληθῆ ἢ ψευδῆ. ἀλλ’ εἰ καὶ τῷ ὅτε φαίνεται μὴ εἴη τὸ κατὰ τὴν αὐτὴν αἴσθησιν προσκείμενον, ἐλέγχοιτο ἂν ὁ λόγος αὐτῶν πάλιν καὶ οὕτως· δύναται γὰρ τῷ αὐτῷ καὶ ἐν τῷ αὐτῷ χρόνῳ περὶ τοῦ αὐτοῦ διάφορός τε ἅμα καὶ ἐναντία φαντασία γίνεσθαι, εἴ τινι ἡ χολὴ κατὰ μὲν τὴν ὄψιν διὰ τὸ χρῶμα γλυκεῖα φαίνεται, κατὰ δὲ τὴν γεῦσιν πικρά· εἴη γὰρ ἂν οὕτως πάλιν τῷ αὐτῷ τὰ αὐτὰ ἅμα ἀληθῆ εἶναι καὶ ψευδῆ, ὅπερ ἄτοπον ἕποιτο ἂν μὴ προσκειμένου τοῦ κατὰ τὴν αὐτὴν αἴσθησιν. καθ’ ἑκατέραν γὰρ τὴν αἴσθησιν ἀληθὴς ἔσται ἡ φαντασία, ὃ ἐδήλωσε τῇ τοῦ ᾗ προσθήκῃ, ἀλλ’ οὐχ ἁπλῶς ἀληθής τε καὶ ψευδής. ἀλλ’ ἐπεὶ δύναταί ποτε κατὰ τὴν αὐτὴν αἴσθησιν διαφέρον τι ἅμα τὸ αὐτὸ φαίνεσθαι καὶ ἀνόμοιον, οἷον κατὰ τὴν ὄψιν τὸ αὐτὸ λευκόν τε καὶ οὐ λευκόν, εἰ τῷ μὲν ἑτέρῳ τῶν ὀφθαλμῶν ὑγιαίνει τῷ δὲ ἑτέρῳ κάμνει, δεήσει πάλιν καὶ τῆς τοῦ ὡς προσθήκης, ὥστε χωρὶς ταύτης τῆς προσθήκης ἅμα ποτὲ τῷ αὐτῷ τὸ αὐτὸ ἀληθές τε καὶ ψεῦδος· ψεῦδος γὰρ τῇ νοσούσῃ αἰσθήσει τὸ φαινόμενον τῇ ὑγιαινούσῃ. διὸ δεῖ προσκεῖσθαι καὶ τὸ ὡς σημαντικὸν ὂν τοῦ κατὰ τὸ αὐτὸ μόριον. ὡς εἴ γε ταῦτα μὴ προστιθέντες ὑπέχοιεν λόγον,2 καίτοι οἰόμενοι δυσέλεγκτοι κατὰ τὸν λόγον εἶναι, εὐέλεγκτοι ἂν εἶεν, καὶ ῥᾳδίως ἂν εἰς τὸ τἀναντία λέγειν αὑτοῖς περιπίπτοιεν. ἅμα γὰρ ἂν εἴη τὸ αὐτὸ τῷ αὐτῷ ἀληθὲς καὶ ψεῦδος, καὶ ὂν καὶ μὴ ὄν, καὶ ἕν τε καὶ πλῆθος, ὅπερ ἄτοπον, εἰ μὴ ταῦτα εἴη προσκείμενα. οὐκέτι γὰρ ἔσται τῷ αὐτῷ ἅμα ἀληθῆ τὰ διαφέροντα ἀλλὰ τοῖς διαφέρουσι καὶ ἑτέροις, ἢ τῷ αὐτῷ, ἀλλ’ ἐν ἄλλῳ χρόνῳ, ἢ εἰ καὶ ἐν τῷ αὐτῷ, ἀλλ’ οὐ κατὰ τὸ αὐτό. ὅτι δὲ ἀναγκαία αὐτοῖς ἡ τούτων προσθήκη, εἰ μὴ μέλλοιεν ἐλέγχεσθαι ταχὺ καὶ τἀναντία λέγειν αὑτοῖς, τιθέμενοι μὲν πᾶσαν εἶναι φαντασίαν ἀληθῆ, συγχωροῦντες δὲ μὴ μᾶλλον ἑκάστην ἀληθῆ ἢ ψευδῆ εἶναι, ὃ ἀναιρετικόν ἐστιν οὗ τίθενται, καὶ αὐτὸς δι’ ὧν παρατίθεται δείκνυσιν,3 ἅ ἐστι τοῦ 〈ᾗ〉 καὶ ὡς δεικτικά. δύναται τὸ ᾗ καὶ ὡς ἐπὶ τῶν αὐτῶν λέγεσθαι, καὶ μὴ ὡς ἑκάτερον ἰδίου δηλωτικόν. ἡ δὲ τούτων παράθεσις καὶ ἡ περὶ ταῦτα ἀκριβολογία ἐνδείκνυται τήν τε ἀναισχυντίαν αὐτῶν τῆς θέσεως· ὡς γὰρ οὐκ ἄτοπον τὸ αὐτὸ τῷ αὐτῷ χρόνῳ πικρόν τε καὶ γλυκὺ εἶναι λέγειν ἀληθῶς, ἐπεὶ ἄλλῃ μὲν οὕτως ἄλλῃ δὲ οὕτως αἰσθήσει φαίνεται, καὶ λευκόν τε καὶ φαιόν, εἰ ὁ μὲν ὑγιαίνει τῶν ὀφθαλμῶν ὁ δὲ νοσοίη· ἀνόμοια γὰρ αὐτοῖς οὕτως ἔσται· ἢ διότι ἅμα γίγνεται πάντα τὰ ὄντα πρός τι, δείκνυσιν.
因此,通过说一切表象皆为真,他们便会同时说一切表象皆为假,此类情况亦同样如此。因此必须附加“对于显现给他的那个人”显现者才为真,而不能笼统地说凡显现者皆为真。然而,仅仅加上这一点,对于防止该论点被自身所推翻也并不充分。因为如果没有附加“当其显现之时”,而只是笼统地设定显现者对于显现给他的那个人为真,那么如果同一事物对同一人有时显现为如此这般,有时又显现为与其相反,那么相反之事就会对同一人同时为真;因为两者都属于同一个表象对象。因此确实也需要“当其显现之时”这一补充;因为先前显现的事物,当它不再对他显现为如此这般时,对同一人就不会再为真,因为对于他们先前认为真的事情,后来却认为当时受了欺骗。因此,同样的事物再次变得为真不比为假更多。 但是,如果在“当其显现之时”上没有附加“依循同一种感觉”,他们的论点依此方式便会再次被反驳;因为对同一人在同一时间内针对同一事物,有可能同时产生不同且相反的表象,例如对于某人而言,胆汁依循视觉因其颜色而显现为甜,依循味觉却显现为苦;因为这样一来,同样的事物对同一人就再次同时既真又假,如果不附加“依循同一种感觉”,这一荒谬结论便会接踵而至。因为依循每一种感觉,表象都将是真实的(他通过加上“依其方面”表明了这一点),但并不是无条件地既真又假。 但是,既然依循同一种感觉,同一事物有时也有可能同时显现为不同且不相似(例如依循视觉,同一事物既是白的又不是白的,如果一只眼睛健全而另一只眼睛患病的话),那么就再次需要加上“依其方式”,以至于若无此项补充,在某一时刻对同一人而言同一事物便会同时既真又假;因为对于患病的感觉而言,对健康感觉显现之物乃是假的。因此还必须附加“依其方式”,以此表示“依循同一个部分”。因为如果他们不加上这些限定而应答论辩,尽管自以为在论据上难以被反驳,他们却将极易被反驳,并且会轻易陷入自相矛盾之中。因为同一事物对同一个人将同时既真又假,既存在又不存在,既是一又是多,如果不附加这些限定,这是荒谬的。因为不同之事将不再是对同一个人同时为真,而是对不同的、互异的人[为真],或者虽对同一个人却是在不同的时间[为真],或者即便是在同一时间,却并非依循同一个方面[为真]。 至于如果他们不想迅速被反驳并自相矛盾,对他们而言加上这些限定是必要的(他们一方面设定一切表象皆为真,另一方面却承认每一个表象为真不比为假更多,这便取消了他们所设定的前提),这一点他自己也通过所列举的例证表明了,这些例证是指明“依其方面”与“依其方式”的。“依其方面”与“依其方式”可以就相同的事物而言,而不作为各自表示独有之物而言。 对这些例子的列举以及关于这些例子的缜密考究,表明了他们观点的不知羞耻;因为他们说话时就仿佛断言同一事物在同一时间内既苦又甜乃是合乎真实的并无荒谬(既然对一种感觉显现为如此,对另一种感觉显现为那样),并且既白又灰亦然(如果一只眼睛健全而另一只眼睛患病;因为这样一来事物对他们将是不相似的);抑或他表明一切存在者同时都变成了相对之物。
- 4.68ἀμφότερα γὰρ τοῦ αὐτοῦ φαντάσματος
属于谓词性属格结构,省略了动词 ἐστί(或分词 ὄντα),表示领属或归属:“因为两者都属于/出于同一个表象对象”。
- 4.68ὡς εἴ γε ταῦτα μὴ προστιθέντες ὑπέχοιεν λόγον
句首的 ὡς 是引导因果理由(“因为/鉴于”)的连词,统辖紧随其后的条件从句(εἴ γε ... ὑπέχοιεν)及其主句(εὐέλεγκτοι ἂν εἶεν)。
- 4.68ἡ δὲ τούτων παράθεσις καὶ ἡ περὶ ταῦτα ἀκριβολογία ἐνδείκνυται τήν τε ἀναισχυντίαν αὐτῶν τῆς θέσεως ... ἢ διότι ἅμα γίγνεται πάντα τὰ ὄντα πρός τι, δείκνυσιν
存在句法破格(破体句/anacoluthon)。句子以抽象主语(ἡ παράθεσις καὶ ... ἀκριβολογία)搭配动词 ἐνδείκνυται 开头,在经过冗长的例证解释从句(ὡς γὰρ οὐκ ἄτοπον ...)后,句末以 ἢ διότι ... δείκνυσιν 收尾,主语转换为亚里士多德本人(“抑或他表明……”,此处 διότι 相当于 ὅτι)。
