- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:318.6-319.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德在1011a15中关于那些不求被说服而只求在论辩中被强制反驳之人的论述,解释了直接反驳他们的不可能之处,并论证了“凡显现者皆为真”的主张必然导致一切存在者皆为相对之物,同时阐明了该论点所必需的限制条件。
" Οἱ δ’ ἐν τῷ λόγῳ τὴν βίαν μόνον ζητοῦντες ἀδύνατον ζητοῦσιν· ἐναντία γὰρ εἰπεῖν ἀξιοῦσιν, εὐθὺς ἐναντία λέγοντες." Λέγει ταῦτα περὶ τῶν οὐ πεπεισμένων μὲν οὕτως ἔχειν, οὐδὲ διὰ τὸ ἀπορῆσαι ἐλθόντων ἐπὶ τὸ ταῦτα θέσθαι, ἀλλὰ λόγου χάριν μόνον, καὶ οὐ μεταπεισθῆναι ἀξιούντων (οὐδὲ γὰρ τὴν ἀρχήν εἰσι περὶ ὧν λέγουσι πεπεισμένοι) ἀλλὰ βιασθῆναι καὶ ἐλεγχθῆναι τῷ λόγῳ περιμενόντων. φησὶ δὲ τούτους ἀδύνατον ζητεῖν· οἱ μὲν γὰρ ἀξιοῦντες ἐλεγχθῆναι ἀξιοῦσιν εἰς ἀντίφασιν περιαχθῆναι, εἴ γε ὁ ἔλεγχός ἐστι συλλογισμὸς ἀντιφάσεως, οὗτοι δ’ ἐν ἀρχῇ τουτέστιν ὃ τίθενται·1 τὰ γὰρ ἐναντία συνυπάρχειν καὶ τὴν ἀντίφασιν συναληθεύειν ἐστὶν ἡ θέσις αὐτῶν, εἰς ὃ δεῖ τὸν ἐλέγχοντα περιαγαγεῖν τὸν ἐλεγχόμενον. ἔστι γὰρ τοῦτο τὸ ἀντικείμενα καὶ τὰ ἐναντία λέγειν· τοῦτο δ’ εὐθὺς καὶ ἀπ’ ἀρχῆς αὐτοὶ ἀληθὲς εἶναι τίθενται. ὥστε εἰς ἣν ἀντιλογίαν περιαγαγεῖν τις αὐτοὺς δόξει, αὕτη θέσις αὐτῶν ἐστιν ἐξ ἀρχῆς, καὶ τοῦτό φασιν ἀρέσκειν αὐτοῖς. ὅμως δὲ πειρᾶται λέγειν πρὸς αὐτοὺς καὶ ἐπιχειρήσει χρῆται τοιαύτῃ· λαμβάνει ὡς ἑπόμενον τῷ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι τὸ πάντα εἶναι τὰ ὄντα πρός τι, καὶ ἀντιστρέφειν τὸ συνημμένον· εἰ γὰρ εἴη ἀληθὲς κατ’ αὐτοὺς τὸ εἰ πᾶν τὸ φαινόμενον ἀληθές, πάντα τὰ ὄντα πρός τι, καὶ τὸ λοιπὸν συνημμένον ἀληθές, ᾧ τοῦτο ἀντιστρέφει. τοῦτο δὲ ἔδειξε καὶ πρὸ ὀλίγου δι’ ὧν εἶπε, πάντα τὰ ὄντα ἀναιρεθήσεσθαι κατὰ τοὺς πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι λέγοντας, εἰ ἡ αἴσθησις ἀναιρεθήσεται. τὸ γὰρ φαινόμενον τινί ἐστι φαινόμενον καὶ ἔστι πρός τι· ὥστε ὁ λέγων πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι καὶ μόνον τοῦτο ἀληθὲς τιθέμενος καὶ μηδὲν ἄλλο ἡγούμενος εἶναι παρὰ τὸ φαινόμενον, πάντα οὗτος τὰ ὄντα πρός τι ποιεῖ. ἐν γὰρ τῷ φαίνεσθαι γίνεται πᾶσι τοῖς οὖσι τὸ εἶναι· τοῦτο δὲ πρός τι· τινὶ γὰρ τὸ φαινόμενον φαίνεται· καὶ ἔστιν ἴσον τὸ πᾶν τὸ φαινόμενον ἀληθὲς τῷ μόνον ἀληθές· ὥστε ὁ λέγων ἅπαντα τὰ φαινόμενα εἶναι ἀληθῆ πάντα ποιεῖ τὰ ὄντα πρός τι. ἐπεὶ γὰρ ὁ λέγων πάντα τὰ φαινόμενα ἀληθῆ τὸ μὴ φαινόμενον οὐκ ἀληθὲς λέγει, τὸ δὲ μὴ ἀληθὲς οὐδὲ ὄν ἐστι, μόνα ἂν εἴη ὄντα τὰ φαινόμενα. εἰ οὖν ἕπεται τῷ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι τὸ πάντα τὰ ὄντα πρός τι εἶναι, εἰ μὴ εἴη πάντα πρός τι, οὐδ’ ἂν πᾶν τὸ φαινόμενον ἀληθὲς εἴη· ἀντιστρέφει γὰρ καὶ ἀκολουθεῖ τῷ ἀντικειμένῳ τοῦ ἑπομένου τὸ ἀντικείμενον τοῦ ἡγουμένου. εἰπὼν δὲ καὶ διὰ κατασκευῆς λαβὼν τὸ συνημμένον τὸ εἰ μὴ πάντα τὰ ὄντα πρός τί ἐστι, μηδὲ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι,〈ἐπεὶ〉 ἕπεσθαι ἔλαβε τὸ πάντα τὰ ὄντα πρός τι εἶναι, τοῦτο προκατασκευάζει τε καὶ δείκνυσιν οὕτως ἔχον, ἅμα τὴν τῶν ἐριστικῶν θέσιν προσδιορίζων τε καὶ ἐπανορθῶν καὶ προστιθεὶς ἃ ἀνάγκη λέγειν αὐτοῖς, εἰ μὴ μέλλοιεν ῥᾳδίως παρατρέπεσθαι· ὧν τῇ προσθέσει [πείθεσθαι τί] ἔτι φανερώτερον γίνεται τὸ πάντα τὰ ὄντα πρός τι γίνεσθαι κατ’ αὐτούς. δείκνυσι δὴ πῶς χρὴ λέγειν τοῖς οὐ μεταπεισθῆναι θέλουσιν, ἀλλὰ ἐλεγχθῆναι τὸν λόγον αὐτῶν περιμένουσι καὶ τούτου χάριν διαλεγομένοις τε καὶ ὑπέχουσι λόγον. οὐχ ἁπλῶς γάρ, φησί, ῥητέον αὐτοῖς πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι· οὐ γὰρ τὸ ᾡτινιοῦν φαινόμενον ᾡτινιοῦν καὶ τῷ τυχόντι ἀληθὲς βούλονται λέγειν † εἰ νοεῖ ἁπλῶς οὕτως λέγοιεν ἐξακούεται·2 οὕτως γὰρ οὐδὲν μᾶλλον πάντα ἀληθῆ ἂν ἢ καὶ ψευδῆ εἴη, τῷ πάντας τοὺς τὰ ἐναντία αὐτοῖς ὑπολαμβάνοντας ψεύδεσθαι δοξάζειν. ἀλλὰ δεῖ αὐτοὺς προστιθέναι τῷ ὅτι τὸ φαινόμενον πᾶν ἀληθές ἐστι τὸ τούτῳ ᾧ φαίνεται καὶ ὅτε φαίνεται καὶ ᾗ καὶ ὡς. ἂν δὲ χωρὶς τούτων λέγωσιν, εὐέλεγκτος ὁ λόγος αὐτῶν γίνεται· εἰ γὰρ πᾶσα φαντασία ἁπλῶς ἀληθὴς καὶ μὴ ᾧ φαίνεται, εἴη ἂν ταὐτὰ ἀληθῆ καὶ ψευδῆ ἁπλῶς, εἴ γε μηδὲν ἔλαττον τῆς οἰκείας τινὸς δόξης ἡ ἀναιροῦσα αὐτὴν καὶ ψευδῆ εἶναι λέγουσα ἁπλῶς ἐστιν ἀληθής· ψευδοποιοῖτο γὰρ ἂν ἡ ἐναντία δόξα ὑπὸ τῆς ἐναντίας, εἰ κἀκείνη ὁμοίως ταύτῃ εἴη ἀληθής (ἔστι δέ, ὡς εἶπον) τῷ πάντας τοὺς τὰ ἐναντία αὐτοῖς ὑπολαμβάνοντας ψεύδεσθαι δοξάζειν.
“但是在论辩中仅寻求强制力的人,所寻求的是不可能之事;因为他们要求陈述相反之事,却立刻便陈述着相反之事。” 他说这些话,是针对那些并未确信事物处于这种状态、也不是由于陷入疑难才进而设定这些观点、而纯粹是为了论辩的人,他们不要求被劝导转变(因为他们根本就不确信自己所说的话),而是等待在论辩中受到强制并被反驳。他说这些人所寻求的是不可能之事;因为要求被反驳的人要求被引至矛盾,如果说反驳确是矛盾的推论的话,然而这些人打从一开始,也就是说在他们所设定的前提中[便已具有矛盾];因为相反之事同时共存、矛盾命题同时为真,正是他们的主张,而反驳者本来应当将受反驳者引向这一点。因为陈述相对立的和相反的事物就是如此;而这一点他们自己立刻且从一开始就设定为真。因此,无论有人认为把他们引向何种反驳,这从一开始就是他们的主张,并且他们声称这正是他们所中意的。 然而,他仍然试图针对他们进行论述,并运用了如下的论证:他把“一切显现者皆为真”蕴涵“一切存在者皆为相对之物”作为前提,且该假言命题是可换位的;因为如果按照他们,“若一切显现者皆为真,则一切存在者皆为相对之物”为真,那么与此换位的其余假言命题也为真。他在不久前通过所说的话也表明了这一点,即按照那些主张一切显现者皆为真的人,如果感觉被取消,一切存在者都将被取消。因为显现者是对某人显现之物,并且是相对之物;因此,凡主张一切显现者皆为真、仅将此设定为真并认为除显现者之外无他物存在的人,此人便把一切存在者都变成了相对之物。因为对一切存在者而言,其存在都发生于显现之中;而这是相对的;因为显现者是对某人显现的;并且“一切显现者皆为真”等同于“唯有[显现者]为真”;因此主张凡显现者皆为真的人,把一切存在者都变成了相对之物。因为主张一切显现者皆为真的人,是在断言不显现者不为真,而不为真者甚至不是存在者,所以唯有显现者才会是存在者。因此,如果“一切显现者皆为真”蕴涵“一切存在者皆为相对之物”,那么如果并非一切皆为相对之物,也就不会一切显现者皆为真;因为前件的否定换位并跟随于后件的否定。 在通过论证提出并确立了“如果并非一切存在者皆为相对之物,则亦非一切显现者皆为真”这一假言命题后,既然他设定了“一切存在者皆为相对之物”是后继结论,他便预先论证并表明情况确实如此,同时进一步限定并修正那些好辩者的主张,补充了他们若不想轻易被推翻就不得不说的话;通过补充这些,按照他们的看法一切存在者都成为相对之物就变得更为显明。因此他指出,应当如何针对那些不愿被劝服转变、而是等待其论点被反驳、并为此而进行讨论和应答的人展开论述。因为他说,不应当对他们笼统地断言一切显现者皆为真;因为他们并不想说,对任何人显现之物,对任何人以及随便什么碰巧的人都是真的(即使他们笼统地如此陈述时会这样被理解)。因为这样一来,一切事物为真便绝不比为假更多,因为所有持有与他们相反见解的人都认为这是假的。相反,他们必须在“凡显现者皆为真”之后加上:“对于显现给他的那个人、显现的那个时候、以及依其显现的方面和方式[为真]”。但如果他们撇开这些来陈述,他们的论点就变得极易被反驳;因为如果每一个表象都是无条件为真、而非仅对显现给他的那个人为真,那么假如否定某人固有的见解并称其为假的见解毫不亚于它而无条件为真,那么同样的事物就会无条件地既真又假;因为相反的见解将被其对立的见解判定为假,如果那个见解也同样像这个见解一样为真(正如我所说,确实如此),因为所有持有与他们相反见解的人都认为这是假的。
- 4.68οὗτοι δ’ ἐν ἀρχῇ τουτέστιν ὃ τίθενται
与前句中“要求被反驳的人要求被引向矛盾”相对比,此处主语 οὗτοι 后省略了动词。介词短语 ἐν ἀρχῇ(意为“从一开始/在前提中”)由 τουτέστιν ὃ τίθενται(“即他们所设定的前提中”)同位阐明,表明反驳本应达成的结论(矛盾)早已作为其出发点被他们设定了。
- 4.68εἰ νοεῖ ἁπλῶς οὕτως λέγοιεν ἐξακούεται
此处在底本中被标记为存疑的残损文本。在句法上,它承接前面的否定句(“他们并不想说……”),可理解为一种让步性的限制插入成分:即即使他们在笼统地(ἁπλῶς)如此陈述(λέγοιεν)时,会被如此领会(ἐξακούεται)。
