- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:316.30-318.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德(1011a3)所提及的“谁是真理的判定者”以及“是醒是睡”等疑难,亚历山大指出这些疑难源于为一切事物寻求论证的不当要求,并阐明存在着如感觉、公理和共同概念这样无需论证的自明原理。
" Εἰσὶ δέ τινες οἳ ἀποροῦσι καὶ τῶν ταῦτα πεπεισμένων καὶ τῶν τοὺς λόγους τούτους μόνον λεγόντων." Εἶπε τῶν ἐκεῖνα λεγόντων πρὸς ἃ νῦν ποιεῖται τοὺς λόγους τοὺς μὲν διὰ τὸ ἀπορῆσαι περὶ τῶν αἰσθητῶν πεισθέντας οὕτως ἔχειν τὰ ὄντα ἐπὶ τῆς δόξης ταύτης γίγνεσθαι· οὓς καὶ ἰατοὺς ἔφη εἶναι ὑπομνήσεως λογικῆς δεομένους, πρὸς οὓς καὶ πεποίηται τοὺς μέχρι νῦν λόγους, μεταπείθειν καὶ λύειν αὐτῶν τὰς ἀπορίας, δι’ ἃς ἐπὶ τοῦτο κατηνέχθησαν, πειρώμενος· τοὺς δὲ1 μὴ πεπεῖσθαι μὲν οὕτως ἔχειν τὰ ὄντα, λέγειν δὲ οὕτως καὶ ταύτῃ τῇ κατὰ τὸν λόγον θέσει παρίστασθαι. τούτων δή τινας τῶν μέχρι λόγου τῇ δόξῃ παρισταμένων, οὐ πεπεισμένων δὲ οὕτως ἔχειν τὰ ὄντα ὡς ἡμεῖς εἰρήκαμεν, ἢ καὶ τῶν πεπεισμένων οὕτως καὶ τῶν οὐ πεπεισμένων μέχρι δὲ λόγου λεγόντων, ταῦτα δή φησιν ἀπορεῖν, τίς ὁ κρίνων τὴν ἐν τούτοις ἀλήθειαν καὶ τίνι χρὴ ἕπεσθαι ὡς εἰδότι τὸν ὑγιαίνοντα ἐν τούτοις καὶ μὴ, καὶ ὅλως τίνος χρὴ ταῖς φαντασίαις καὶ ταῖς δόξαις ἕπεσθαι καὶ ταῖς κρίσεσι, καὶ τίς ὁ φρόνιμος· ἄπορον γὰρ εἶναι τῷ πάντας πρὸς πάντας ἀντιλέγειν· αὐτοὶ γὰρ ἑαυτοὺς ὑγιαίνειν πάντες ὁμολογοῦσι καὶ κρίνειν ὑγιῶς. οὔτε αὐτῷ τοῦτο ἤδη δῆλον εἶναι τῷ λέγοντι, εἰ δεῖ ταῖς τῶν ὑγιαινόντων φαντασίαις ἕπεσθαι μᾶλλον· οὐ γὰρ διότι ἐλάττους εἰσὶν οἱ νοσοῦντες, διὰ τοῦτο οὐκ εἰσιν ἀξιόπιστοι· γίνοιντο γὰρ ἂν καὶ πλείους. ἄλλως δὲ οὐ πλήθει καὶ ὀλιγότητι δεῖ τῶν οἷς φαίνεται τἀληθὲς ὡρίσθαι, ἐπεὶ οὕτως ἂν καὶ οἱ τεχνῖται ἀναξιοπιστότεροι τῶν πολλῶν εἶεν, λέγοντες περὶ τῶν κατὰ τὰς οἰκείας τέχνας φαινομένων αὐτοῖς· ἐλάττους γάρ εἰσι τῶν πολλῶν. φησὶ δὲ τὰ τοιαῦτα ἀπορήματα ὅμοια εἶναι τῷ ἀπορεῖν πότερον καθεύδομεν νῦν ἢ ἐγρηγόραμεν· οὐδὲ γὰρ ἐπὶ τούτου, ἂν ἀφέμενός τις τοῦ ἐναργοῦς ζητῇ τινα λόγον, ῥᾴδιον εἶναι τεκμήριόν τι λαβεῖν ᾧ τοῦτο διακριθήσεται· πάντα γάρ, ἅπερ ὕπαρ ποιοῦμεν, ποιοῦμεν καὶ κατὰ τοὺς ὕπνους, ὅπου γε καὶ ὀνείρους ὄναρ ἐξηγούμεθα. τὰς γὰρ τοιαύτας ἀπορίας πάσας τὸ αὐτό φησι δύνασθαι καὶ ἐκ τοῦ αὐτοῦ ἠρτῆσθαι· ἐκ γὰρ τοῦ πάντων λόγον τινὰ καὶ αἰτίαν καὶ ἀρχὴν ζητεῖν, καὶ μηδεμίαν ἀρχὴν ἀναπόδεικτον τίθεσθαι, μηδέ τι αὐτόθεν καὶ ἐξ αὑτοῦ πιστὸν καὶ ἐναργὲς λέγειν ἤρτηται. ὅτι γὰρ οἱ ταῦτα λέγοντες μὴ πεπεισμένοι τούτοις λέγουσιν, ἐν ταῖς πράξεσι φανεροὶ γίνονται, ἐν μὲν τοῖς ὑγιεινοῖς τῷ ἰατρῷ πιστεύοντες καὶ τῇ τούτου κρίσει, ἐν δὲ τοῖς τεκτονικοῖς τῷ τέκτονι, καὶ καθ’ ἕκαστον τῷ εἰδότι πρὸ τοῦ μὴ εἰδότος, ἀλλὰ καὶ ἐν τοῖς αἰσθητοῖς τῇ ὑγιαινούσῃ αἰσθήσει, καὶ ἐν τοῖς οἰκείοις ἑκάστῃ αἰσθητοῖς. ἡ οὖν ἀπορία, ἣν ἀποροῦσιν, οὐκ ἄλλοθεν ἤρτηται, οὐκ ἐκ διαθέσεώς τινος καὶ ὑπολήψεως, ἀλλ’ ἐκ τοῦ λόγον καὶ ἀπόδειξιν ζητεῖν ὧν μή ἔστι λόγος τε καὶ ἀπόδειξις· ἡ γὰρ τῆς ἀποδείξεως ἀρχὴ οὐκ ἀποδεικτή. ἔστι γὰρ πρὸς ἃ ἐκ φύσεως βέλτιον ἔχομεν ἢ ὥστε δεῖσθαι2 τῆς περὶ αὐτῶν ἀποδείξεως· ἔστι δὲ ταῦτα αἵ τε αἰσθήσεις καὶ τὰ ἀξιώματα καὶ αἱ φυσικαὶ τε καὶ κοιναὶ ἔννοιαι. εἰπὼν δὲ πρὸς τοὺς λέγοντας οὕτως διὰ τὸ πεπεῖσθαι, ἐπιφέρει τὸ οὗτοι μὲν οὖν ῥᾳδίως ἂν τοῦτο πεισθεῖεν· οἱ γὰρ διὰ τὸ πιστεύειν οὕτως ἔχειν ταῦτα λέγοντες ῥᾳδίως ἂν πεισθεῖεν εἶναί τινας ἀρχὰς ἀναποδείκτους τε καὶ αὐτόθεν γνωρίμους ἔκ τε τῆς ἰδίας συναισθήσεως καὶ ἐκ τῶν ἄλλων τῶν ἐναργῶν. οἱ γὰρ διὰ τὸ ἀπορεῖν τίς ὁ κρίνων περὶ τῆς ἀληθείας καὶ τίνι χρὴ ἕπεσθαι ἐπὶ τὸ τὴν θέσιν ἐκείνην τίθεσθαι προελθόντες ῥᾳδίως ἂν μεταπεισθεῖεν, ὅτι μὴ χρὴ πάντων ἀπόδειξιν ζητεῖν (ἔστι γάρ τινα ἀναπόδεικτα αὐτόθεν ἐναργῆ) καὶ ὅτι εἰσί τινες ἀποδείξεως ἀρχαί· ὥστε καὶ τὸ δεῖν ἕπεσθαι τοῖς περὶ ἕκαστον ἐπιστήμοσι καὶ ταῖς κρίσεσι ταῖς τούτων.
“但是在确信这些见解的人之中,以及在仅仅口头上谈论这些论据的人之中,都有一些人提出了疑难。” 他说,在陈述他现在针对其展开论述的那些观点的人当中,有些人是因为在可感觉之物上遭遇疑难,确信存在者是处于这种状态,从而陷入这种见解的(他说这些人是可以医治的,需要逻辑上的提醒,他迄今为止的论辩也就是针对他们而作的,试图劝导他们转变并化解他们借以被引向此境的疑难);而另一些人则并未确信存在者处于这种状态,却在如此陈述,并坚持论据上的这一主张。正是这些仅仅在口头上坚持这一见解、并未如我们所说确信存在者处于这种状态的人当中的某些人,或者兼指那些如此确信的人与那些不信而仅在口头上陈述的人两者中的某些人,据他说提出了如下疑难:在这些事情上谁是真理的判定者,应当遵从谁作为在这些事情上知晓何者健康、何者不健康的人,总括而言应当遵从谁的表象、意见和判定,以及谁是明智之人;因为[他们认为]这是有疑难的,在于人人都彼此反驳;因为所有人都自认健康且判定合乎健康。而对于陈述者本人来说,是否更应遵从健康者的表象,这也绝非已经显明;因为并不由于患病者人数较少,他们就因此是不值得信赖的;因为他们也可能变成多数。此外,真理不应由显现给其的人数的多少来界定;否则,工匠在根据其固有的技艺谈论显现给他们的事物时,也会比大众更不值得信赖了;因为他们的人数少于大众。他又说,这类疑难类似于去质疑我们现在是在睡觉还是醒着;因为关于这一点,如果有人撇开显明的事实而寻求某种论据,要获得用以区分这一点的某种证据也是不容易的;因为凡我们在醒时所做的事,我们在睡眠中也都在做,甚至我们在梦中还解梦。因为他说,所有这类疑难都具有相同的效力,并取决于同一件事;因为它们取决于为一切事物寻求某种论据、原因和原理,不把任何原理设定为不可论证的,也不承认任何事物是出于自身且自明可靠的。因为陈述这些的人是在未曾确信的情况下陈述这些的,这在他们的行动中显露无遗:在关涉健康的事情上信赖医生及其判定,在木工事情上信赖木匠,在各个领域信赖知者而非不知者,而且在可感觉的事物上也信赖健全的感觉,并在各个感觉固有的可感觉对象上[信赖它]。因此,他们所提出的疑难不取决于任何别的事物,并非出于某种心境和信念,而是取决于为本无论据和论证的事物寻求论据和论证;因为论证的原理本身是不可论证的。因为有些事物,我们在本性上处于比需要关于它们的论证更好的状态;这些事物就是感觉、公理以及本性的共同概念。而在针对由于确信而如此陈述的人说完这些之后,他接着补充道:“因此这些人将很容易被说服认同这一点”;因为那些由于确信事物如此而陈述这些的人,从自身的内在知觉以及其他显明的事实出发,将很容易被说服承认存在着某些不可论证且自明的原理。因为那些由于疑难于谁是真理的判定者、应当遵从谁而进而确立那个主张的人,将很容易被劝服,转而相信不应寻求一切事物的论证(因为存在着某些自明且不可论证的事物),并且存在着论证的某些原理;从而也[应当承认]必须遵从关涉各领域的专门知识者及其判定。
- 4.67Εἶπε τῶν ἐκεῖνα λεγόντων ... τοὺς μὲν ... τοὺς δὲ
由主动词 Εἶπε(主语为亚里士多德)引导的间接引语。表示整体的属格短语 τῶν ἐκεῖνα λεγόντων πρὸς ἃ νῦν ποιεῖται τοὺς λόγους 在其下细分为部分宾格 τοὺς μὲν ...(不定式 γίγνεσθαι 的逻辑主语)与 τοὺς δὲ ...(不定式 πεπεῖσθαι / λέγειν / παρίστασθαι 的逻辑主语),构成对立结构。
- 4.67βέλτιον ἔχομεν ἢ ὥστε δεῖσθαι
此结构结合了表示状态的“ἔχω + 副词 (βέλτιον) + πρός + 宾格 (ἃ)”与比较级之后的“ἢ ὥστε + 不定式 (δεῖσθαι)”结果结构,意指“在状态上处于比需要关于它们的论证更好(即无需论证)的境地”。
