← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§315.27-316.29

可感觉基底物的先行性与普罗泰戈拉学说

亚历山大就《形而上学》1010b30进行注解,指出如果仅有可感觉之物存在,那么在无有灵动物时一切都将不复存在这一普罗泰戈拉派学说的荒谬推论,并论证了作为推动者和作用者的底层基础物在本性上必然先于感觉的现实活动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.66

" Ὅλως δὲ εἴπερ ἔστι τὸ αἰσθητὸν μόνον, οὐδὲν ἂν εἴη μὴ ὄντων τῶν ἐμψύχων." Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. εἰ τὸ φαινόμενον τῇ αἰσθήσει ἀληθές ἔστι, πάντως καὶ γίνεται τοῦτο τότε· οὐ γὰρ προυπαρχόντων τινῶν αἱ αἰσθήσεις κατ’ αὐτούς, ἀλλ’ ἔστι κατ’ αὐτοὺς τοῖς αἰσθητοῖς τὸ εἶναι ἐν τῇ τῶν αἰσθήσεων ἐνεργείᾳ. εἰ οὖν μηδὲν ἄλλο κατ’ αὐτοὺς ἔστιν ἢ μόνα τὰ αἰσθητά, εἰ ἀναιρεθείη ἡ αἴσθησις, οὐδὲν ἂν εἴη. ἀναιρεθείη δ’ ἄν, εἰ ἀναιρεθείη καὶ τὰ ζῷα· ἐν γὰρ τούτοις ἡ αἴσθησις· τὰ γὰρ ζῷα ἔμψυχα εἶπεν. εἰπὼν δὲ τοῦτο ἕπεσθαι αὐτοῖς, ἑξῆς προστίθησιν ὅτι τὰ μὲν πάθη τῶν αἰσθήσεων, τουτέστι τὰ αἰσθήματα καὶ τὰς ἐνεργείας αὐτῶν, μὴ ἔσεσθαι ἀναιρεθεισῶν, ἀληθές, τὸ δὲ μὴ τὰ ὑποκείμενα,1 περὶ ἃ αἱ τῶν αἰσθήσεων ἐνέργειαι, οὐκέτι ἀληθές· ψεῦδος γὰρ τὸ μηδὲ τὰ ὑποκείμενα εἶναι λέγειν, ἀφ’ ὧν ταῖς αἰσθήσεσι τὰ πάθη ἐγγίνεται, καὶ ἀδύνατον· εἰ γὰρ ἡ αἴσθησις μὴ αὑτῆς ἐστιν αἴσθησίς τε καὶ ἀντίληψις, ἄλλου δέ τινος ἐκτὸς ὄντος, ἀεὶ τὸ ποιῆσον τὴν αἴσθησιν καὶ τὸ ἐν τῇ αἰσθήσει πάθος δεῖ πρῶτον τῆς ἀντιληψομένης αὐτοῦ αἰσθήσεως εἶναι. καὶ γὰρ εἰ πρὸς ἄλληλα λέγεται τὸ κινοῦν καὶ τὸ κινούμενον καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον, καὶ συνυπάρχει καθὸ τοιαῦτα, ἀλλὰ τῇ γε φύσει πρότερον τὸ κινοῦν καὶ τὸ ποιοῦν τοῦ κινουμένου τε καὶ πάσχοντος· προυπάρχον δὲ τῆς αἰσθήσεως καὶ εἴη τ’ ἂν καὶ οὐκ αἰσθητὸν εἴη, ὥστε οὐκ ἔστιν αἰσθητόν. τοῖς οὖν οὖσι τὸ εἶναι οὐκ ἐν τῷ αἰσθητοῖς εἶναι. καὶ εἴη ἄν τὸ λεγόμενον πρὸς τὴν Πρωταγόρου δόξαν εἰρημένον, ὃς μόνα ἡγούμενος εἶναι τὰ αἰσθητά, ἔλεγεν ἐν σχέσει τῆς αἰσθήσεως ποιᾷ πρὸς τὰ ἐκτὸς ἀπογεννᾶσθαι τὰ αἰσθητά· διὸ καὶ ὁποῖον ἑκάστῳ φαίνεται, τοιοῦτον καὶ εἶναι ἐκείνῳ ἔλεγεν. εἰ δὴ τὰ αἰσθητὰ τῆς αὐτῆς φύσεώς ἐστι καὶ ταὐτὸν αὐτοῖς τό τε εἶναι καὶ τὸ αἰσθητοῖς εἶναι, εἴ γε ἐν τῇ τῆς αἰσθήσεως ἀντιλήψει τὸ εἶναι αὐτοῖς, δῆλον ὡς ἂν μὴ αἴσθησις ᾖ, οὐδὲ τῶν αἰσθητῶν τι ἔσται. οὐκ ἔσται δὲ αἴσθησις μὴ ὄντων ζῴων· ἡ γὰρ αἴσθησις ἐν τούτοις. ὅτι οὖν μὴ ἀληθὲς τοῦτο, ἔδειξεν. ἡ μὲν γὰρ ἐνέργεια ἡ κατὰ τὴν αἴσθησιν οὐκ ἔσται μὴ οὔσης αἰσθήσεως, οὐδὲ κατ’ ἐνέργειάν τι αἰσθητόν· οὐ μὴν διὰ τοῦτο καὶ τὰ ὑποκείμενα καὶ τῇ αἰσθήσει αἰσθητὰ γιγνόμενα ἀναιρεθήσεται ἃ τὴν αἴσθησιν ποιεῖ· οὐ γὰρ δὴ αἱ αἰσθήσεις αὐτῶν γίνονται,2 ἀλλ’ ὑποκειμένων τινῶν, οἷς τοῦ ὑποκεῖσθαι οὐκ ἔστιν αὕτη αἰτία, ἀλλὰ καθ’ αὑτὰ ὄντα ταῦτα καὶ ὑποκείμενα δεῖ προϋπάρχειν, ἵνα αὐτῶν ἡ αἴσθησις ἀντιλαμβάνεσθαι δύνηται. δῆλον ὅτι ἔσται καὶ τότε ἐπί τινος φύσεως, καίτοι οὐκ οὔσης οὔτε αἰσθήσεως αὐτῶν οὔτε φαντασίας τότε· ὥστε οὐ τὸ φαινόμενον ἀληθές. εἴη δ’ ἂν τὸ ἄλλως εἴπερ ἔστι τὸ αἰσθητὸν μόνον ἴσον τῷ ἄλλως τε εἴπερ ἔστι τὸ αἰσθητὸν ὂν ἐν τῇ τῆς αἰσθήσεως αὐτοῦ ἀντιλήψει μόνον.

“总括而言,如果仅有可感觉之物存在,那么在无有灵之物存在时,就没有任何事物存在了。” 他所说的意思是这样的:如果显现给感觉者是真实的,那么这在当时也无论如何都会生成;因为照他们看来,感觉并非在某些事物预先存在时才成立,而是照他们看来,对可感觉之物而言,其存在就在于感觉的现实活动之中。因此,如果照他们看来除了可感觉之物以外别无他物,那么如果感觉被消除,就没有任何事物存在了。而如果动物也被消除,感觉就会被消除;因为感觉存在于这些之中;因为他把动物称为有灵之物。在说明了这一点伴随着他们的主张之后,他接着补充道:当感觉被消除时,感觉的各种受动状态——亦即感觉内容及其活动——将不存在,这是真实的;但感觉的活动所围绕的那些底层基础物不存在,就绝非真实了;因为声称连各种受动状态在感觉中由之而产生的底层基础物也不存在,这是虚假的,而且是不可能的;因为如果感觉不是关于自身的感觉和感知,而是关于外在的某种别的事物的感知,那么必定是那将产生感觉及感觉中受动状态的事物,始终先于将感知它的感觉而存在。因为即使推动者与被推动者、作用者与受作用者是彼此相对而被述说的,并且就作为此类事物而言是共存的,但至少在本性上,推动者和作用者先于被推动者和受作用者;而在感觉之前预先存在的事物,既能够存在,又不会是可感觉的,从而它不是可感觉之物。因此,对存在者而言,其存在并不在于作为可感觉之物。而所说的话或许是针对普罗泰戈拉的见解而说的,他认为仅有可感觉之物存在,并声称可感觉之物是在感觉对外在事物的某种关系中被产生的;因此他也声称,对各人显现为何样,对那人来说它也就是何样。如果可感觉之物具有相同的本性,并且对它们而言存在与作为可感觉之物是同一的(至少如果对它们而言存在是在于感觉的感知之中),那么显然,如果没有感觉,也就不会有任何可感觉之物存在。而如果没有动物存在,也就不会有感觉;因为感觉存在于这些[动物]之中。因此,他指明了这一点不是真实的。因为依循感觉的现实活动在没有感觉时确实将不存在,在活动上可感觉的事物也决不会存在;然而底层基础物、并在感觉中成为可感觉之物、且产生感觉的事物,绝不会因此而被消除;因为感觉并不是关于自身的感觉,而是关于某些底层基础物的,对它们而言,作为底层基础的原因并不是这感觉,而是这些事物自身存在并作为底层基础必须预先存在,以便感觉能够感知它们。显然,即使那时既没有关于它们的感觉也没有表象,它们在某种本性上那时也仍然存在;所以显现者并非真实。而“以另一种方式,如果仅有可感觉之物存在”这一句,将等同于“而且以另一种方式,如果可感觉之物仅仅是在对其自身的感觉的感知之中作为存在者”。

语法注2 条
  1. 4.66τὸ δὲ μὴ τὰ ὑποκείμενα

    在对比句式“τὰ μὲν πάθη... μὴ ἔσεσθαι... ἀληθές, τὸ δὲ μὴ τὰ ὑποκείμενα [ἔσεσθαι], οὐκέτι ἀληθές”中,省略了前分句中的不定式 ἔσεσθαι。宾格主语 τὰ ὑποκείμενα 需补足此不定式短语,以完成底层基础物亦不复存在这一断言绝非真实的逻辑对比。

  2. 4.66οὐ γὰρ δὴ αἱ αἰσθήσεις αὐτῶν γίνονται

    代词 αὐτῶν 根据前文“εἰ γὰρ ἡ αἴσθησις μὴ αὑτῆς ἐστιν αἴσθησίς τε καὶ ἀντίληψις”(如果感觉并非关于自身的感觉与感知)而在语境中起反身作用,作为宾格性属格表示“关于感觉自身(αὑτῶν)”。这与紧随其后的“ἀλλ’ ὑποκειμένων τινῶν”(而是关于某些底层基础物的)形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:315.27-316.29