← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§314.29-315.26

感觉受动状态的恒常性与自相矛盾论的驳斥

亚历山大围绕亚里士多德1010b19进行疏解,指出尽管关于基础感觉对象的判断会产生分歧,但感觉中所产生的受动状态在不同时间也始终一致且不自相矛盾,并以此必然性驳斥了主张“无实体存在且一切皆自相矛盾”的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.65

" Ἀλλ’ οὐδὲ ἐν ἑτέρῳ χρόνῳ περί γε τὸ πάθος." Δείξας ὅτι ἐν τῷ αὐτῷ χρόνῳ οὐδεμία αἴσθησις τἀναντία περὶ ταὐτὰ εἶναι κρίνει, νῦν ὅτι μηδ’ ἐν ἄλλῳ χρόνῳ ποτὲ περὶ τὸ πάθος τὸ ἐγγινόμενον αὐτῇ μάχεται ἢ αὐτὴ πρὸς αὑτὴν ἢ πρὸς ἄλλην τὴν ὁμοειδῆ. οὐδὲ γὰρ ἡ γεῦσις τὸ γλυκάζεσθαι νῦν μὲν τοιοῦτον ἡγεῖται νῦν δὲ οὐ τοιοῦτον, ἀλλὰ ἀεί τε καὶ πάσαις ὅμοιον φαίνεται τὸ γλυκάζεσθαι· διακριτικὸν γὰρ αὐταῖς ἀεὶ φαίνεται καὶ προσηνές, ἀλλ’ οὐ ποτὲ μὲν διακριτικὸν ποτὲ δὲ συγκριτικόν, ἀλλὰ πάσαις ὅμοιον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν γιγνομένων παθῶν αὐταῖς κατὰ τὴν τῶν αἰσθητῶν ἀντίληψιν αἰεί τε καὶ πᾶσαι συνοδεύουσιν ἀλλήλαις, ἡ δὲ ἀμφισβήτησις αὐταῖς γίνεται περὶ τὸ ὑποκείμενον τὸ αἰσθητόν, ἀφ’ οὗ τὸ πάθος αὐταῖς ἐγγίνεται· ὁ γὰρ αὐτὸς οἶνος γλυκύς τε καὶ οὐ γλυκὺς ἐν μέρει δόξειεν ἂν τῇ αὐτῇ γεύσει, ἢ αὐτὸς μεταβάλλων, ἢ τῆς γλώττης τῆς γευομένης χυμούς τινας τοιούτους παρακειμένους ἐχούσης. ὁμοίως καὶ τὸ αὐτὸ λευκόν τε καὶ οὐ λευκὸν καὶ εὐῶδες καὶ δυσῶδες τὸ αὐτὸ φανείη ἂν τῇ αὐτῇ αἰσθήσει. οὐ μὴν ἡ εὐωδία αὐτὴ ἢ τὸ γιγνόμενον ἐν αὐτῇ πάθος ἀλλοῖον αὐτῇ φαίνεται ποτε, ἀλλ’ ὅτι ἂν καὶ ἀφ’ οὗ ἂν ἐγγένηται, καθ’ ὅμοιον τό γε ὅμοιον ἐστιν αὐτῇ·1 καθόλου γὰρ ἀνάγκη τὸ μέλλον ἀπὸ γλυκέος ἢ εὐώδους ἔσεσθαι πάθος τοιοῦτον εἶναι, καὶ ἕνα τινὰ λόγον ἔχειν δεῖ τὴν αἴσθησιν. δείξας δὲ περὶ τὰ πάθη ἀεί τε καὶ πάσας τὰς αἰσθήσεις ὁμοδόξους, καὶ ἀναγκαῖον ἕκαστον τῶν ἐγγινομένων ἐν αὐταῖς παθῶν ὅμοιον ἀεὶ καὶ ταὐτὸν εἶναι, ἐπιφέρει καὶ παρίστησιν ὡς τοῦτο ἀναιρετικόν ἐστι τῆς δόξης τῶν πάντα καὶ εἶναι καὶ μὴ εἶναι λεγόντων. ὡς γὰρ λέγουσι μηδενὸς οὐσίαν εἶναι, τουτέστι μηδὲν ἐν τῇ οὐσίᾳ κατηγορεῖσθαι, ἀλλὰ πάντα συμβεβηκότα εἶναι τὰ κατηγορούμενα, τῷ μηδὲν μᾶλλον αὐτὸ εἶναι ἢ μὴ εἶναι, τοῦτο δὲ ὃ λέγεται ἡ οὐσία μὴ εἶναι μηδενὸς λέγουσι, τῷ ἕκαστον μηδὲν μᾶλλον εἶναι λέγειν τόδε ἢ τὸ ἀντικείμενον αὐτῷ·2 ὡς δὴ τὴν οὐσίαν τὴν τῶν ὄντων ἀναιροῦσιν, οὕτω καὶ τὸ ἐξ ἀνάγκης τι εἶναι ἐκ τῆς τῶν ὄντων φύσεως ἀναιροῦσι. διὰ τοῦτο γὰρ καὶ τὸ οὐσίαν τινὸς εἶναι καὶ τὸ ἐν τῇ οὐσίᾳ κατηγορεῖσθαί τινος ἀναιροῦσιν, ὅτι κἀκεῖνο ἐξ ἀνάγκης ὑπάρχει τῷ οὗ κατηγορεῖται· τὸ γὰρ ἐξ ἀνάγκης ὂν οὐκ ἐνδέχεται καὶ οὕτως καὶ μὴ οὕτως ἔχειν, ὃ τίθενται. εἰ δὴ ὁμοδοξοῦσιν ἐν τοῖς πάθεσιν αἱ αἰσθήσεις καὶ ἐξ ἀνάγκης τὸ γλυκάζεσθαι πάθος τοιοῦτόν τί ἐστιν καὶ οὕτω διατίθησιν, οὐκ ἂν ἐνδέχοιτο καὶ μὴ οὕτω διατιθέναι. εἰ δὲ τοῦτο, οὐκ ἀληθὲς τὸ οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως ἔχειν.

“然而在另一时间,至少关于受动状态本身绝非如此。” 在指明了没有任何感觉在同一时间判定相反者存在于同一事物之中后,他现在指明,关于在自身中产生的受动状态,感觉在另一时间也决不与自身相争,亦不与同种的其他感觉相争。因为味觉决不在此时认为尝到甜味是如此这般的,在彼时又认为不是如此这般的,相反,尝到甜味对于一切[味觉]而言始终显现为相似的;因为对它们而言,它始终显现为分离性的和宜人的,绝不是此时为分离性的而彼时为凝缩性的,而是对所有[味觉]都相似。同样,在依照对感觉对象的感知而在它们之中产生的其他受动状态上,一切[感觉]也始终彼此一致,而它们之间的争执只是关于那作为基础的感觉对象本身产生的,受动状态正是从这对象而在它们之中产生;因为同一葡萄酒,或者由于自身发生变化,或者由于品尝的舌头带有附着的某些此类汁液,可能对同一味觉轮番显得既甜又不甜。同样,同一事物对同一感觉也可能显得既白又不白、既芬芳又恶臭。然而,芬芳本身或在感觉中产生的受动状态本身,对它而言决不会在某个时候显得有所不同,而是无论它是何种受动状态、从何物产生,只要依循相似之物,相似者至少对它而言存在;因为一般而言,必定从甜味或芬芳中产生的受动状态必然是如此这般的,且感觉必须具有某种单一的比例。在指明了关于各种受动状态一切感觉始终持相同意见,并且在它们之中产生的各种受动状态的每一者必然始终相似且相同时,他进而指明,这一点消解了那些主张一切事物既是又不是之人的意见。因为正如他们声称没有任何事物的实体存在,亦即没有任何事物在实体上被述说,而一切被述说者皆是附性——这是由于没有任何事物是自身胜于不是自身,而所谓实体不属于任何事物这一点,他们是通过主张每一事物是此物并不胜于是其对立面来说明的——正如他们否定了存在者的实体,他们同样也从存在者的本性中否定了某种出于必然性的存在。因为他们之所以既否定某种事物的实体的存在,又否定某物在某物的实体上被述说,正是由于那一者亦必然归属于它所被述说的对象;因为出于必然性而存在者,绝不可能如他们所设定的那样既如此又不如此。因此,如果感觉在受动状态中持相同意见,并且尝到甜味这一受动状态必然是此类事物且以这种方式加以规定,那么它就绝不可能不以这种方式加以规定。如果这一点成立,那么“如此并不胜于不如此”就不是真实的。

语法注2 条
  1. 4.65καθ’ ὅμοιον τό γε ὅμοιον ἐστιν αὐτῇ

    καθ’ ὅμοιον 是介词短语作状语(“依照相似之物/依循相似比例”),主语是 τό γε ὅμοιον(相似之物),谓语是 ἐστιν αὐτῇ(对其存在/向其显现)。它表明即使外在对象发生差异,只要相似性质发生作用,所产生的受动状态本身对感觉而言就始终表现为相似的。

  2. 4.65ὡς γὰρ λέγουσι μηδενὸς οὐσίαν εἶναι, τουτέστι μηδὲν ἐν τῇ οὐσίᾳ κατηγορεῖσθαι, ἀλλὰ πάντα συμβεβηκότα εἶναι τὰ κατηγορούμενα, τῷ μηδὲν μᾶλλον αὐτὸ εἶναι ἢ μὴ εἶναι, τοῦτο δὲ ὃ λέγεται ἡ οὐσία μὴ εἶναι μηδενὸς λέγουσι, τῷ ἕκαστον μηδὲν μᾶλλον εἶναι λέγειν τόδε ἢ τὸ ἀντικείμενον αὐτῷ·

    句首的比较从句 ὡς γὰρ λέγουσι...(“因为正如他们声称……”)中间插入了补充说明的分句 τοῦτο δὲ ὃ λέγεται... λέγουσι,并由后一句的 ὡς δὴ... οὕτω καὶ... 重新接续,而两处 λέγουσι 之后各自带有表示原因的与格不定式短语(τῷ μηδὲν μᾶλλον... 与 τῷ ἕκαστον μηδὲν μᾶλλον...)。每一处 τῷ +不定式都解释了论敌否定实体的理由(即认为一事物是其自身“并不胜于”不是其自身的无差别命题)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:314.29-315.26