- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:313.18-314.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在1010b14中指出感觉关于非本己对象与本己对象、或不同距离的对象并非同样权威,亚历山大详细阐释了其论据,并指出该论证既反驳了普罗泰戈拉派关于一切表象皆为真的主张,也反驳了自然哲学家关于矛盾对立可同时为真的观点。
" Ἔτι δὲ ἐπ’ αὐτῶν τῶν αἰσθήσεων οὐχ ὁμοίως κυρία ἡ τοῦ ἀλλοτρίου καὶ ἰδίου ἢ τοῦ πλησίον καὶ τοῦ αὐτῆς." Ὃ εἶπεν ὅτι ἡ αἴσθησις ἐν τοῖς ἰδίοις ἐστὶν ἀληθὴς μόνοις ἀλλ’ οὐκ ἐν πᾶσι, τοῦτο νῦν δείκνυσιν. πρῶτον μὲν γὰρ ἔλαβεν ὅτι εἰ καὶ ἡ αἴσθησις, οὐ πάντως ἤδη καὶ αἱ φαντασίαι· οὐ γὰρ ταὐτὸν αἴσθησίς τε καὶ φαντασία. νῦν δὲ ὅτι μηδὲ αἱ αἰσθήσεις ὁμοίως περὶ πάντων ἀληθεύουσιν, ὡς προεῖπε, παρίστησιν· οὐ γὰρ ὁμοίως ἔχουσι περὶ τὰ ἴδια καὶ ἀλλότρια, ἀλλ’ ἡ μὲν γεῦσις περὶ τὰ γευστά, τουτέστι περὶ τοὺς χυμούς, ὧν οὐκ ἔστιν ὄψις, ἡ δὲ ὄψις περὶ τὰ χρώματα, ὧν οὐκ ἔστι γεῦσις. διὸ ὅταν τῇ ὄψει ὠχρόν τι θεωροῦσι φανῇ εἶναι τοῦτο γλυκύ, οὐκ ἀξιόπιστον αὐτὴν ἡγούμεθα, οὐδὲ ἀληθῆ τὴν τοιαύτην φαντασίαν εἶναί φαμεν, ἀλλὰ τὴν γεῦσιν εἰς κρίσιν αὐτοῦ, εἴτε γλυκὺ εἴτε μὴ γλυκύ, παραλαμβάνομεν. λέγοιτο δ’ ἂν ἀλλότριά πως ἑκάστῃ τῶν αἰσθήσεων καὶ τὰ κοινά· οὐ γὰρ ὁμοίως ἀληθεύουσιν αἱ αἰσθήσεις1 περί τε τὰ ἴδια καὶ περὶ τὰ κοινά, ἀλλὰ πλεῖστα σφάλλονται περὶ τὰ κοινά. ἀλλ’ οὐδὲ περὶ τὰ ἴδια αἱ αἰσθήσεις ὁμοίως ἔχουσιν ἐγγύς τε ὄντα καὶ πόρρωθεν, ὡς προεῖπεν ἤδη· περὶ γὰρ χρῶμα ἡ ὄψις οὖσα ἀληθεύει περὶ αὐτό, ἂν ᾖ ἀπὸ συμμέτρου διαστήματος καὶ μὴ πόρρω· ὁμοίως καὶ ἀκοὴ περὶ ψόφον καὶ ὄσφρησις περὶ ὀσμήν· οὐδὲ γὰρ τῶν ἰδίων ὁπωσοῦν ἐχόντων ἢ ὁπουδήποτε κειμένων αἱ αἰσθήσεις εἰσὶ κριτικαί. τὸ δὲ ἢ τοῦ πλησίον καὶ τοῦ αὐτῆς ἴσον ἂν εἴη καὶ τοῦ αὐτῆς ἢ τοῦ πλησίον ἢ τοῦ πόρρω· τοῦτο γὰρ δεῖ προσυπακούειν τῇ λέξει.2 ὧν ἑκάστη ἐν τῷ αὐτῷ χρόνῳ περὶ τὸ αὐτὸ οὐδέ ποτε φησιν ἅμα οὕτως καὶ οὐχ οὕτως ἔχειν.3 ταῦτα καὶ τὰ ἑξῆς πάλιν δόξει μὲν λέγειν πρὸς τοὺς περὶ Δημόκριτον καὶ Ἡράκλειτον τοὺς ταὐτὸν καὶ εἶναι καὶ μὴ εἶναι λέγοντας ἅμα καὶ διὰ τοῦτο τὴν ἀντίφασιν συναληθεύειν τιθεμένους· διὰ δὲ τῶν αἰσθήσεών τε καὶ αἰσθητῶν ἀμφοτέρους ἐλέγχειν δοκεῖ τούς τε πᾶσαν φαντασίαν ἀληθῆ λέγοντας καὶ τοὺς ἐπὶ παντὸς τὴν ἀντίφασιν ἅμα ἀληθῆ τιθεμένους, οἷς προσχρησάμενοι ταῦτα ἐτίθεντο, διὰ τούτων ἐλέγχων αὐτοὺς ὡς οὐ δεόντως λέγοντας. τοὺς μὲν γὰρ πᾶσαν φαντασίαν ἀληθῆ τιθεμένους διὰ τὸ τὰς αἰσθήσεις πάσας ἀληθεύειν ὑπολαμβάνειν, ἤλεγξε δείξας ὅτι μὴ πᾶσα αἴσθησις ἀληθής· οὔτε γὰρ αἱ τῶν ἀλλοτρίων οὔτε αἱ τῶν οἰκείων μέν, μὴ ἀπὸ συμμέτρου δὲ διαστήματος ἀληθεῖς, ἀλλ’ οὐδὲ αἱ τῶν νοσούντων. τοὺς δὲ διὰ τὴν συνεχῆ ῥύσιν καὶ διὰ τὸ ἐκ τῶν αὐτῶν τἀναντία γίνεσθαι καὶ διὰ τὸ μὴ ἀληθεύειν μηδὲ καταλαμβάνεσθαι τὰς αἰσθήσεις τῷ ἄλλοτε ἄλλως ὑπὸ τῶν αἰσθητῶν κινεῖσθαί τε καὶ πάσχειν ἀναιροῦντας κατάληψιν καὶ τὴν ἀντίφασιν ἀληθῆ λέγοντας, ἐλέγχει δεικνὺς ἀληθευούσας ἔν τισι τὰς αἰσθήσεις, ἐν οἷς οὐχ οἷόν τε ἔτι λέγειν τὴν ἀντίφασιν ἅμα εἶναι ἀληθῆ. οὐδεμία γὰρ αἴσθησις ἐν τῷ αὐτῷ χρόνῳ τὸ αὐτὸ εἶναί τε τοιοῦτον καὶ μὴ εἶναι μηνύει, οἷον ἅμα λευκὸν καὶ μέλαν τὸ αὐτό, ἢ ἅμα γλυκὺ καὶ πικρὸν τὸ αὐτό· ὥστε εἰ δεῖ ταῖς αἰσθήσεσιν ἐπακολουθεῖν, οὐχ ἅμα ἂν εἴη τἀναντία, οὐδὲ ἡ ἀντίφασις ἅμα ἀληθής. καὶ ταῦτα δ’ ἂν ἁρμόζοι τοῖς τὰς φαντασίας εἶναι ἀληθεῖς λέγουσιν, ὅτι καὶ αἱ αἰσθήσεις, εἴ γε δεῖ ταῖς αἰσθήσεσιν ἐπακολουθεῖν, οὐδεμία δὲ αἴσθησις ἅμα οὕτω τε καὶ οὐχ οὕτως ἔχειν ὃ αἰσθάνεται μηνύει· ὥστε εἰ οὕτως αἱ αἰσθήσεις, οὕτως ἂν καὶ αἱ φαντασίαι ἔχοιεν. οὕτως δὲ οὐκ ἀληθὲς ἔσται ἔτι τὸ τὰς ἀντικειμένας φαντασίας ἅμα ἀληθεῖς εἶναι.
“此外,在感觉本身之中,关于非本己对象与关于本己对象的感觉,或者关于邻近对象与关于其自身对象的感觉,并非同样具有权威。” 他所说过的“感觉仅在涉及本己对象时为真,并非在涉及一切对象时皆为真”,这一点他现在予以指明。因为首先他设定了:即使感觉[为真],也决不立刻就是表象亦[为真];因为感觉与表象并非同一回事。而现在,正如他此前所说,他论证了甚至各种感觉关于一切事物也并非同样言说真实;因为它们关于本己对象与非本己对象并非处于同样状态,而是味觉涉及尝知之物,即涉及汁液(视知觉不涉及汁液),而视知觉涉及颜色(味觉不涉及颜色)。因此,当人们观看某种淡黄之物,通过视知觉显现出这东西是甜的时候,我们并不认为这种视知觉是可靠的,也不说这样的表象是真实的,而是引入味觉来对它进行评判,看它是甜还是不甜。而且共同感觉对象在某种意义上也可被称为对每种感觉而言是非本己的;因为感觉关于本己对象与关于共同对象并非同样言说真实,反而在涉及共同对象时发生最多差错。但正如他此前已经说过的,感觉关于本己对象在靠近时与在远处也并非处于同样状态;因为视知觉虽然是关于颜色的,但只有在处于适度距离且并非遥远时,它才关于颜色言说真实;听觉关于声音、嗅觉关于气味亦同样如此;因为当本己对象无论处于何种状态或位于何处时,感觉并非皆能胜任评判。而“或者关于邻近对象与关于其自身对象的感觉”,就等于说“关于其自身对象的感觉,或者关于邻近的、或者关于遥远对象的感觉”;因为必须在这一文句中暗中补足这一点。“其中每一感觉在同一时间关于同一事物决不表明同时既如此又不如此。”人们或许会认为,这些以及随后的言论又是针对德谟克利特和赫拉克利特的追随者而发的——那些人主张同一事物同时既是又不是,并因此设定矛盾对立双方同时为真;但他似乎通过各种感觉与感觉对象,同时论驳了声称一切表象皆为真的人,以及主张在一切情况下矛盾对立双方皆同时为真的人,正是通过他们据以设定这些观点的事物本身,他论驳了他们,指出他们言之无当。因为对于那些由于假定一切感觉皆言说真实因而设定一切表象皆为真的人,他通过指明并非一切感觉皆为真而论驳了他们;因为既非关于非本己对象的感觉为真,也非关于本己对象但非处于适度距离的感觉为真,更非患病者的感觉为真。而对于那些由于持续的流变、由于相反者从同一事物中生成、以及由于感觉因在不同时间受到感觉对象不同方式的推动与受动而既不言说真实亦无法把握,从而取消把握并声称矛盾对立双方皆为真的人,他通过指明感觉在某些情况下言说真实而论驳了他们,在这些情况下,绝不可能再说矛盾对立双方同时为真。因为没有任何感觉在同一时间指示同一事物既是如此又不是如此,例如指示同一事物同时既白又黑,或同一事物同时既甜又苦;因此,如果必须依循感觉,相反者就不会同时存在,矛盾对立双方也不会同时为真。而这些道理也同样适用于以感觉亦〔为真〕为由声称表象为真的人,如果确实必须依循感觉,而没有任何感觉指示它所感知的东西同时既如此又不如此;因此,如果感觉如此,表象也将如此。这样一来,对立的表象同时为真这一说法就将不再是真实的了。
- 4.64τοὺς δὲ διὰ τὴν συνεχῆ ῥύσιν καὶ διὰ τὸ ἐκ τῶν αὐτῶν τἀναντία γίνεσθαι καὶ διὰ τὸ μὴ ἀληθεύειν μηδὲ καταλαμβάνεσθαι τὰς αἰσθήσεις τῷ ἄλλοτε ἄλλως ὑπὸ τῶν αἰσθητῶν κινεῖσθαί τε καὶ πάσχειν ἀναιροῦντας κατάληψιν καὶ τὴν ἀντίφασιν ἀληθῆ λέγοντας, ἐλέγχει δεικνὺς ἀληθευούσας ἔν τισι τὰς αἰσθήσεις
长距离倒置(hyperbaton)句式。主句动词 ἐλέγχει(他论驳)的直接宾语 τοὺς ... ἀναιροῦντας ... λέγοντας(那些取消……并主张……的人)被三个由 διά 引导的表原因的介词短语大幅分隔开。其中第三个 διά 结构内还嵌套了由与格冠词不定式(τῷ ... κινεῖσθαί τε καὶ πάσχειν)构成的修饰从句。
- 4.64τὸ δὲ ἢ τοῦ πλησίον καὶ τοῦ αὐτῆς ἴσον ἂν εἴη καὶ τοῦ αὐτῆς ἢ τοῦ πλησίον ἢ τοῦ πόρρω· τοῦτο γὰρ δεῖ προσυπακούειν τῇ λέξει.
对亚里士多德原句“ἢ τοῦ πλησίον καὶ τοῦ αὐτῆς”的解释。亚历山大基于其与前文“本己与非本己对象”的对应关系以及此前关于距离的论述(1010b4-5),认为在此文句中应当暗中补足(προσυπακούειν)“ἢ τοῦ πόρρω”(或远处对象)来加以理解。
- 4.64ὧν ἑκάστη ἐν τῷ αὐτῷ χρόνῳ περὶ τὸ αὐτὸ οὐδέ ποτε φησιν ἅμα οὕτως καὶ οὐχ οὕτως ἔχειν.
对亚里士多德《形而上学》1010b18-19原文的引述与概括。关系代词 ὧν 的先行词是前文所论及的 αἰσθήσεις(诸感觉)。该句作为类似引文的独立语句出现,其内容被后一句中的指示代词 ταῦτα 所承接指代。
