- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:312.11-313.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就《形而上学》1010b3进行注解,通过指出在正常状态下的感觉(近距离、健康、清醒)在实践中总是被优先认可,以及医生与外行人对未来的预判具有优劣之别,从而驳斥了一切显现和表象皆为真的观点。
" Εἶτ’ ἄξιον θαυμάσαι εἰ τοῦτο ἀποροῦσι, πότερον τηλικαῦτά ἐστι τὰ μεγέθη καὶ τὰ χρώματα τοιαῦτα." Διὰ τούτων καὶ τῶν ἑξῆς ἐπὶ τὰ ἐναργῆ ἄγων δείκνυσι τὴν δόξαν τὴν προκειμένην, † ἣν ἀρχὴν μὲν ἦν ἐφιστὰς αὐτοὺς διὰ τῶν ἐναργῶν, ὅτι μὴ ἀληθὴς ἡ δόξα αὐτῶν. οὔτε γὰρ περὶ μεγεθῶν ἀπορήσαι ἄν τις, πηλίκα ἐστὶ τὰ μεγέθη, πότερον ἡλίκα τοῖς πόρρωθεν ὁρῶσι φαίνεται ἢ ἡλίκα τοῖς ἐγγύθεν, οὔτε περὶ χρωμάτων, ἵνα ἀπορήσας καὶ λαβὼν διὰ τὴν ἀπορίαν τὸ ὅτι οὐδὲν μᾶλλον τὰ τοῖς ἐγγύθεν ὁρῶσιν ἢ τὰ τοῖς πόρρω εὔλογον εἶναι1 ἀληθῆ, οὕτως τιθείη ἑκάστῳ τὸ φαινόμενον ἀληθὲς εἶναι· ἀλλ’ οὐδὲ περὶ τοῦ πότερον τοῖς ὑγιαίνουσιν ἢ τοῖς κάμνουσι τὰ φαινόμενα ἀληθέστερα, οἷον τὰ τοῖς ἰκτέρῳ ἐχομένοις ἢ φρενίτιδι. ἀλλ’ οὐδὲ περὶ βαρυτέρων, εἰ τὰ τοῖς κάμνουσι βαρύτερά ἐστιν ἢ τὰ τοῖς ἰσχύουσιν. ἀλλ’ οὐδὲ πότερον ἀληθῆ ἐστι τὰ τοῖς ἐγρηγορόσι φαινόμενα ἢ τὰ τοῖς κοιμωμένοις· καὶ πᾶσι γὰρ πρόδηλον τοῦτο, ὅτι τὰ τοῖς ἐγγύθεν ὁρῶσι φαινόμενα μᾶλλόν ἐστι τοιαῦτα καὶ τὰ τοῖς ὑγιαίνουσι καὶ τὰ τοῖς ἰσχύουσι καὶ τὰ τοῖς ἐγρηγορόσιν. εἰ δὲ τοῦτο, οὐ πᾶσα φαντασία ἀληθής. οὐδὲ γὰρ οἱ ἀπὸ τούτων κρίνοντες τῷ πλήθει κρίνουσιν, ὡς πρὸ ὀλίγου ἐμέμνητο ὡς λεγόντων αὐτῶν πᾶσαν φαντασίαν ἀληθῆ τιθεμένων, ἀλλὰ τῷ κατὰ φύσιν ἔχοντι λαμβανομένων.2 τοιοῦτος γὰρ ὁ ἐγγύθεν καὶ ἀπὸ τοῦ συμμέτρου ὁρῶν, ἀφ’ οὗ πέφυκεν ὁρᾶσθαι τὰ ὁρώμενα, τοιοῦτος ὁ ὑγιαίνων, τοιοῦτος ὁ ἰσχύων, τοιοῦτος ὁ ἐγρηγορὼς πρὸς ἀντίληψιν· οὐδὲ γὰρ αὐτοὶ οἱ ταῦτα τιθέμενοι περὶ τούτων ζητοῦσι παρ’ αὑτοῖς, ὡς οἷόν τε καὶ ἄλλως ἔχειν. καὶ σημεῖον τούτου τὸ τὰς πράξεις αὐτοὺς κατὰ θάτερα αὐτῶν ποιεῖσθαι· οὐδεὶς γὰρ τῶν ταῦτα λεγόντων ἐν Λιβύῃ ὤν, ὄναρ αὐτὸν εἰ δηλώσει ἐν Ἀθήναις εἶναι,3 ἐπὶ τὸ Ἀθήνησιν ᾠδεῖον ἐπείγεται, ἀλλ’ εἰσὶ πεπεισμένοι ὅτι ὃ μὲν εἶδεν ὄναρ ψευδὲς ἦν, τὸ δὲ ἐγρηγορόσι φαινόμενον αὑτοῖς ἀληθὲς τίθενται. ἐλέγχει δὲ αὐτοὺς μὴ ὑγιῶς λέγοντας τὸ ἅπασαν φαντασίαν ἀληθῆ εἶναι καὶ ἐκ τῶν περὶ τοῦ μέλλοντος δοξαζομένων τε καὶ φαινομένων, καθὰ καὶ Πλάτων ἤλεγξε τὴν δόξαν ἐν τῷ Πρωταγόρᾳ. εἰ γὰρ ἦν πᾶσα δόξα ἀληθής, ἔδει καὶ περὶ τῶν εἰς τὸ μέλλον γιγνομένων δοξῶν περὶ ὑγείας ὑπὸ ἰατροῦ καὶ ἰδιώτου μηδὲν μᾶλλον τὴν ἑτέραν τῆς ἑτέρας ἀληθῆ εἶναι. νῦν δὲ κυριωτέρα ἡ τοῦ ἰατροῦ· προειπόντος γὰρ καὶ προδοξάσαντος τοῦ μὲν ὑγιαίνειν τὸν νοσοῦντα τοῦ δὲ τεθνήξεσθαι, ἐνστάντος τοῦ καιροῦ τῆς ἐκβάσεως οὐδὲ τῷ ἰδιώτῃ προδοξάσαντι τὸ τεθνήξεσθαι τὸν κάμνοντα τεθνάναι δοκεῖ, ἀλλ’ ὑγιαίνειν αὐτὸν δοξάσει, ὃ ἦν ὑπὸ ἰατροῦ προδεδοξασμένον. ἀλλὰ κἂν ὁ μὲν ἰατρὸς νοσεῖν τινα προδοξάσῃ ὁ δὲ ἰδιώτης μή, ἢ ἀνάπαλιν, ἡ ὑπὸ τοῦ ἰατροῦ δόξα πρὸς ἀλήθειαν κυριωτέρα. ὥστε καὶ αὐτοὶ ὁμολογοῦσιν οἱ ἰδιῶται μὴ εἶναι τὰς ἰδίας δόξας τὰς περὶ τῶν μελλόντων ἀληθεῖς· εἰ δὲ τοῦτο, οὐ πᾶσα φαντασία ἀληθής.
“其次,如果他们对这一点感到困惑,即大小是否如这么大,颜色是否如这种样态,那是值得惊异的。” 通过这些以及其后的论证,他引导他们走向明显的事物,关于当前讨论的意见,通过明显的事物引起他们的注意,指明他们的意见并非真实。因为没有人会对大小——大小究竟有多大,是如从远处看的人所显现的那么大,还是如从近处看的人所显现的那么大——感到困惑,也不会对颜色感到困惑,以便陷入困惑并通过这种困惑认定:显现给从近处看的人的事物比显现给从远处看的人的事物为真并不更合乎情理,从而就这样设定对每个人显现的事物皆为真;但也不会对究竟是显现给健康人还是显现给患病者(例如被黄疸或狂乱所缠住的人)的事物更为真实感到困惑。但对于更重的事物,究竟是对患病者而言更重还是对强壮者而言更重,也不会感到困惑。但对于显现给清醒者还是显现给睡眠者的事物为真,也不会感到困惑;因为对所有人而言这也是昭然若揭的:显现给从近处看的人的事物更倾向于是那样的,显现给健康人的、显现给强壮人的以及显现给清醒人的亦然。如果这是这样,那么并非一切表象皆为真。因为根据这些情况作出评判的人并不是根据多数来评判的——正如他不久前所提及的那些设定一切表象皆为真的人所言那样——而是根据处于自然状态者,在[事物]被把握时作出评判的。因为从近处且从可见之物本性上被看见的适度距离观看的人正是如此,健康者、强壮者、为了把握而清醒者亦是如此;因为即便那些设定这些主张的人,自己内心深处也不会把这些事物当作可能具有别样样态而去探求。这一点的标志在于:他们根据两者中的一方来实施自己的行动;因为主张这些观点的人中,没有任何人身在利比亚,如果梦境向他表明他身在雅典,就会急忙赶往雅典的音乐堂,相反他们深信在梦中所见的乃是虚妄,而将清醒时显现给自己的事物设定为真实。而且,根据关于未来所形成的意见和显现的事物,他也论驳了那些不合情理地主张一切表象皆为真的人,正如柏拉图在《普罗泰戈拉篇》中亦曾论驳过这种意见那样。因为如果一切意见皆为真,那么在由医生和外行人就健康针对未来所形成的意见中,也应当是任何一方并不比另一方更具有真实性。但事实上医生的意见更具有权威性;因为当一方预言并预先认为病人将康复,而另一方[预言并预先认为病人]将死去时,一旦结局的关头到来,即便对于预先认为病人将死的外行人而言,也不会觉得他已经死去,反而会认为他是健康的——而这正是医生所预先认定的。而且,即便医生预先认为某人将患病而外行人认为不会,或者反过来,医生所形成的意见在真理性上也更具有权威性。因此外行人自己也承认他们关于未来事物的自身意见并非真实;如果这是这样,那么并非一切表象皆为真。
- 4.63ἵνα ἀπορήσας καὶ λαβὼν διὰ τὴν ἀπορίαν τὸ ὅτι οὐδὲν μᾶλλον τὰ τοῖς ἐγγύθεν ὁρῶσιν ἢ τὰ τοῖς πόρρω εὔλογον εἶναι ἀληθῆ, οὕτως τιθείη ἑκάστῳ τὸ φαινόμενον ἀληθὲς εἶναι
带祈愿语气 τιθείη 的 ἵνα 从句依附于前文的潜能祈愿语气 οὔτε γὰρ περὶ μεγεθῶν ἀπορήσαι ἄν τις ... οὔτε περὶ χρωμάτων。它在否定句的语境中充当目的从句,表达一种荒谬的意图或归宿:“以便在陷入困惑并得出……结论后,就这样设定对每个人显现者皆为真[绝没有人会为了这个目的而感到困惑]”。
- 4.63ἀλλὰ τῷ κατὰ φύσιν ἔχοντι λαμβανομένων
与格短语 τῷ κατὰ φύσιν ἔχοντι 与前文的 τῷ πλήθει 相对相应,表示评判的准则(“根据处于自然状态者”)。其后的属格分词 λαμβανομένων 则作为独立属格结构,指明对象被感知或把握时的情境条件。
- 4.63ὄναρ αὐτὸν εἰ δηλώσει ἐν Ἀθήναις εἶναι
此处出现了倒装(hyperbaton),连词 εἰ 置于 ὄναρ αὐτὸν 之后。在该结构中,ὄναρ(梦)作为动词 δηλώσει 的主语,宾格 αὐτόν 则是不定式 εἶναι 的逻辑主语(即“如果梦向他表明他身在雅典”)。
