← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§310.34-312.10

不动实体的要求与一切显现皆真说的批判

亚历山大注解了亚里士多德《形而上学》伽玛卷第5章的内容:亚里士多德通过要求设定不动实体以及推导出万物静止来驳斥连续流变说,随后通过区分感觉与表象,开始批判一切显现皆为真的立场。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.61

" Ἔτι δὲ δῆλον ὅτι καὶ πρὸς τούτους ταὐτὰ τοῖς πάλαι λεχθεῖσιν ἐροῦμεν." Λέγων πρὸς τοὺς πάντα ἐν πᾶσιν οἰομένους εἶναι διὰ τὸ πάντα ἐκ πάντων γινόμενα ὁρᾶν, προσέθηκε καὶ τοῦτο, ὅτι ἀξιοῦμεν αὐτοὺς ὑπολαμβάνειν καὶ ἄλλην οὐσίαν τῶν ὄντων εἶναι, ᾗ οὔτε κίνησις ὑπάρχει οὔτε φθορὰ οὔτε γένεσις τὸ παράπαν,1 δι’ ἃ ᾤοντο ἅμα τὴν ἀντίφασιν ἑκάστου τῶν ὄντων ἀληθῆ γίνεσθαι. τὸ αὐτὸ δὴ τοῦτο καὶ πρὸς τούτους ῥητέον, φησί, καὶ δεικτέον αὐτοῖς καὶ πειστέον αὐτοὺς τῷ λόγῳ ὅτι ἔστι τις ἐν τοῖς οὖσι καὶ ἀκίνητος παντάπασιν καὶ ἀμετάβλητος φύσις· οὐδὲ γὰρ τῶν ἐν κινήσει καὶ μεταβολῇ ὄντων τὴν ἀρχήν τι ἦν, εἰ μή τις ἦν ἀκίνητος καὶ ἀσώματος φύσις, αἰτία τῆς τῶν ἄλλων κινήσεως. εἰπὼν δὲ ταῦτα δείκνυσιν ἑξῆς, ἐξ ὧν αὐτοὶ λέγουσιν οἱ πάντα εἶναί τε καὶ μὴ εἶναι λέγοντες (οὗτοι δέ εἰσιν οἱ τὴν ἀντίφασιν ἐπὶ παντὸς ὁμοίως ἀληθῆ λέγοντες), ὅτι μᾶλλον ἂν κατ’ αὐτοὺς πάντα εἴη ἠρεμοῦντα ἢ μεταβάλλοντά τε καὶ κινούμενα. εἰ γὰρ τὰ μεταβάλλοντα εἰς ἃ μὴ ἔστι μεταβάλλει, καθ’ οὓς ἕκαστον τῶν ὄντων πάντα ἐστίν, ὡς μηδὲν αὐτοῦ ἐκτὸς εἶναι, κατὰ τούτους πάντα ἂν ἠρεμοίη. πάντα δὲ ἐν ἑκάστῳ τῶν ὄντων ἐστί, καθ’ οὓς ἐπὶ παντὸς πᾶσα ἀντίφασις ἀληθής. εἰ γὰρ ἕκαστον τῶν ὄντων ὁμοίως ἔστι τε καὶ οὐκ ἔστι, καὶ πάντα ἐν πᾶσιν ἔστι καὶ οὐ ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστιν, οὐδὲ ποτὲ μὲν μᾶλλον ἔστι ποτὲ δὲ ἧττον ἔστιν ἢ οὐκ ἔστι, ἠρεμοίη ἂν τὸ πᾶν εἰς οὐδὲν μεταβάλλον τῷ τὴν αὐτὴν ὁμοιότητα μένειν τοῦ εἶναί τε καὶ μὴ εἶναι καὶ τῷ πάντα ἔχον ἕκαστον ἐν ἑαυτῷ μὴ ἔχειν ἐκτός τι αὐτοῦ,2 εἰς ὃ μεταβάλλει. εἰπὼν δὲ ταῦτα πρὸς τοὺς πάντα κινεῖσθαι ἀεὶ συνεχῶς λέγοντας καὶ διὰ τοῦτο μηδὲ καταληπτὸν εἶναί τι ἡγουμένους, δείξας δὲ ἐκ περιουσίας ἑπόμενον τοῖς τὴν ἀντίφασιν ἐπὶ παντὸς ἀληθῆ λέγουσι τὸ ἕπεσθαι αὐτοῖς τὸ πάντα ἠρεμεῖν λέγειν, ἑξῆς λέγει πρὸς τοὺς πᾶσαν φαντασίαν ἀληθῆ τιθεμένους.

“此外,显然对于这些人,我们也将说出与先前所言相同的话。” 针对那些因目睹万物从万物中生成而认为万物存在于万物之中的人,他补充道:我们要求他们假定存在者中还存在着另一种实体,根本没有任何运动、消亡或生成属于它——正是由于这些[运动、消亡和生成],他们才认为关于每一存在者的矛盾陈述同时为真。他说,这完全相同的一点也必须对这些人说,并且必须向他们指明,用论证说服他们:在存在者中存在着某种完全不动且不变的本性。因为如果不存在某种作为他物运动之原因的不动且非物体的本性,那些处于运动和变化之中的事物起初就根本不会有任何东西存在。在说了这些之后,他接着根据那些主张万物既存在又不存在的人(这些人就是主张矛盾陈述在一切事物上同等为真的人)自身所言指明:按照他们的观点,万物宁可说是处于静止之中,而不是处于变化和运动之中。因为,如果变化之物是向着其所不是的事物变化,而按照那些认为每一存在者皆是万物以至于其外无物的人的说法,对于他们而言万物都将处于静止。而按照那些认为关于一切事物的每个矛盾陈述都为真的人的说法,万物存在于每一存在者之中。因为如果每一存在者同等地既存在又不存在,且万物存在于万物之中,并非有时存在而有时不存在,亦非有时较多存在而有时较少存在或不存在,那么由于存在与不存在的同一的同等性得以留存,并且由于每一事物在其自身内拥有万物而在其自身之外没有任何可向其变化之物,整个总体就将不向任何事物变化而处于静止。在针对那些主张万物始终处于连续运动之中并因此认为没有任何事物可知的人说了这些话,并额外指明了对于那些主张矛盾陈述在一切事物上为真的人而言必然随之得出万物静止之后,他接着针对那些设定一切表象皆为真的人进行论述。

§4.62

"Περὶ δὲ τῆς ἀληθείας, ὡς οὐ πᾶν τὸ φαινόμενον ἀληθές, πρῶτον μὲν ὅτι οὐδὲ ἡ αἴσθησις ψευδὴς τοῦ ἰδίου ἐστίν." Διαλέγεται πρὸς τοὺς πᾶν τὸ φαινόμενον ἀληθὲς λέγοντας (τοῦτο γὰρ σημαίνει τὸ περὶ δὲ τῆς ἀληθείας ῥητόν), δεικνὺς ὅτι μὴ πᾶν ἐστιν ἀληθές, πρῶτον μὲν ὅτι οὐκ εἰ ἡ αἴσθησις ἐν τοῖς ἰδίοις αἰσθητοῖς μὴ διαψεύδεται, ἤδη οὐδὲ ἡ φαντασία. λέγοι δ’ ἂν καὶ ὡς αὐτῷ δοκοῦν, λέγοι δ’ ἂν καὶ ὡς ἐκείνοις, διὰ τούτου καὶ τὸ τὴν φαντασίαν ἀληθῆ εἶναι κατασκευάζοντας. ὃ δὲ λέγει ἐστὶν ὅτι μηδὲ ἡ αἴσθησις ἐν πᾶσιν ἀληθής, ἀλλ’ ἐν τοῖς ἰδίοις μόνοις· τοῦ γὰρ ἰδίου οὐκ ἔστι ψευδής· ὥστε εἰ καὶ ταὐτὸν ἦν αἴσθησίς τε καὶ φαντασία, οὐ πᾶσα φαντασία γίνεται ἀληθής, ἀλλὰ ἡ τῶν ἰδίων καὶ οἰκείων ἑκάστῃ αἰσθήσει. ἔπειτα ὅτι οὐδὲ ἡ φαντασία ταὐτὸν τῇ αἰσθήσει· ὥστε οὐκ ἂν εἰ ἡ αἴσθησις ἀληθής, ἤδη καὶ ἡ φαντασία· οὐ γὰρ ὁμοίως τῇ αἰσθήσει ἀληθεύει. οὐ γάρ ἐστι ταὐτὸν αἴσθησίς τε καὶ φαντασία· ἡ μὲν γὰρ αἴσθησις ἀντίληψίς ἐστι τῶν αἰσθητῶν παρόντων καὶ ἐκτὸς ὄντων τῶν αἰσθητηρίων, ἡ δὲ φαντασία κίνησις τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, ἣν κίνησιν τὴν ἀπὸ τῶν αἰσθητῶν τύπων ἐγγινομένων ἄλλοτε ἄλλως γίνεσθαι συμβαίνει,3 ὡς ἔν τε τοῖς Περὶ ψυχῆς δέδεικται καὶ ἐν τῷ Περὶ μνήμης καὶ ὕπνου. ὅτι γὰρ μὴ ταὐτά, δῆλον ἐκ τοῦ φαντασιοῦσθαι μὲν καὶ ἐφ’ ἡμῖν εἶναι, αἰσθάνεσθαι δὲ μὴ ἐφ’ ἡμῖν, καὶ φαντασιοῦσθαι μὲν καὶ ὅτε μὴ αἰσθανόμεθα (καὶ γὰρ κοιμώμενοι φαντασιούμεθα), αἰσθάνεσθαι δὲ μὴ αἰσθανομένους ἀδύνατον. καὶ ἡ μὲν αἴσθησις παρόντων, ὡς εἶπον, ἡ δὲ φαντασία καὶ μὴ παρόντων τῶν πραγμάτων.

“关于真理,即并非一切显现者皆为真,首先在于:即使感觉就其固有对象而言也不是虚假的。” 他是在针对那些主张一切显现者皆为真的人进行对话(因为“关于真理”这一措辞所指的就是这一点),指明并非一切皆为真,首先是因为:并非如果感觉在其固有可感觉对象上不被欺骗,表象立刻也就不会被欺骗。他既可以被理解为是在按照自己所认为的方式说话,也可以被理解为是在按照那些通过这一点来确立表象亦为真的人所认为的方式说话。而他所说的意思是:即使是感觉也并非在一切事物上都是真的,而仅在其固有对象上是真的;因为就其固有对象而言,它不是虚假的。因此,即便感觉与表象是同一的,也并非一切表象都成为真的,而唯有关于每一感觉之固有且专属对象的表象才是真的。其次,[他指明]因为表象也与感觉并不相同;从而并非若感觉为真,表象便立刻也为真;因为表象并不像感觉那样同等地合乎真理。因为感觉与表象并不是同一回事。感觉是对现前且处于感觉器官之外的可感觉对象的把握,而表象则是现实感觉的运动,这种源自所产生的可感觉印记的运动在不同的时候以不同的方式发生,正如在《论灵魂》以及《论记忆与睡眠》中所证明的那样。因为两者并非同一是显而易见的:表象处于我们的掌握之中,而感觉却不在我们的掌握之中;并且我们在并未感觉之时亦可抱有表象(因为我们睡眠时亦会抱有表象),但对于未在感觉者而言去感觉却是不可能的。而且,如我所言,感觉关涉于现前之物,而表象则即使在事物并不现前时亦可存在。

语法注3 条
  1. 4.61ἣ οὔτε κίνησις ὑπάρχει οὔτε φθορὰ οὔτε γένεσις τὸ παράπαν

    ἣ 为关系代词 ᾗ(阴性单数与格,先行词为 ἄλλην οὐσίαν;参《形而上学》1009a37)之误,与 ὑπάρχει 构成归属与格结构,κίνησις、φθορά 和 γένεσις 作主语(意为“根本没有任何运动、消亡或生成属于它[的实体]”)。

  2. 4.61τῷ τὴν αὐτὴν ὁμοιότητα μένειν τοῦ εἶναί τε καὶ μὴ εἶναι καὶ τῷ πάντα ἔχον ἕκαστον ἐν ἑαυτῷ μὴ ἔχειν ἐκτός τι αὐτοῦ

    不带介词的定冠词不定式与格(τῷ ... μένειν 与 τῷ ... μὴ ἔχειν)构成并列,表示前文主句 ἠρεμοίη ἂν τὸ πᾶν εἰς οὐδὲν μεταβάλλον 的原因或理由。在第二个不定式短语中,现在分词 πάντα ἔχον 修饰主语 ἕκαστον,作状语分词。

  3. 4.62ἣν κίνησιν τὴν ἀπὸ τῶν αἰσθητῶν τύπων ἐγγινομένων ἄλλοτε ἄλλως γίνεσθαι συμβαίνει

    关系从句中吸纳了前文先行词 κίνησις 的结合关系从句(ἣν κίνησιν ... γίνεσθαι συμβαίνει)。ἣν κίνησιν 充当非人称动词 συμβαίνει 所支配的不定式 γίνεσθαι 的宾格主语,并且由冠词短语 τὴν ἀπὸ τῶν αἰσθητῶν τύπων ἐγγινομένων 作定语修饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:310.34-312.10