← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§309.32-310.33

依赖持存形式的认识与对流变普遍化的批判

亚历山大阐释了亚里士多德如何转向区分数量变化与形式变化,说明事物的存在和认知依赖于保持不变的形式,并批判了那些将仅见于生成消灭领域的流变不当推广至包含神圣天体在内的整个宇宙的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.60#4

δείξας δὲ ὅτι εἴτε φθείροιτό τι εἴτε γίγνοιτο, ἀνάγκη καὶ ὄν τι ἤδη εἶναι, ὃ μήτε φθείρεται ἅμα ἐκείνῳ μήτε γίγνεται, ὥστε καὶ τοῖς τὴν συνεχῆ μεταβολὴν καὶ ῥύσιν τε καὶ φθορὰν αἰτιωμένοις ἀναγκαῖον, εἰ ταῦτα ἔμελλον αὐτοῖς ἔσεσθαι ἀληθῆ, καταλιπεῖν τινα καὶ ὄντα, φησὶν ἀλλὰ ταῦτα παρέντες ἐκεῖνα λέγωμεν.1 τοῦτο δὲ ποιεῖ, ἐπεὶ εἶπεν ὅτι τὸ μεταβάλλον, ὅτε μεταβάλλει, ἔχει τινὰ αὐτοῖς ἀληθῆ λόγον μὴ οἴεσθαι εἶναι, πρόκειται δὲ αὐτῷ τοὺς διὰ τὰς προειρημένας αἰτίας τε καὶ ἀπορίας ἐπὶ τὴν δόξαν ταύτην ἐλθόντας οὐ βιάζεσθαι ἀλλὰ πείθειν· διὰ γὰρ τοῦτο τοὺς μὲν ἀγωνιστικωτέρους τῶν λόγων καὶ προτροπὴν ἔχοντας παραιτεῖται ἐπὶ τούτων (ἔφθακε δὲ πρότερον ἐκείνους κεκινηκέναι), ἐπὶ δὲ τοὺς πιθανωτέρους καὶ πείθειν τε καὶ διδάσκειν δυναμένους μέτεισι. ῥητέον οὖν, φησί, πρὸς αὐτοὺς ἀφεμένους ἐκείνων, ὅτι οὐ ταὐτόν ἐστι τὸ μεταβάλλειν κατά τε τὸ ποσὸν καὶ τὸ ποιόν. λέγει δὲ νῦν τὴν κατὰ τὸ ποιὸν μεταβολὴν τὴν κατὰ τὸ εἶδος, καθ’ ἣν καὶ γένεσις καὶ φθορά. ὥστε οὐδὲ αἱ κατὰ ταῦτα μεταβολαὶ αἱ αὐταί, κἂν ὅτι μάλιστα δοθῇ τὸ κατὰ τὸ ποσὸν εἶναι τοῖς οὖσι συνεχῆ μεταβολήν,2 ἐπεὶ αὐξανόμενα καὶ φθίνοντα ὁρᾶται καὶ προσκρίσεις καὶ ἀποκρίσεις λαμβάνοντα, ἀλλ’ ἕκαστον, ὃ ἔστιν, οὐκ ἀπὸ τοῦ ποσοῦ ἀλλ’ ἀπὸ τοῦ εἴδους γνωρίζεται, ὃ μένει ἑκάστῳ ἔστ’ ἂν ᾖ σωζόμενον τὸ πρᾶγμα τὸ ὑποκείμενον καὶ μὴ ἐφθαρμένον. ὅτι δὲ μὴ συνεχὴς ἡ κατὰ τὸ εἶδος μεταβολή, ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς ἱκανῶς δέδειχεν, ἐν οἷς ἔλεγε περὶ τροφῆς· τοῦτο γὰρ ἔδειξεν ὂν τὸ ὑποκείμενόν τε καὶ τρεφόμενον. τὸ γὰρ εἶδος τοῦ Σωκράτους μένει ἔστ’ ἂν μὴ ᾖ Σωκράτης ἐφθαρμένος, διὸ μένων καὶ ὁ νέος καὶ ὁ αὐξανόμενος καὶ ὁ μειούμενος καὶ ὁ γεγηρακὼς κατὰ τὴν ὕλην [καὶ] Σωκράτης ὁμοίως ἐστίν. ὁμοίως καὶ λίθος καὶ χρυσὸς καὶ τὸ ξύλον καὶ τῶν ἄλλων ἕκαστον. ὥστε εἰ διὰ τὴν συνεχῆ ῥύσιν οὔ φασιν οὔτε εἶναί τι οὔτε γνωστόν, καθὸ μὴ συνεχής ἐστι ῥύσις, κατὰ τοῦτο καὶ εἴη ἂν ὄντα καὶ γινώσκοιτο. ἔτι δέ, φησίν, ἄξιον ἐπιτιμῆσαι τοῖς ὑπολαμβάνουσιν ἐν συνεχεῖ ῥύσει καὶ μεταβολῇ τὰ ὄντα εἶναι, ὅτι ἐν ὀλίγοις τῶν αἰσθητῶν τοιοῦτον ὁρῶντες γιγνόμενον (ἐν γὰρ τοῖς περὶ ἡμᾶς καὶ τοῖς ἐν γενέσει καὶ φθορᾷ ἡ τοιαύτη ῥύσις, ἅ ἐστιν ὀλίγον τοῦ παντὸς μέρος) ἀπὸ τῶν ὀλίγων περὶ πάντων οὕτως ἀπεφήναντο τῶν ὄντων καὶ περὶ τοῦ οὐρανοῦ καὶ περὶ παντὸς τοῦ θείου τε καὶ ἀϊδίου σώματος. εὐλογώτερον γὰρ ἂν ἦν τὸ ἀπὸ τῶν πλειόνων καὶ μειζόνων ἐπὶ τὰ ἐλάττω μεταφέρειν τὴν δόξαν ἢ ἀπὸ τῶν τοσούτῳ ἐλαττόνων ὁρμωμένους καὶ περὶ τῶν τοσούτῳ μειζόνων τε καὶ κυριωτέρων ἀποφαίνεσθαι·3 ὥστ’ οὐδ’ εἰ μόνα τὰ αἰσθητὰ ὄντα ὑπελάμβανον, οὐδὲ οὕτως εὔλογος ἦν ἡ δόξα ἡ τὴν συνεχῆ ῥύσιν αἰτιωμένη τοῦ μηδὲν εἶναι.

并且,在指明了无论某物是在消亡还是在生成,都必然已经存在某种既不随之消亡亦不随之生成的存在物,以至于对于那些把[万物不可存在]归咎于连续的变化、流变和消亡的人而言,如果这些说法对他们而言应当是真的,他们也必然要承认某些存在物之后,他说:“撇开这些不谈,让我们来说说那些事情。” 他之所以这样做,是因为他曾说过,对于他们而言,认为变化着的事物在其变化之时并不存在是有某种合理的理由的,而他的任务并不是强行压制,而是去说服那些因上述原因和困惑而陷入这种意见的人。正因如此,他在对待这些人时放弃了那些更具争辩性且旨在驳斥的论据(他先前已动用过那些论据),而转向了更具说服力、能够说服和施教的论据。因此他说,应当撇开先前的那些论点而对他们说:在数量方面的变化与在性质方面的变化并不是同一回事。他现在所说的在性质方面的变化是指在形式方面的变化,生成和消亡也是依照这种变化而发生的。从而依照它们而发生的变化也不是相同的,即使最大限度地承认在数量方面的变化对于存在者而言是连续的(因为事物确实被观察到在生长和消减,在接受附加与分离),但每个事物就其究竟是什么而言,并不是由数量而是由形式来被认识的,只要底层的具体事物得以保全且未被消亡,形式便在每个事物中保持留存。至于依照形式的变化并非连续的,他在《论生成和消亡》中讨论营养的地方已经作了充分的证明;因为他指出这[形式]才是底层主体和被滋养之物。因为苏格拉底的形式只要苏格拉底未曾消亡就会保持留存,所以不论是幼年的苏格拉底、生长中的苏格拉底、衰退中的苏格拉底,还是质料上衰老的苏格拉底,在保持形式不变的同时同样都是苏格拉底。同样,石头、黄金、木头以及其他各类事物也是如此。因此,如果他们由于连续的流变而宣称没有任何东西存在、亦没有任何东西可知,那么就流变并非连续的这一点而言,事物便既会存在也会可知。此外他说,有理由指责那些假定存在者处于连续的流变和变化之中的人,因为他们看到这种事情只发生在少数可感觉事物之中(因为这种流变只属于我们周围的事物,属于处于生成和消亡之中的事物,而这些只占整体的一小部分),便从这少数事物出发对所有存在者,乃至对天空以及全部神圣且永恒的物体都作出了如此的断定。因为从多数且更大的事物向较小的事物推移这一意见,远比从如此微小的事物出发而对如此巨大且更为根本的事物作出断言要合乎情理得多。从而,即便他们假定唯有可感觉事物才是存在的,将没有任何事物存在归咎于连续流变的这一意见无论如何也是不合情理的。

语法注3 条
  1. 4.60ἀλλὰ ταῦτα παρέντες ἐκεῖνα λέγωμεν

    亚历山大在此以准直接引语的形式概括了亚里士多德在1010a22–23的原话(ἀλλὰ ταῦτα μὲν παρείσθω... ἐκεῖνα δὲ λέγωμεν)。ταῦτα(“这些”)指前文由生成和消亡的逻辑分析构成的第一条反驳,而ἐκεῖνα(“那些”)指下文基于数量变化与形式变化之区分而展开的第二条反驳。

  2. 4.60κἂν ὅτι μάλιστα δοθῇ τὸ κατὰ τὸ ποσὸν εἶναι τοῖς οὖσι συνεχῆ μεταβολήν

    κἂν ὅτι μάλιστα 是表达让步的习惯表达(“即便最大限度地承认……”)。被动语态动词 δοθῇ 的语法主语是带有冠词 τὸ 的整个不定式短语 τὸ κατὰ τὸ ποσὸν εἶναι τοῖς οὖσι συνεχῆ μεταβολήν(“数量方面的变化对于存在者而言是连续的”)。

  3. 4.60ἀπὸ τῶν τοσούτῳ ἐλαττόνων ὁρμωμένους καὶ περὶ τῶν τοσούτῳ μειζόνων τε καὶ κυριωτέρων ἀποφαίνεσθαι

    宾格分词 ὁρμωμένους 作为不定式 ἀποφαίνεσθαι 的逻辑主语(“从……出发而作出断言”),呼应上下文指称的那些持流变论的人。与比较级 ἐλαττόνων 和 μειζόνων 连用的 τοσούτῳ 为表示程度差额的与格(“如此微小”、“如此巨大”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:309.32-310.33