- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:29.5-31.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德论述从质料原因走向动因探求的过程,探讨了早期自然哲学家及爱利亚派(色诺芬尼、梅利索斯、巴门尼德)未能把握动因的原因,并通过引用泰奥弗拉斯托斯关于巴门尼德双重道路(真理与意见)的论述说明其例外地位。
" Προϊόντων δὲ οὕτως." Λέγει πόθεν ἦλθον ἐπὶ τὸ ζητῆσαι μετὰ τὴν ὑλικὴν αἰτίαν τὴν ποιητικήν· ὅτι γὰρ δεῖ τι αἴτιον εἶναι τῷ ὑποκειμένῳ τῆς εἰς ἃ γίγνεται μεταβολῆς· οὐ γὰρ δὴ αὐτό τι αὑτὸ μεταβάλλειν ποιεῖ χωρὶς αἰτίας ἔξωθέν τινος.
“但是随着这样推进。” 他说明了他们为何在质料原因之后进而去探求动因;因为对于基底而言,必定存在着某种使其转变为它所生成之物的变化的原因;因为绝没有任何东西在没有任何外在原因的情况下会使自身发生变化。
"Οἱ μὲν οὖν πάμπαν ἐξ ἀρχῆς." Λέγει πάλιν περὶ τῶν μόνῃ τῇ ὑλικῇ τε αἰτίᾳ καὶ ἀρχῇ χρησαμένων· δόξει δὲ τὸ πάμπαν ἐξ ἀρχῆς προστεθεικέναι ὑπὲρ τοῦ δηλῶσαι τοὺς περὶ Θαλῆν καὶ Ἀναξιμένην, ἐπεὶ ὧν γε ἐμνημόνευσεν, Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς δοκοῦσί τι εἰρηκέναι καὶ περὶ τῆς ποιητικῆς ἀρχῆς, ὡς καὶ αὐτός τε προϊὼν μνημονεύσει. οὐδὲν ἐδυσχέραναν ἐν ἑαυτοῖς, οἷον οὐκ ἐπέστησαν τῇ τῶν λεγομένων ὑπ’ αὐτῶν ἀτοπίᾳ, οὐδ’ ἐμέμψαντο τοῖς λεγομένοις ὡς οὐχὶ καλῶς λεγομένοις, οὐδ’ ἐζήτησάν τινα καὶ ἄλλην ἀρχὴν πρὸς τῇ ὑλικῇ, ὡς οὐχ ἱκανῶς ἐχούσης τε καὶ λεγομένης ὑπ’ αὐτῶν.
“于是,那些完全最初的人。” 他再次论及那些仅使用了质料原因和原理的人;而他补充“完全最初的人”,似乎是为了指明泰勒斯和阿那克西美尼等人,因为在他所提到的人当中,阿那克萨戈拉和恩培多克勒似乎也谈论了动因原理,正如他自己随着论述的推进也会提到的那样。“他们自己并不感到丝毫不满”,意即他们没有注意到自己所说之言的荒谬,也没有把所说之言视为不恰当的表述而加以责难,更没有在质料原理之外去探求某种其他原理,就像质料原理在他们看来是不充分的或表达不充分的那样。
"Ἀλλ’ ἔνιοί γε τῶν ἓν λεγόντων ὥσπερ ἡττηθέντες ὑπὸ ταύτης τῆς ζητήσεως τὸ ἓν ἀκίνητόν φασιν εἶναι." Λέγει μὲν περὶ Ξενοφάνους καὶ Μελίσσου καὶ Παρμενίδου· οὗτοι γὰρ [τὸ] ἓν τὸ πᾶν ἀπεφήναντο. ἡττηθῆναι δὲ αὐτούς φησιν ὑπὸ ταύτης τῆς ζητήσεως, ὅτι ὑποθέμενοι ἓν τὸ πᾶν καὶ ζητοῦντες πῶς οἷόν τε τοῦτο τὸ ἓν ἐξ ἑαυτοῦ μεταβάλλειν, μὴ δυνάμενοι σῴζειν ἔτι αὐτὸ ἓν, εἰ μὴ ἀναιροῖεν τὰ φανερά, καὶ ταῦτα μικροῦ δεῖν ἐναργέστατα, κίνησίν τε [γὰρ] καὶ μεταβολὴν ἐκ τῶν ὄντων ἀνῄρουν τῷ τούτων ὄντων μηκέτι αὐτοῖς ἓν τὸ ὂν μένειν.1 εἰπὼν δὲ τὸ ἓν ἀκίνητόν φασιν εἶναι, προσέθηκε τὸ καὶ τὴν φύσιν ὅλην· ἡ γὰρ φύσις ὅλη τὸ ἓν αὐτοῖς ἦν. ὡς δὲ φανερωτέρου τοῦ ἀτόπου ὄντος τοῦ λέγειν τὴν φύσιν ὅλην ἀκίνητον, προσέθηκε τὸ ἀκίνητόν τε οὐ κατὰ γένεσιν καὶ φθορὰν μόνον (καὶ γὰρ αὗται αἱ μεταβολαί, εἰ καὶ μὴ κινήσεις, ἀλλὰ κινουμένων τινῶν) ἀλλὰ καὶ κατὰ τὰς ἄλλας μεταβολὰς πάσας.
“但是,那些主张一的人当中的某些人,仿佛屈服于这一探求,声称一者是不动的。” 他是在谈论色诺芬尼、梅利索斯和巴门尼德;因为他们断言万物为一。而他说他们屈服于这一探求,是因为他们假定万物为一,并探求这一者如何可能由自身发生变化,而在不否定显明事实——且几乎是最为显而易见的事实——的情况下再也无法保全它为一,于是他们从存在者中排除了运动和变化,理由在于如果这些存在,存在者对他们而言就不再保持为一。而在说了“他们声称一者是不动的”之后,他又补充了“以及整个自然”;因为对他们而言,整个自然就是那一者。而既然断言整个自然是不动的显得更为荒谬,他便补充道,不仅就生成与毁灭而言是不动的(因为这些转变即便不是运动,也属于运动之物),而且就所有其他转变而言也是不动的。
"Τῶν μὲν οὖν ἓν φασκόντων εἶναι τὸ πᾶν οὐδενὶ συνέβη τὴν τοιαύτην εἶναι ἰδεῖν αἰτίαν." Τὴν τοιαύτην τὴν ποιητικήν· οὐδὲ γὰρ γίνεταί τι κατ’ αὐτοὺς ὅλως. ἢ τοῦτο οὐ περὶ τῶν ἓν καὶ ἀκίνητον τὸ πᾶν θεμένων εἶναι λέγει μόνον, ἀλλὰ καὶ περὶ τῶν ἓν τὸ ὑποκείμενον καὶ τὴν ὕλην μίαν· καὶ γὰρ αὐτοὶ ἓν ἐποίουν τὸ πᾶν. ἐκ δὲ τῶν νῦν λεγομένων ἴσως καὶ πρὸ ὀλίγου, ὅτε εἶπεν “ἐκ μὲν οὖν τούτων μόνην τις αἰτίαν νομίσειε” περὶ τῶν ἓν τὸ στοιχεῖον ὑποθεμένων ἔλεγε.
“因此,在主张万物为一的人当中,没有任何人得以见到这样的原因。” “这样的原因”指动因;因为按照他们的看法,根本没有任何东西生成。或者,他说这话不仅是指那些设定万物为一且不动的人,也是指那些设定基底为一且质料为一的人;因为他们也把万物设为一。而根据现在所说的,也许不久前当他说“因此,仅根据这些,人们会认为只有[质料形式的]原因存在”时,也是在指那些假定构成元素为一的人。
"Πλὴν εἰ ἄρα.2" Περὶ Παρμενίδου καὶ τῆς δόξης αὐτοῦ καὶ Θεόφραστος ἐν τῷ πρώτῳ Περὶ τῶν φυσικῶν οὕτως λέγει “τούτῳ δὲ ἐπιγενόμενος Παρμενίδης Πύρητος ὁ Ἐλεάτης” (λέγει δὲ καὶ Ξενοφάνην) “ἐπ’ ἀμφοτέρας ἦλθε τὰς ὁδούς. καὶ γὰρ ὡς ἀΐδιόν ἐστι τὸ πᾶν ἀποφαίνεται καὶ γένεσιν ἀποδιδόναι πειρᾶται τῶν ὄντων, οὐχ ὁμοίως περὶ ἀμφοτέρων δοξάζων, ἀλλὰ κατ’ ἀλήθειαν μὲν ἓν τὸ πᾶν καὶ ἀγένητον καὶ σφαιροειδὲς ὑπολαμβάνων, κατὰ δόξαν δὲ τῶν πολλῶν εἰς τὸ γένεσιν ἀποδοῦναι τῶν φαινομένων δύο ποιῶν τὰς ἀρχάς, πῦρ καὶ γῆν, τὸ μὲν ὡς ὕλην τὸ δὲ ὡς αἴτιον καὶ ποιοῦν.” διὰ τοῦτο εἶπε τὸ πλὴν εἰ ἄρα Παρμενίδῃ, καὶ τούτῳ δὲ καθ’ ὅσον δύο αἰτίας ἔθετο, ἀλλ’ οὐ καθὸ ἓν εἶναι τὸ ὂν ἔλεγε.
“除非或许[巴门尼德]。” 关于巴门尼德及其见解,泰奥弗拉斯托斯在《物理学学说》第一卷中也这样说道:“继此人之后的爱利亚人皮雷斯之子巴门尼德”(他也提到了色诺芬尼)“走上了这两条道路。因为他既断言万物是永恒的,又试图解释存在者的生成,但他对两者的看法并不相同,而是依真理认为万物是一、未生成的且球形的,而依大众的意见,为了说明现象的生成,他将原理设为二,即火与土,一个作为质料,另一个作为原因与作用者。”为此,他说了“除非或许巴门尼德”,而且对他也仅仅就他设定了两个原因而言,而不是就他说存在者是一而言。
- 1.29κίνησίν τε [γὰρ] καὶ μεταβολὴν ἐκ τῶν ὄντων ἀνῄρουν τῷ τούτων ὄντων μηκέτι αὐτοῖς ἓν τὸ ὂν μένειν
该句骨干始于 ὅτι,随后连接了一系列分词短语(ὑποθέμενοι... ζητοῦντες... μὴ δυνάμενοι...),最终以 κίνησιν... ἀνῄρουν 作为因果从句的主谓核心。末尾的 τῷ ... μένειν 是表原因的带冠词与格不定式,其内部包含属格独立结构 τούτων ὄντων(含有“如果这些[运动与变化]存在”的条件/假设意味)。
- 1.31Πλὴν εἰ ἄρα.
标目 πλὴν εἰ ἄρα 是对《形而上学》984b3 开头语句(πλὴν εἰ ἄρα Παρμενίδῃ, καὶ τούτῳ...)的极简截引。正如后文注释所指出的(διά τοῦτο εἶπε τὸ πλὴν εἰ ἄρα Παρμενίδῃ...),其构成为表例外的条件从句(“除非或许[巴门尼德遇到了这种情况]”)。
