- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:309.1-309.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德对从持续流变论推导真理不可知论者的反驳,论证在变化、消亡与生成过程中必然始终已有某种存在物在先成立,并且底层主体或原因的无穷后退将使生成本身变得不可能。
ἐροῦμεν δὴ καὶ πρὸς τούτους, φησί, τοὺς διὰ τούτων τὴν ἀκαταληψίαν εἰσάγοντας, ὅτι τὸ μὲν μεταβάλλον ὅτε μεταβάλλει εὔλογόν πως καὶ ἀληθές ἐστιν ὑπολαμβάνειν αὐτοὺς μὴ εἶναι1 καθὸ μεταβάλλει, ἐπεὶ μήτ’ ἔτι τοῦτό ἐστιν ὃ ἦν, μήτε πω τοῦτο εἰς ὃ μεταβάλλει ἤδη. καίτοι καὶ αὐτὸ [εἰς ὃ μεταβάλλει] ἀμφισβήτησιν ἔχει τινά· καὶ γὰρ τὸ ἀποβάλλον τι ἔχει τοῦ ἀποβαλλομένου τι ἔτι· ἀποβεβλήκει γὰρ ἂν αὐτὸ καὶ οὐκ ἀποβάλλον ἔτι ἦν, ὥστε εἴη ἄν.2 ὁμοίως καὶ τοῦ γιγνομένου δὴ ἀνάγκη τι εἶναι· οὐδέπω γὰρ ἂν ἦν γινόμενον τοῦτο ὃ γίνεσθαι λέγεται. καὶ γὰρ εἰ μηδέπω τοῦτό ἐστιν ὃ ἔστι γινόμενον, ἀλλ’ ἔστι τι ἤδη αὐτό, δι’ ὃ γενέσθαι τοῦτο λέγεται καὶ οὐκ ἄλλο τι· ὥστε καὶ τὸ γινόμενον εἴη ἄν τι. καθόλου τε εἴτε φθείρεταί τι, ἀνάγκη τι ὂν εἶναι· εἴτε γὰρ ἡ φθορὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν ἐστι μεταβολή, τὸ φθειρόμενον καὶ μήπω ἐφθαρμένον ἀνάγκη τι εἶναι· εἰ γὰρ μηκέτι ἦν, οὐκ ἂν ἐφθείρετο· ἀλλὰ καὶ εἰ γίγνεταί τι, ἐπεὶ πᾶν τὸ γιγνόμενον ἔκ τινος ὑποκειμένου γίγνεται (οὐ γὰρ δὴ ἐκ τοῦ μηδενός), ἀλλὰ καὶ ὑπό τινος (οὐ γὰρ δὴ ἀναιτίως), δεῖ ταῦτα δηλονότι εἶναι· οὐ γὰρ ἂν ἄλλως γένοιτό τι. καὶ τοῦτο μὴ εἶναι ἐπ’ ἄπειρον, μήτε πάλιν καὶ τὸ ἐξ οὗ γίγνεται τὸ γιγνόμενον καὶ ὑφ’ οὗ, ταῦτα γίγνεσθαι, καὶ διὰ τοῦτο λέγειν μηδὲ ταῦτα εἶναι· οὐδὲ γὰρ ἂν γίγνοιτό τι κατὰ τὴν ἀρχήν, εἰ ἐπ’ ἄπειρον εἴη ἡ γένεσις ἄναρχος οὖσα, ὡς καὶ ἐν τῷ A τῷ ἐλάττονι ἐδείχθη. ὃ γὰρ οὐκ ἔχει ὑποκείμενον, οὐκ ἂν γένοιτο· οὐκ ἔχει δὲ ὑποκείμενον ὅτε ἔτι γίγνεται τὸ ὑποκείμενον· γίγνεται δὲ ἔτι πᾶν, ὅταν ἐπινοηθῇ ἐπ’ ἄπειρον ἡ γένεσις τοῦ ὑποκειμένου. εἰ γὰρ δεῖ μὲν ὑποκειμένου τινός, ἐξ οὗ τὸ γιγνόμενον ἔσται, τοῦτο δὲ μὴ ἔστιν ἀλλ’ ἔτι γίγνεται, οὐκ ἂν τοῦτο γίγνοιτο ὃ πρὸς τὸ γενέσθαι ὑποκειμένου ἐκείνου δεῖται· τὸ γὰρ ὑποκείμενον ὄν τι. ἀλλ’ οὐδὲ ἐκεῖνο γίνοιτο ἄν, εἰ δεῖ μὲν καὶ ἐκείνῳ ὑποκειμένου τινός, μήπω δὲ ἐκεῖνο ἔστι διὰ τὸ γίνεσθαι ἔτι. οὕτως δὲ οὐδὲν ἔσται γινόμενον, εἰ μὴ εἴη· μεταβάλλοντος γὰρ καὶ ἡ ῥύσις καὶ ἡ μεταβολή.3 ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ γεννῶντός τε καὶ ποιοῦντος. εἰ γὰρ δεῖ μὲν τὸ γεννώμενον ὑπό τινος γεννᾶσθαι, ἐκεῖνο δὲ μὴ εἴη ἀλλ’ ἄρτι γεννῷτο, οὐκ ἂν ἤδη τοῦτο γεννῷτο † ᾧ τὸ ὑποκείμενον δεῖ γεννηθῆναι ὄντος ἤδη· εἰ γὰρ γεννᾶται, οὐδέπω ἔστιν. οὕτως δὲ εἰς ἄπειρον προϊόντων οὐδὲν ἂν ὅλως εἴη γεννώμενον.
他说,那么我们也要对这些借助这些论据引入不可领会性的人说:当变化着的事物正在变化时,他们假定就其变化而言它并不存在,这在某种程度上是合乎情理且符合事实的,因为它既不再是它原先所是的那个东西,也尚未是它如今正向之变化的那个东西。 然而,就连这一点[它正向之变化的那个东西]本身也存有某种争议;因为丢弃某种事物者,仍旧保留着被丢弃之物的某些部分;因为[否则的话]它便早已丢弃了它,而不再处于丢弃的过程之中,从而[其一部分]是存在的。 同样,生成着的事物中也的确必然有某种东西存在;因为[否则的话]这被称为正在生成的对象便尚未处于生成之中。 因为即使它尚未成为它正在生成的那样东西,但它自身已经是某种东西,它由于这东西才被称为生成为这一个而非别的东西;因此生成着的事物也会是某种东西。 并且普遍而言,假使有事物在消亡,它必然是某种存在者;因为假定消亡是从存在向不存在的转变,那么正在消亡且尚未完全消亡的事物必然是某种东西;因为如果它已不再存在,它便不可能正在消亡。 但是,即使有事物在生成,既然一切生成之物都是从某种底层主体生成出来的(因为决不是从无中生成),并且也是由某种作用者生成出来的(因为决不是无因的),显然这些东西必须存在;因为否则任何事物都无法生成。 而且这一过程绝不能走向无限,亦不能反过来使得生成之物由之生成的东西以及借以生成的东西本身也处于生成之中,并因而宣称连它们也不存在;因为如果生成走向无限而没有开端,那么从一开始就没有任何事物能够生成,这在《小阿尔法》卷中也已表明。 因为没有底层主体的事物是不可能生成的;而当底层主体仍在生成之时,它并没有底层主体;一旦底层主体的生成被构想为走向无限,则一切都仍在生成之中。 因为如果需要某种底层主体,生成之物将从其中产生,而这一主体却不存在而仍在生成,那么需要那一主体以便生成出来的这个事物便不可能生成;因为底层主体乃是某种存在之物。 然而,如果那一底层主体本身也需要某种底层主体,而那一更先的主体由于仍在生成而尚不存在,那么那一主体也不会生成。 这样一来,若不存在[某物],便不会有任何东西正在生成;因为流变与变化乃是属于正在变化之物的。 同样的论理也适用于生育者和制造者。因为如果被生育之物必须由某种东西生育出来,而那一东西却不存在而是刚刚在被生育,那么这个必须在底层主体已经存在的前提下被生育出来的事物,如今便不可能被生育出来;因为如果它正在被生育,它便尚不存在。 而如果事物以这种方式走向无限,便根本不会有任何东西在被生育出来。
- 4.60καὶ τοῦτο μὴ εἶναι ἐπ’ ἄπειρον, μήτε πάλιν καὶ τὸ ἐξ οὗ γίγνεται τὸ γιγνόμενον καὶ ὑφ’ οὗ, ταῦτα γίγνεσθαι, καὶ διὰ τοῦτο λέγειν μηδὲ ταῦτα εἶναι
不定式 μὴ εἶναι、γίγνεσθαι 和 λέγειν 在句法上承接前文 δεῖ ταῦτα δηλονότι εἶναι 中的 δεῖ(或充当表义务的不定式),表达了一种规定性要求:底层主体和作用者的系列不可走向无限,亦不可因它们自身仍在生成之中而断言它们也不存在。
- 4.60ἀποβεβλήκει γὰρ ἂν αὐτὸ καὶ οὐκ ἀποβάλλον ἔτι ἦν, ὥστε εἴη ἄν
带有 ἄν 的过去完成时(ἀποβεβλήκει ἄν)与未完成过去时(ἦν)构成了反事实条件句,作为支持前述命题(正在丢弃某物者仍保留其部分)的理由。若无任何残留,则它便早已彻底丢弃该物,而不再处于“正在丢弃”的过程中。结果分句 ὥστε εἴη ἄν 需补充理解主语,即“因此[被丢弃之物的某些部分]便会存在”。
- 4.60μεταβάλλοντος γὰρ καὶ ἡ ῥύσις καὶ ἡ μεταβολή
属格分词 μεταβάλλοντος 是所属属格,在句中作表语(省略了联系动词 ἐστί):“因为流变与变化都是属于正在变化之物的”(即若无正在变化的底层实体存在,流变与变化本身便不可能存在)。
