← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§307.11-308.38

注重流动质料与怀疑论的后果

亚里士多德指出了将感觉与思虑等同所导致的怀疑论后果(即真理不可认识),并通过说明前辈思想家之所以陷入此类错误是由于仅把流变的质料性与潜能性存在物视为实在。他进一步阐明,这一立场最终催生了赫拉克利特以及走向彻底言语怀疑论的克拉底鲁的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.60#2

εἰ δὲ φρονοῦσι καὶ οἱ παραφρονοῦντες, τὸ δὲ φρονεῖν τὸ τὰ ἀληθῆ γινώσκειν ἐστί, εἶεν ἂν καὶ οἱ παραφρονοῦντες ἀληθῆ γινώσκοντες, ἀλλ’ ἕτερα τῶν μὴ παραφρονούντων. ὥστε τὰ ὄντα ἂν ἅμα οὕτως τε καὶ οὐχ οὕτως ἔχοι. ἀπορήσας δὲ ταῦτα καὶ ἐκθέμενος τῶν ἀρχαίων τὰς δόξας, ἃς εἶχον περὶ τῆς τῶν ὄντων κρίσεως καὶ τῆς τἀληθοῦς καταλήψεως, ἐπιφέρει ὅτι ἐκ ταύτης τῆς τῶν ἀνδρῶν διαφωνίας χαλεπώτατόν τι καὶ ἀτοπώτατον συμβαίνει. εἰ γὰρ οὓς μάλιστα ἐνδέχεται τἀληθὲς ἑωρακέναι1 (οὗτοι δέ εἰσιν οἱ περὶ τὴν εὕρεσιν τούτου μάλιστα καταγινόμενοι καὶ τοῦτον τοῦ βίου τοῦ αὑτῶν σκοπὸν καὶ τέλος πεποιημένοι), οὗτοι ταύτας περὶ αὐτοῦ τὰς δόξας ἔχουσι καὶ ταῦτα ἀποφαίνονταί τε καὶ δοξάζουσι περὶ τῆς ἀληθείας καὶ τῆς γνώσεως τἀληθοῦς, πῶς οὐκ ἄξιον ἀθυμεῖν τοὺς προσιόντας φιλοσοφίᾳ; ἐοίκασι δὲ προσιέναι πράγματι τοσούτῳ ὁποῖόν ἐστι τὸ τὰ πετόμενα διώκειν βούλεσθαι. ὡς γὰρ ἐκεῖνοι οὐκ ἂν ἕλοιεν ἐκ ποδῶν διώκοντες τὰ πετόμενα, διὸ καὶ ἀδυνάτοις ἐπιχειροῦσιν, οὕτω καὶ οἱ φιλοσοφίᾳ προσιόντες ἀδυνάτῳ καὶ ἀκαταλήπτῳ δοκοῦσι προσιέναι πράγματι, εἴ γε φιλοσοφία μὲν ἐπαγγέλλεται τὴν τῶν ὄντων γνῶσιν καὶ τὴν τῆς ἐν αὐτοῖς ἀληθείας κατάληψιν, ἡ δὲ τῶν ὄντων γνῶσίς τε καὶ κατάληψις οὕτως ἄπορος, ὡς δηλοῦσιν οἱ μάλιστα πραγματευσάμενοι περὶ αὐτῶν. εἰπὼν δὲ ταῦτα αὐτὰ καὶ ἐπιστήσας ἡμᾶς ὡς οὐ τῷ τυχόντι προσιόντας πράγματι, ἑξῆς πειρᾶται τὴν αἰτίαν λέγειν τῆς πλάνης τῶν ταὐτὸ μὲν τὸ φρονεῖν καὶ τὸ αἰσθάνεσθαι δοξαζόντων, ἡγουμένων δὲ πᾶσαν δόξαν καὶ φαντασίαν ἀληθῆ, ἧς δόξης ἦν Πρωταγόρας· ἔδειξε δὲ καὶ Ἐμπεδοκλέα καὶ Παρμενίδην καὶ Δημόκριτον καὶ Ἀναξαγόραν ἐλθόντας ἐπὶ τοῦτο. ἦν μὲν γὰρ πρόθεσις αὐτοῖς τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν θεωρῆσαι, ὑπέλαβον δὲ εἶναι μόνα τὰ αἰσθητά, ἐν οἷς ἡ τοῦ ἀορίστου φύσις πολλή, τουτέστιν ἡ τῆς ὕλης (ἀόριστον γὰρ τὴν ὕλην λέγει) καὶ ἡ τοῦ οὕτως ὄντος ὡς προείπομεν, τουτέστι δυνάμει, ὃ τρόπον μέν τινα ἔστι, τρόπον δέ τινα οὐκ ἔστι, τῷ ἐν μεθορίῳ τοῦ τε κυρίως ὄντος εἶναι (τοῦτο δέ ἐστι τὸ ἐνεργείᾳ ὄν) καὶ τοῦ μηδ’ ὅλως ὄντος. διὸ εἰκότα μὲν λέγουσι· τοὺς γὰρ περὶ τῶν οὕτως ὄντων λέγοντας εἰκός ἐστι τοιαῦτα λέγειν ὡς μηδὲν αὐτῶν ὡρισμένως τόδε τι εἶναι λέγειν· οὐ μὴν ἀληθῆ περὶ τῶν ὄντων λέγουσιν· οὐ γὰρ πάντα τὰ ὄντα τοιαῦτα, οὔτε τὰ αἰσθητὰ κατὰ πάντα ἀεὶ ῥεῖ καὶ μεταπίπτει συνεχῶς, ἀλλὰ καὶ ἐν τούτοις τὸ εἶδος μένει τε καὶ ἠρεμεῖ τῆς ὑποκειμένης ὕλης ῥεούσης. οὕτως γάρ, φησίν, ἁρμόζει μᾶλλον περὶ αὐτῶν λέγειν, ὅτι εἰκότα μὲν λέγουσιν, οὐκ ἀληθῆ δέ, ἢ ὥσπερ Ἐπίχαρμος εἰς Ξενοφάνην, ὡς Ἐπιχάρμου τοῦ τῆς κωμῳδίας ποιητοῦ εἰς Ξενοφάνην βλασφημότερά τινα καὶ ἐπηρεαστικὰ εἰρηκότος, δι’ ὧν εἰς ἀμαθίαν τινὰ καὶ ἀγνωσίαν τῶν ὄντων σκώπτων διέβαλεν αὐτόν. ταύτην δὲ [τήνδε] τὴν φύσιν τὴν αἰσθητήν τε καὶ ἔνυλον αἰτίαν φησὶ γίνεσθαι τοῦ φῆσαί τινας ἀκατάληπτον τἀληθὲς εἶναι, καὶ παρατίθεται διὰ μέσου τήν τε δόξαν αὐτῶν, καὶ ἀντιλέγει πρὸς αὐτήν· ἐπεὶ γὰρ ἑώρων κινουμένην τε καὶ μεταβάλλουσαν τὴν τοιαύτην φύσιν κατὰ τὴν ὕλην συνεχῶς, κατὰ δὲ τοῦ μεταβάλλοντος καὶ μεταπίπτοντος οὐδὲν δυνάμενον ἀληθεύεσθαι ὅτε μεταβάλλει, τῷ μεταπῖπτον αὐτὸ μὴ μένειν ἐπὶ τῆς αὐτῆς φύσεως, ὑπέλαβον, εἴ γε τοιοῦτον εἴη οἷον ἀεὶ μεταβάλλειν καὶ μηδέποτε μένειν, μηδέποτε δύνασθαι περὶ αὐτοῦ τινα ἀληθῆ εἰπεῖν ὡρισμένως. τοιαῦτα δὲ εἶναι τὰ αἰσθητά τε καὶ ἔνυλα (ῥεῖν γὰρ συνεχῶς καὶ μηδέποτε ταὐτὰ ὑπομένειν), ἃ καὶ μόνα εἶναι ἡγοῦντο. ἀπὸ γὰρ τῆς περὶ τῶν ὄντων τοιαύτης ὑπολήψεως προῆλθέ τε καὶ ἐξήνθησεν ἡ Ἡρακλείτου δόξα καὶ ἡ Κρατύλου, ὃς ἑταῖρος μὲν ἐγένετο Ἡρακλείτου, προσεπέτεινε δὲ τῇ ἐκείνου δόξῃ, ἀίδιον καὶ ἀδιάλειπτον τὴν ἐν τοῖς οὖσι ῥύσιν τε καὶ μεταβολὴν ἡγούμενος εἶναι, ὡς καὶ τῷ διδασκάλῳ Ἡρακλείτῳ εἰπόντι ἐπιτιμᾶν μὴ οἷόν τε δὶς τῷ αὐτῷ ποταμῷ ἐμβῆναι διὰ τὴν ῥύσιν, εἰκάζοντι πάντα ῥέοντι ποταμῷ· οὐ γὰρ μόνον αὐτὸς ἔλεγεν οὐ δίς, ἀλλ’ οὐδ’ ἅπαξ οἷόν τε εἶναι τῷ αὐτῷ ποταμῷ ἐμβῆναι. οὗτος οὐδὲ λέγειν τι ᾤετο δεῖν ὡς μηδὲν ὑπομένον τὴν τοῦ λέγοντος κατηγορίαν· φθάνειν γὰρ τὴν ὑποκειμένην φύσιν, περὶ ἧς ὁ λόγος, διὰ τὴν συνεχῆ ῥύσιν τὸν περὶ αὐτῆς λεγόμενον λόγον2 ἀλλοιουμένην καὶ ἄλλην γιγνομένην, ὡς μὴ εἶναι συμφωνοῦν ποτε αὐτῇ τὸ λεγόμενον περὶ αὐτῆς. ἠξίου δὲ καὶ τῷ δακτύλῳ δεικνύναι τὸ ὑποκείμενον μόνον, μὴ λέγοντά τι λίθον ἢ ξύλον ἢ χρυσὸν ἢ ἄλλο· ταῦτα μὲν γὰρ οὐχ ὑπομένειν διὰ τὴν ἀλλοίωσιν καὶ τὴν κατ’ οὐσίαν μεταβολήν, τὸ μέντοι δεικνύμενον τῷ δακτύλῳ εἶναι τοῦτο ὅ τι ποτὲ καὶ τύχοι ὂν ὅτε δείκνυται.

而如果神志昏迷者也在思考,且思考就是认识真实事物,那么神志昏迷者也就会认识真实事物,只是与那些未神志昏迷者所认识的不同。这样一来,存在物便会同时既是这样又不是这样。他在对这些问题提出疑难并阐明了古人关于存在物的判定和对真理的领会所持有的见解之后,补充说,由于这些人的这种分歧,便产生了一种最为困难和最为荒谬的结果。因为,如果那些最有可能得见真理的人(而这些人正是最致力于探求真理,并将之作为自己一生的目标与终极旨归的人),如果这些人关于真理持有这样的意见,并就真理及对真理的认识公开发表并相信这些看法,那么接近哲学的人怎能不灰心丧气呢?他们似乎正在接近一项有如想要追赶飞鸟一般的事情。因为正如那些徒步追赶飞鸟的人不可能捉到它们,从而在企图做不可能之事一样,接近哲学的人似乎也在接近一项不可能且不可领会的事情,如果哲学确实宣称要认识存在物并领会存在于其中的真理,而对存在物的认识和领会又是如此充满疑难,正如那些对它们做过最深入探究的人所表明的那样。在说了这些话并提醒我们并非在接近一件微不足道的事情之后,他随后试图说明那些主张思考与感觉是同一的、并认为一切意见和表象皆为真的人陷入迷误的原因,普罗泰戈拉便持这种看法;并且他指出,恩培多克勒、巴门尼德、德谟克利特和阿那克萨戈拉也得出了这一结论。因为他们的初衷固然是审视存在物中的真理,但他们却假定唯有感觉事物存在,而在其中包含着许多不确定的本性,即质料的本性(因为他称质料为不确定),以及许多我们前面所说的那种存在方式的本性,即潜能的存在,它在某种方式上存在,而在另一种方式上不存在,因为它处于严格意义上的存在(即现实的存在)与根本不存在者之间的边缘。因此他们所说的话是合乎情理的;因为谈论这样存在着的事物的人,像他们那样说话,以至于声称其中没有任何一个是确定的“这个”,这是合乎情理的;然而他们关于存在物所说的并非真理;因为并非所有存在物都是如此,感觉事物也并非在一切方面始终流变并不停转变,而是在底层质料流变的同时,在它们之中的形式依然保持且静止。他说,因此关于他们更适合这样说:他们所说的合乎情理,但并非真理,而不是像埃庇卡尔摩斯对待色诺芬尼那样——因为喜剧诗人埃庇卡尔摩斯对色诺芬尼说了某些更为侮辱和挑衅的话,通过这些话嘲笑他对于存在物某种无知和不解,从而诽谤了他。他说,这种感觉且含有质料的本性,成了某些人声称真理不可领会的原因,并且他在中间阐述了他们的见解,并对此予以反驳。因为他们看到这类本性在质料方面持续运动并变化,而对于正在变化和转变的事物而言,在其变化的时刻没有任何断言可以是真实的,这是因为转变中的事物本身并不保持在相同的本性上,所以他们假定,如果事物是这种始终变化且绝不保持之物,那么人们就绝不可能对它确切地说出任何真理。而感觉且含有质料的事物就是这类事物(因为它们持续流变且绝不保持相同),并且他们认为唯有这些事物存在。因为正是从关于存在物的这种假定中,产生并绽放出了赫拉克利特的见解以及克拉底鲁的见解;后者虽然成了赫拉克利特的同伴,却进一步加剧了他的见解,认为存在物之中的流变和改变是永恒且不间断的,以至于当其老师赫拉克利特将万物比作奔流的河流,并宣称由于流变不可能两次踏入同一条河流时,他还指责老师;因为他自己不仅声称不能两次,甚至宣称一次也不可能踏入同一条河流。此人认为甚至不应当说出任何话,理由是没有任何东西能经受得住说话者的述谓;因为作为谈论对象的底层本性,由于持续的流变,在针对它的言论被说出之前便已超前质变并成为别物,以至于谈论它的言辞绝不可能与它自身相一致。他甚至要求仅仅用手指来指示底层事物,而不要把某物称为“石头”、“木头”、“黄金”或别的什么;因为这些由于质变和实体性的变化而无法持久,唯有手指所指的东西才是它在被指示时碰巧所是的那个东西。

语法注2 条
  1. 4.60εἰ γὰρ οὓς μάλιστα ἐνδέχεται τἀληθὲς ἑωρακέναι

    由关系代词 οὕς 引导的关系从句置于条件从句的主语 οὗτοι(“这些人”)之前。在括号式的插入语 οὗτοι δέ εἰσιν οἱ... 之后,条件从句以 οὗτοι ταύτας περὶ αὐτοῦ τὰς δόξας ἔχουσι... 继续展开。整个长句的骨干为条件句:εἰ οὗτοι ταύτας τὰς δόξας ἔχουσι, πῶς οὐκ ἄξιον ἀθυμεῖν...(“如果这些人持有这样的见解,怎能不灰心丧气呢?”)。

  2. 4.60φθάνειν γὰρ τὴν ὑποκειμένην φύσιν, περὶ ἧς ὁ λόγος, διὰ τὴν συνεχῆ ῥύσιν τὸν περὶ αὐτῆς λεγόμενον λόγον

    动词 φθάνειν 带宾格宾语,意为“抢先”、“超出/先于”。此处宾格短语 τὴν ὑποκειμένην φύσιν(底层的本性)充当不定式逻辑上的主语,而另一个宾格短语 τὸν περὶ αὐτῆς λεγόμενον λόγον(关于它所作的言论)则是 φθάνειν 的直接宾语。紧随其后的分词 ἀλλοιουμένην καὶ ἄλλην γιγνομένην 在性、数、格上与主语 φύσιν 一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:307.11-308.38