← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§306.1-307.11

早期哲学家将思考等同于感觉的真理观

针对亚里士多德指出将感觉与思虑等同导致了相对主义观点,亚历山大援引恩培多克勒、巴门尼德、阿那克萨戈拉和荷马的言论,阐释了身体混合状态的变化决定思考这一逻辑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.60#1

" Ὅλως δὲ διὰ τὸ ὑπολαμβάνειν φρόνησιν μὲν τὴν αἴσθησιν." Καίτοι, φησίν, τῶν αὐτῶν οὐχ ὁμοίως οὔτε πᾶσιν οὔτε τοῖς αὐτοῖς καὶ ἀεὶ δοκούντων, ἀλλὰ ἄλλων ἄλλοις καὶ ἄλλοτε ἀλλοίων τοῖς αὐτοῖς, ἡγοῦντο τὸ φαινόμενον ἑκάστῳ ἀληθὲς εἶναι ἐκείνῳ, διὰ τὸ ὑπολαμβάνειν τὴν μὲν φρόνησιν, ἥτις ἐστὶ τῆς ἀληθείας κριτική, τῇ αἰσθήσει τὴν αὐτὴν εἶναι, τὴν δ’ αἴσθησιν ἀλλοίωσιν εἶναι· τὴν γὰρ διὰ ταύτης ἀντίληψιν γίγνεσθαι ἀλλοιουμένης ὑπὸ τῶν αἰσθητῶν. ὅπως γὰρ ἂν ἡ αἴσθησις πάσχῃ, οὕτως ἔχειν καὶ τὰ αἰσθητὰ τὰ διατιθέντα φασὶν αὐτήν. διὰ τοῦτο τὸ φαινόμενον ἑκάστῳ κατὰ τὴν αἴσθησιν ἀληθὲς ἐξ ἀνάγκης εἶναι ἔθεντό τε καὶ ἀπεφήναντο· ἀληθὲς μὲν γὰρ εἶναι τὸ τῇ φρονήσει δοκοῦν, τὴν δὲ φρόνησιν τῇ αἰσθήσει ταὐτὸν εἶναι· διὸ ἀληθὲς εἶναι τὸ τῇ αἰσθήσει φαινόμενον. καὶ ὅτι γε τὴν αἴσθησιν φρόνησιν ἐνόμιζόν τε καὶ ἔλεγον εἶναι, δείκνυσιν ἑξῆς. διὰ γὰρ ταύτην τὴν ὑπόληψιν καὶ Ἐμπεδοκλέα καὶ Δημόκριτον, καὶ ὅσοι ἄλλοι τούτοις ταὐτὰ λέγουσιν, ἐπὶ τοῦτό φησιν ἐλθεῖν, ὅτι ᾤοντο τὸ φρονεῖν τῷ αἰσθάνεσθαι ταὐτὸν εἶναι, τὴν δὲ φρόνησιν τἀληθοῦς εἶναι γνωστικήν. ὃ δείκνυσιν οὕτως αὐτοὺς ὑπολαμβάνοντας, Ἐμπεδοκλέα μὲν δι’ ὧν ἔλεγε “πρὸς παρεὸν γὰρ μῆτις ἐναύξεται ἀνθρώποισι,” τουτέστι πρὸς τὸ παρὸν γὰρ καὶ τὸ φαινόμενον ἡ φρόνησις γίνεται καὶ ἡ τοῦ ἀληθοῦς κατάληψις τοῖς ἀνθρώποις (μῆτις γὰρ ἡ φρόνησις)· τοῦτο γὰρ ἴδιον αἰσθήσεως. ἐξηγήσατο δὲ αὐτὸς τὰ εἰρημένα διὰ τῶν ἐπῶν προειπὼν καὶ γὰρ Ἐμπεδοκλῆς μεταβάλλοντας τὴν ἕξιν μεταβάλλειν φησὶ τὴν φρόνησιν. τὸ δὲ αὐτὸ τοῦτο σημαίνει καὶ ὃ ἑξῆς παρατίθεται, τὸ “ὅσον ἀλλοῖοι μετέφυν, τόσον ἄρ σφισιν αἰεὶ καὶ τὸ φρονεῖν ἀλλοῖα παρίσταται.” ὃ γὰρ λέγει ἐστὶν ἤτοι ὅτι ὡς 〈ἂν〉 ἀλλοιωθῶσιν, ὃ γίνεται ὑπὸ τῶν αἰσθητῶν, οὕτως καὶ φρονοῦσί τε καὶ δοξάζουσιν, ἢ ὅτι ὡς ἂν ἕξεως ἔχωσι, καθ’ ἣν ἕξιν καὶ τὸ αἰσθάνεσθαι αὐτοῖς οὕτως ἢ οὕτως ἕπεται, οὕτως καὶ φρονοῦσι περὶ τοῦ πράγματος. καὶ Παρμενίδην δὲ ταῦτα δείκνυσι δοξάζοντα δι’ ὧν φησιν “ὡς γὰρ ἕκαστος ἔχει κρᾶσιν μελέων πολυκάμπτων, ὣς νοῦς ἀνθρώποισι παρίσταται.” καὶ γὰρ οὗτος διὰ τούτων λέγει ὅτι ὡς ἄν ἔχῃ κράσεως τὸ σῶμα καὶ ἕξεως ἑκάστῳ, οὕτω καὶ τὸ φρονεῖν ἀκολουθεῖ, ὡς ἀκολουθούσης τῆς φρονήσεως τῇ τοῦ σώματος κράσει τε καὶ ἀλλοιώσει, ἥτις ὑπὸ τῶν αἰσθητῶν γίνεται. ᾧ ταὐτό φησιν εἶναι τὸ εἰρημένον καὶ αὐτὸ ὑπὸ Παρμενίδου· τῷ γὰρ προειρημένῳ τῷ ‘ὡς γὰρ ἕκαστος ἔχει κράσεως μελέων πολυκάμπτων,’ ὃ αὐτὸς εἶπε, τὸ αὐτὸ εἶναι καὶ ὃ πάλιν λέγει1 διὰ τοῦ ‘ὅπερ φρονέει μελέων φύσις καὶ πᾶσι καὶ παντί· τὸ γὰρ πλέον λέγεται νόημα’· ὡς γὰρ τοῦ φρονεῖν ἠρτημένου τῆς σωματικῆς κράσεως2 καὶ ἀεὶ κατὰ τὸ πλεονάζον καὶ ἐπικρατοῦν ἐν τῇ σωματικῇ διαθέσει αὐτοῦ γενομένου. ὅτι δὲ καὶ Ἀναξαγόρας ἦν ἐπὶ ταύτης τῆς δόξης, δηλοῖ δι’ ὧν παρατίθεται ὡς ἀποφθέγματος αὐτοῦ τινος σωζομένου, ὃ πρὸς τοὺς ἑταίρους ἔλεγε· τὸ γὰρ λέγειν ἑκάστῳ τοιαῦτ’ ἔσεσθαι ὁποῖα ἂν ὑπολάβοι, τιθέντος ἦν τὸ πᾶσαν δόξαν ἀληθῆ εἶναι,3 καὶ ὁποῖα φαίνεται εἶναι, τοιαῦτα καὶ εἶναι. προσάγει δὲ καὶ τὸν Ὅμηρον ταύτῃ τῇ δόξῃ τῇ ταὐτὰ ἡγουμένῃ τό τε φρονεῖν καὶ τὸ αἰσθάνεσθαι καὶ πᾶσαν δόξαν ἀληθῆ εἶναι. ὁ γὰρ τὸν Ἕκτορα λέγων ἀλλοφρονεῖν ὑπὸ τῆς πληγῆς ἐξεστῶτα φρονεῖν μὲν λέγει, ἀλλοῖα δέ, ὡς οὐδὲν ἧττον φρονήσεως οὔσης καὶ τῆς τοῦ ἐξεστῶτος.

“总的来说,是由于把感觉假定为思虑。” 他说,尽管同一事物既非对所有人、亦非对同一人始终显得相同,而是不同的人觉得不同,同一人在不同时候也觉得不同,但他们仍认为向各人显现的东西对那人而言是真实的,这是由于他们假定:作为真理判据的思虑与感觉是同一的,而感觉是一种质变;因为通过感觉获得的领会是在它受到感觉事物的改变时发生的。因为他们声称,感觉以何种方式受动,使之处于该状态的感觉事物也就具有何种性质。正因如此,他们确立并宣称,在感觉中向各人显现的东西必然是真实的;因为在思虑看来显现的固然是真实的,而思虑与感觉是同一的;因此在感觉中显现的也是真实的。而且,他们确实认为并声称感觉就是思虑,他随后表明了这一点。他说,正是由于这种假定,恩培多克勒和德谟克利特,以及所有主张相同学说的人,都得出了这一结论,因为他们认为思考与感觉是同一的,而思虑是能够认识真理的。他表明他们是这样假定的,对于恩培多克勒,他是通过其所说的“因为朝向现成的事物,智慧在人们心中增长”来证明的,这就是说,朝向现存并显现的事物,思虑与对真理的领会在人们身上得以产生(因为智慧就是思虑);因为这是感觉所特有的。他自己预先说明“因为恩培多克勒也声称,那些改变体质状态的人也会改变思虑”,从而解释了诗句所言的内容。而随后引用的诗句也表示相同的意思:“他们在何种程度上生来变得不同,在何种程度上思虑不同事物的情况也始终呈现在他们面前。”因为他所说的是:要么是他们以何种方式发生质变——这是由感觉事物引起的——从而他们也就以何种方式思考和持见;要么是他们具有何种体质状态——依据这种状态,感觉也就以某种方式伴随于他们——从而他们也就以何种方式思考该事物。他还通过巴门尼德所说的诗句表明后者也持有这些看法:“因为各人如何具有灵巧肢体的混合,思想也就如何呈现在人们面前。”因为他也通过这些诗句声称,对于各人而言身体具有何种混合与状态,思考也就以何种方式伴随其后,这是因为思虑伴随着由感觉事物引起的身体的混合与质变。他说,本身也由巴门尼德所说的话与此是同一的;因为与上述他自己所说的“因为各人如何具有灵巧肢体的混合”相比,他又通过“这正是肢体的本性所思考的,对一切人亦对万物皆然;因为居于优势的被称为思想”所说的也是同一回事,因为思考依系于身体的混合,且始终根据在身体状况中占优势和居主导地位的东西而产生。至于阿那克萨戈拉也持有这一见解,他通过引用其流传下来的一句对他同伴所说的格言表明了这一点;因为声称事物对于各人而言将具有各人所假定的那般性质,这是主张一切意见皆为真、事物显现为何样便亦为何样之人的立场。他还把荷马也引向了这种认为思考与感觉相同且一切意见皆为真的看法。因为那个描述赫克托尔因受到击打而神志昏迷、正在“别样思考”的人,是说他确实在思考,但思考的是别样的东西,仿佛神志昏迷者的思虑也同样是思虑一样。

语法注3 条
  1. 4.60τῷ γὰρ προειρημένῳ τῷ ‘ὡς γὰρ ἕκαστος ἔχει κράσεως μελέων πολυκάμπτων,’ ὃ αὐτὸς εἶπε, τὸ αὐτὸ εἶναι καὶ ὃ πάλιν λέγει

    与格短语 τῷ προειρημένῳ τῷ ... 与形容词短语 τὸ αὐτό(与……同一)搭配。不定式从句的主语是关系分句 ὃ πάλιν λέγει(他再次所说的),表语是 τὸ αὐτὸ εἶναι,构成了“他再次说出的话与先前所说的那句话也是同一的”这一结构。

  2. 4.60ὡς γὰρ τοῦ φρονεῖν ἠρτημένου τῆς σωματικῆς κράσεως

    带有连词 ὡς 的属格独立结构,表示阐述的依据或假设前提(“仿佛/既然思考依系于身体的混合”)。属格分词 ἠρτημένου(中性单数完成被动分词)的逻辑主语是动名词 τοῦ φρονεῖν,后接属格补足语 τῆς σωματικῆς κράσεως。

  3. 4.60τιθέντος ἦν τὸ πᾶσαν δόξαν ἀληθῆ εἶναι

    现在分词属格 τιθέντος 与系词 ἦν 连用,构成表特征的属格结构(“是主张……之人的特征/立场”)。主语是前面的冠词性不定式短语 τὸ λέγειν ἑκάστῳ τοιαῦτ’ ἔσεσθαι...

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:306.1-307.11