- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:304.34-305.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德(1009a38–1009b7)的论述进行注解,说明将一切表象皆视为真理的相对主义观点如何源于感觉经验:以多数或少数评判真理的无根据性、健康与疾病的状态差异、不同动物种类的感觉分歧以及同一主体自身知觉的变化。
" Ὁμοίως δὲ καὶ ἡ περὶ τὰ φαινόμενα ἀλήθεια ἐνίοις ἐκ τῶν αἰσθητῶν ἐλήλυθεν." Λέγει ὅτι ὥσπερ τῶν λεγόντων ταὐτὸν εἶναι καὶ μὴ εἶναι, τουτέστιν ἅμα τὴν ἀντίφασιν ἀληθῆ τιθεμένων, τοῖς εὐγνωμονεστέροις, οἳ διὰ τὸ ζητήσαντες ἀπορῆσαι τοῦτο ἔθεντο, αἴτια τῆς ἀπάτης τὰ αἰσθητά τε καὶ ἐν γενέσει καὶ φθορᾷ (ὅτι γὰρ ἑώρων τἀναντία ἐκ τοῦ αὐτοῦ γιγνόμενα), οὕτω, φησί, καὶ ἡ περὶ τὰ φαινόμενα ἀλήθεια,1 τουτέστι τὸ πᾶσαν φαντασίαν ἀληθῆ λέγειν, τοῖς καὶ αὐτοῖς διὰ τὸ ζητῆσαί τε καὶ ἀπορῆσαι τοῦτο θεμένοις ἀπὸ τῶν αἰσθητῶν ἔσχε τὴν αἰτίαν· τὸ μὲν γὰρ ἀληθὲς κρίνεσθαι δεῖν ᾤοντο οὐ πλήθει καὶ ὀλιγότητι τῶν οὕτως δοξαζόντων, ὡς εἶναι τὸ μὲν ὑπὸ τῶν πλειόνων δοξαζόμενον καὶ τὸ τοῖς πλείοσι φαινόμενον ἀληθές, ψεῦδος δὲ τὸ ὑπὸ τῶν ἐλαττόνων καὶ τοῖς ἐλάττοσι φαινόμενον τοιοῦτον· οὐδὲ γὰρ οὐδὲ εἰ πλείους μὲν οἱ νοσοῦντες ὀλίγοι δὲ οἱ ὑγιαίνοντες, καὶ ταὐτὸ τοῖς μὲν νοσοῦσι πικρὸν ἐδόκει εἶναι οὖσι πολλοῖς, τοῖς δὲ ὑγιαίνουσι γλυκὺ οὖσιν ὀλίγοις, τὸ τοῖς νοσοῦσι φαινόμενον, ἐπεὶ πλείους ἦσαν, ἐλέγομεν ἂν ἀληθὲς εἶναι, καὶ νοσεῖν μὲν τοὺς ὀλίγους, ὑγιαίνειν δὲ τοὺς πολλούς.
“同样,关于现象的真实性,对某些人而言也是从感觉事物中产生的。” 他说,正如对于声称同一事物既存在又不存在、即同时设定矛盾为真的人当中那些较为明理的人——他们是在探求之后陷入困惑而确立了这一立场的——而言,感觉事物以及处于生成和毁灭之中的事物是其受欺骗的原因(因为他们看到相反者由同一事物产生),同样,他说,关于现象的真实性,即声称一切表象皆为真,对于同样通过探求并陷入困惑而确立这一立场的人而言,也是由感觉事物引起的。因为他们认为,不应当根据如此持见者的多寡来评判真理,以至于把被多数人所持见、向多数人显现的判定为真,而把被少数人所持见、向少数人如此显现的判定为假;因为哪怕生病者居多而健康者居寡,且同一事物在身为多数的生病者看来是苦的,而在身为少数的健康者看来是甜的,我们也绝不会因为生病者人数更多就说向生病者显现的是真,且少数人是患病的而多数人是健康的。
"Ὥστε εἰ πάντες ἔκαμνον ἢ πάντες παρεφρόνουν." Ἐπεὶ οἱ ἀξιοῦντες πλήθει καὶ ὀλιγότητι τὸ ἀληθὲς ἐπικρίνεσθαι καὶ τὸ τοῖς πολλοῖς δοκοῦν τοῦτο ἀληθὲς εἶναι (οὗτοι γὰρ οἱ ὑγιαίνοντες καὶ κατὰ φύσιν ἔχοντες), πιθανῶς περιέτρεψε τὸ εἰ γὰρ οἱ πολλοὶ ὑγιαίνουσι καὶ κατὰ φύσιν ἔχουσιν, εἰ συμβαίη τοὺς πλείστους νοσεῖν ὀλίγους δὲ ὑγιαίνειν, εἶεν ἂν οἱ μὲν νοσοῦντες ὑγιαίνοντες, οἱ δὲ ὑγιαίνοντες νοσοῦντες. εἰ δὲ τοῦτο ἄτοπον, οὐ πλήθει καὶ ὀλιγότητι τῶν δοξαζόντων χρὴ κρίνεσθαι λέγειν τἀληθές. ἐπεὶ τοίνυν οὐ πλήθει καὶ ὀλιγότητι δεῖ τὴν κατὰ τὰς φαντασίας ἀλήθειαν κρίνειν, φαίνεται δὲ ταὐτὰ τοῖς μὲν γλυκέα τοῖς δὲ πικρά, ὁποῖα ἑκάστῳ φαίνεται, τοιαῦτα ἑκάστῳ καὶ εἶναι.2
“以至于如果所有人都在生病或所有人都陷入发疯。” 由于存在着那些主张真理应由多寡来裁决、且为多数人所认同的即是真理的人(因为在他们看来这些人是健康的且处于自然状态之中的),他进行了合乎情理的颠覆反驳:因为如果多数人是健康的且处于自然状态之中,那么设若大多数人生病而少数人健康,生病的人就会是健康的,而健康的人就会是生病的。但如果这是荒谬的,就不应当说真理是由持见者的多寡来评判的。既然人们不应当凭多寡来评判依据表象的真理,而同一事物在某些人看来是甜的,在其他人看来是苦的,那么事物向各人显现为何样,对各人而言也就是何样。
"Ἔτι δὲ πολλοῖς τῶν ζῴων ὑγιαίνουσι τἀναντία περὶ τῶν αὐτῶν φαίνεσθαι." Τοῖς μὲν γὰρ γλυκέα τινὰ δοκεῖ καὶ ἐδώδιμα, τοῖς δὲ πικρὰ καὶ ἄβρωτα, ὧν καὶ ὁ τῆς ἐλαίας ἐστὶ θαλλός, γλυκὺς μὲν τοῖς νεμομένοις ζῴοις αὐτόν, ἡμῖν δὲ τοῖς ἀνθρώποις πικρός. ἀλλ’ οὐδὲ ἡμῖν αὐτοῖς κατὰ τὴν αἴσθησιν ἀεὶ ταὐτὰ φαίνεσθαι,3 ἀλλὰ ἄλλοτε ἀλλοῖα, ὧν ἄδηλον ποῖα δεῖ λέγειν ἀληθῆ· οὐδὲν γὰρ μᾶλλον ταῦτα ἢ ταῦτα, ἀλλ’ ὁμοίως. δι’ ἣν αἰτίαν φησὶ καὶ Δημόκριτον εἰς τὰς διαφωνίας βλέποντα ταύτας λέγειν ἢ μηδὲν ἀληθὲς εἶναι, ἢ εἰ καὶ ἔστι τι, ἡμῖν ἄδηλον αὐτὸ εἶναι, τῷ ὁμοίως περὶ τὰ ἀντικείμενα ἔχειν τοὺς φανταζομένους αὐτὰ καὶ δοξάζοντας.
“此外,对许多动物而言,即使处于健康状态,关于相同事物也会呈现相反的表象。” 因为在某些动物看来,某些东西是甘甜且可食的,而在其他动物看来则是苦涩且不可食的,橄榄树的嫩枝便是其中之一:对啃食它的动物而言是甜的,对我们人类而言则是苦的。不仅如此,就连对我们自己而言,在感觉中也并不总是显现相同的东西,而是在不同时候显现为不同的东西,关于这些东西,究竟应当说哪些是真的并不明确;因为这些并不比那些更为真实,而是同样如此。他说,正因这一缘故,德谟克利特着眼于这些分歧也声称:要么没有任何东西是真的,要么即便真有什么存在,对我们而言也是不明朗的;因为对相对立的事物产生表象并持有意见的人们处于同样的状况中。
- 4.57ὥσπερ τῶν λεγόντων ταὐτὸν εἶναι καὶ μὴ εἶναι ... οὕτω, φησί, καὶ ἡ περὶ τὰ φαινόμενα ἀλήθεια
全句的基本框架为 ὥσπερ [ἦν] αἴτια ... οὕτω ... ἔσχε τὴν αἰτίαν。在 ὥσπερ 从句中,系动词省略,αἴτια 作表语名词,与格 τοῖς εὐγνωμονεστέροις 用作关系与格(“对较为明理的人而言”)。后半句 οὕτω 从句中的 τοῖς καὶ αὐτοῖς ... θεμένοις 构成了与之对应的平行与格成分。
- 4.58ὁποῖα ἑκάστῳ φαίνεται, τοιαῦτα ἑκάστῳ καὶ εἶναι
句末的不定式 εἶναι 并不直接受邻近定式主动词支配,而是紧承由 ἐπεὶ τοίνυν 引导的前提条件(“既然人们不应当凭多寡来评判……而……”),以间接引语的形式表达论敌(相对主义者)所推导出的核心结论(“事物对各人也就是何样”)。
- 4.59ἀλλ’ οὐδὲ ἡμῖν αὐτοῖς κατὰ τὴν αἴσθησιν ἀεὶ ταὐτὰ φαίνεσθαι
不定式 φαίνεσθαι 直接沿用了亚里士多德原文(1009b8: οὐδ' ἑκάστῳ πρὸς αὑτὸν ἀεὶ ταὐτὰ φαίνεσθαι)中的“宾格加不定式”间接引语结构,继续陈述论敌用来支持相对主义的一系列知觉现象。
