- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:303.16-304.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德关于真诚坚信矛盾并存的自然哲学家(如阿那克萨戈拉与德谟克利特)其错误成因的论述,阐明了通过潜能与现实的区分以及引入不动且神圣的存在者来重新说服他们的论证进路。
ἑξῆς δὲ λέγει πόθεν αὕτη ἡ ὑπόληψις καὶ δόξα ἐλήλυθε τοῖς οὕτως ἡγουμένοις ἔχειν τὰ ὄντα, καὶ οὐ φιλονείκως λέγουσιν ἀλλὰ διὰ τὸ πιστεύειν οὕτως ἔχειν. εἶπε δὲ αὐτοὺς διαποροῦντας, ὅτι ἐκίνησεν αὐτοὺς πρὸς τήνδε τὴν δόξαν καὶ τὴν ἀπορίαν εὔλογόν τι φαινόμενον. οὓς καὶ ἰατοὺς εἶπεν εἶναι· ἀπὸ γὰρ αἰσθητῶν φησιν ὁρμωμένους παρακρουσθῆναι τῶν τε τὴν ἀντίφασιν ἅμα ἀληθῆ λεγόντων καὶ τῶν πᾶσαν δόξαν ἀληθῆ τιθεμένων τοὺς διὰ τὸ πεπεῖσθαι ταῦτα οὕτως ἔχειν καὶ λέγοντας.1 καὶ πρῶτα μὲν λέγει ὑπὸ τίνος παρεκρούσθησαν οἱ ἐπὶ παντὸς τὴν ἀντίφασιν συναληθεύειν λέγοντες· ὁρῶντες γὰρ ἐκ τοῦ αὐτοῦ γινόμενα τὰ ἐναντία, προειληφότες δὲ καὶ ὅτι ἀδύνατον γίνεσθαί τι ὅλως ἐκ τοῦ μὴ ὄντος (κοινὴ γὰρ αὕτη ἡ δόξα τῶν περὶ φύσεώς ἐστί τι ἀποφηναμένων), ὑπέλαβον ἀμφότερα τὰ ἐναντία τὸ πρᾶγμα εἶναι. οὐ γὰρ ἂν ἄλλως ἐξ αὐτοῦ δύνασθαι αὐτὰ γίνεσθαι, εἰ μὴ προϋπάρχοντα ἐν αὐτῷ εἴη. καὶ διὰ τοῦτο Ἀναξαγόρας μὲν πάντα ἐν πᾶσι μεμῖχθαι λέγει, ἐπεὶ πάντα ἐκ πάντων ἐθεώρει γιγνόμενα, καὶ Δημόκριτος τὸ κενὸν καὶ τὸ πλῆρες μόνα εἶναι λέγων·2 ἐτίθει γάρ, φησίν, ἄτομα καὶ κενὸν καὶ καθ’ ὁτιοῦν μέρος ἑκάστου τῶν αἰσθητῶν ὁμοίως ἄμφω ἐνυπάρχειν φησίν, ὥστε καὶ τὴν γένεσιν αὐτῶν ἐκκρίσει ἐκ προϋπάρχοντος γίνεσθαι. προσιστορεῖ δὲ ὅτι καὶ ὂν μὲν ἔλεγε Δημόκριτος τὸ πλῆρες, μὴ ὂν δὲ τὸ κενόν, ἴσως καὶ ἀτοπίαν τινὰ αὐτοῦ δεικνὺς τῆς δόξης δι’ ὧν ἔλεγεν, εἴ γε τιθέμενος μὴ ὂν εἶναι τὸ κενόν, ἡγούμενος δὲ καὶ μηδὲν γίνεσθαι ἐκ τοῦ μὴ ὄντος, ἐκ τοῦ κενοῦ ἔλεγεν πάντα τὰ γιγνόμενα οὐδὲν ἔλαττον ἢ ἐκ τοῦ πλήρους εἶναί τε καὶ γίγνεσθαι, λέγων τὸ κενὸν μὴ ὄν· συνεχώρει γὰρ τὴν γένεσιν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, ὃ φυλασσόμενος μίξει τὴν γένεσιν ὑπελάμβανε γίγνεσθαι. λέγοι δ ἂν καὶ πῶς αὐτῷ ὂν μὲν λέγοντι τὸ πλῆρες,3 μὴ ὂν δὲ τὸ κενόν, ταῦτα δὲ ἐν πᾶσιν ὁμοίως εἶναι ἐξ ὧν γένεσις, εἵπετο ἐφ’ ἑκάστου λέγειν ἀληθῆ τὴν ἀντίφασιν τὸ εἶναί τε καὶ μὴ εἶναι· καίτοι οὐκ ἀντίφασις τοῦτο, εἴ γε κατ’ ἄλλο μὲν ἕκαστον ὄν (κατὰ γὰρ τὸ πλῆρες τῶν ἐν αὑτῷ), κατ ἄλλο δὲ μὴ ὄν· κατὰ γὰρ τὸ κενόν. ἢ τοῦ ταῦτα ἐν πᾶσιν ὁμοίως μεμιγμένα ὄντα ἀντικείμενά τε εἶναι καὶ ἐναντία μηνυτικὰ τὰ ὀνόματα ὄντα, τό τε ὂν καὶ τὸ μὴ ὄν, παρέθετο. πρὸς μὲν οὖν τοὺς διὰ ταῦτα ὑπολαμβάνοντάς τε καὶ ἡγουμένους τὴν ἀντίφασιν ἐπὶ παντὸς ἅμα εἶναι ἀληθῆ, μεταπείθοντες αὐτούς, ἀλλ’ οὐ φιλονεικοῦντες οὐδὲ ἐλέγχοντες ἐροῦμεν, φησίν, ὅτι τρόπον μέν τινα ἀληθῆ λέγουσι καὶ ὀρθῶς δοξάζουσι, τρόπον δέ τινα ἀγνοοῦσι. τὸ γὰρ ὂν λέγεται διχῶς, ὁμοίως δὲ καὶ τὸ μὴ ὄν· τοῦ γὰρ ὄντος τὸ μὲν δυνάμει ἐστί, τὸ δὲ ἐνεργείᾳ, ὁμοίως δὲ καὶ τοῦ μὴ ὄντος τὸ μὲν οὐδαμῇ οὐδαμῶς ἐστιν, τὸ δὲ τῷ μήπω ἐνεργείᾳ εἶναι μὴ ὂν λέγεται. ἔστι δὲ τοιοῦτον τὸ δυνάμει ὄν· τοῦ γὰρ δυνάμει ὄντος ἐν μεθορίῳ ὄντος τοῦ τε κατ’ ἐνέργειαν ὄντος καὶ τοῦ παντάπασι μὴ ὄντος, καὶ ὄν πως ἐστὶ καὶ μὴ ὄν· καὶ ἐκ τοῦ οὕτως μὴ ὄντος ἡ γένεσις, οὐκ ἐκ τοῦ κυρίως καὶ ἁπλῶς μὴ ὄντος. οὐδέν τε κωλύει τὸ αὐτὸ καὶ εἶναί τε καὶ μὴ εἶναι, ὅπερ ἐκεῖνοι λέγουσιν, ἀλλ’ οὐ κατὰ τὸ αὐτὸ οἷόν τε αὐτὸ εἶναί τε καὶ μὴ εἶναι· κατ’ ἄλλο μὲν γὰρ εἶναι, κατ’ ἄλλο δὲ μὴ εἶναι. τὸ γὰρ δυνάμει ὂν ἔστι μὲν ἀλλὰ δυνάμει, οὐκ ἔστι δέ, ὅτι μὴ ἐνεργείᾳ. ὥστε οὐχ ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ· δυνάμει μὲν γὰρ λέγειν τὸ αὐτὸ τἀναντία εἶναι οὐδὲν ἄτοπον, ἐνεργείᾳ δὲ ἀδύνατον. καὶ τὸ μὴ εἶναι δὲ τῷ εἶναι τὸ αὐτό τι ἐναντίον· ὥστε οὐδὲ ταῦτα οἷόν τε ἅμα ἐνεργείᾳ εἶναι. ἡ γὰρ αὐτὴ ὕλη δυνάμει μὲν τἀναντία ἐστίν, ἅμα δὲ ἐνεργείᾳ γενέσθαι ταῦτα οὐ δύναται, παρὰ μέρος μέντοι, σώζουσα ἑκάτερον καὶ ὅταν θάτερον ἐνεργείᾳ ᾖ, τῷ δυνάμει εἶναι τἀναντία· οὐδὲ γὰρ ὅτε ἐνεργείᾳ ἔστιν ἤδη τὴν δύναμιν ἀποβέβληκε. πρὸς δὲ τούτοις ἀξιώσομεν, φησίν, αὐτοὺς μὴ μόνα ἡγεῖσθαι ὄντα τὰ ἐν γενέσει καὶ φθορᾷ, ἀλλ εἶναί τινα καὶ ἀγέννητα καὶ ἄφθαρτα καὶ ἀκίνητα ἐν τοῖς οὖσιν, οἷς οὐκέτ ἂν ὑπάρχοι τἀναντία, εἴ γε μηδὲ τὴν ἀρχὴν μεταβάλλει μηδὲ γίνεται τι ἐξ αὐτῶν· τοιαῦτα δ ἂν εἴη τὰ θεῖα.
随后他说明,对于那些认为存在物就是如此的人、那些并非出于争辩而是由于相信事情如此而这样说的人而言,这种判断和意见是从何而来的。他说他们之所以陷入困惑,是因为某种看似合理的事情促使他们走向这种意见与困惑。这些人也是他所说的可以医治的人;因为他说,在声称矛盾同时为真的人和主张一切意见皆为真的人之中,那些由于确信这些事情如此而也这样说的人,都是从感觉事物出发而偏离了真理。首先,他说明了那些声称矛盾在一切事物上同时为真的人是受何物误导的:因为他们看到相反者从同一事物中产生,并且事先假定了根本不可能有任何事物从非存在中产生(因为这是所有对自然发表过见解的人的共同意见),于是他们便认为事物本身就是这两种相反者。因为如果它们不是预先存在于该事物之中,它们就不可能以别的方式从该事物中产生。正因如此,阿那克萨戈拉说万物混合在万物之中,因为他观察到万物由万物产生;而德谟克利特在说只有虚空与充实存在时〔也是如此〕;因为他说,德谟克利特设定了原子与虚空,并说在感觉事物的每一个任意部分中都同样内在存在着这两者,以至于它们的生成也是通过从预先存在之物中分离出来的过程而发生的。此外他还记述道,德谟克利特把充实称为“存在”,而把虚空称为“非存在”,这或许也是通过他所说的话来揭示其意见的某种荒谬之处:如果他既设定虚空为非存在,又认为无物从非存在中产生,却又说一切生成的事物从虚空产生和存在丝毫不亚于从充实产生和存在,同时又称虚空为非存在;因为这样他就承认了生成是从非存在中发生的,而他原本正是为了防范这一点才认为生成是通过混合而发生的。或者也可以说,对于把充实称为“存在”、把虚空称为“非存在”,并说作为生成之源泉的这些东西同样存在于万物之中的德谟克利特而言,[亚里士多德]是在说明何以随之得出在每一事物上“既存在又不存在”这一矛盾皆为真;尽管这并不是矛盾,如果每一事物在某一方面是存在(因为就其内部的充实而言),而在另一方面是非存在(因为就虚空而言)。或者,他是将“存在”与“非存在”列为指明这些同样混合在万物之中的事物既是相对立的又是相反者的名称。因此他说,面对那些出于这些原因而判断并认为矛盾在一切事物上同时为真的人,我们要重新说服他们,而不是争辩或反驳他们,我们将对他们说:他们在某种方式上说的是真理且意见正确,但在某种方式上则是无知的。因为“存在”具有双重含义,同样“非存在”也是如此:因为在存在物中,一种是潜能上的,另一种是现实上的;同样在非存在物中,一种是无论如何绝不存在的,另一种则由于尚未在现实上存在而被称作非存在。潜能上存在的事物就是如此;因为潜能上存在的事物处于现实上存在之物与完全不存在之物的界限之中,它既在某种程度上是存在,又是非存在;生成正是从这种非存在中发生的,而不是从本义和单纯意义上的非存在中发生的。而且正如他们所说,没有任何东西阻止同一事物既存在又不存在,但它不可能就同一方面既存在又不存在;因为它就一方面存在,就另一方面不存在。因为潜能上存在的事物固然存在,却是潜能地存在,而由于并非现实地存在,因而是不存在的。因此,矛盾并不落于同一事物上;因为在潜能上说同一事物是相反者毫无荒谬之处,但在现实上则是不可能的。而且“不存在”与“是这同一个某物”是相反的;所以这两者也不可能同时在现实中存在。因为同一质料在潜能上是相反者,但在现实上却不能同时成为这些相反者,然而可以轮流成为,即使在另一方处于现实时,它仍通过在潜能上是相反者而保持着每一方;因为即使它已经在现实上存在,也并未抛弃潜能。他说,除这些之外,我们还要要求他们不要认为只有处于生成和毁灭之中的事物才是存在者,而应当承认在存在者中也存在某些不生、不灭且不动的事物,对于这些事物而言就不再会有相反者存在,如果它们根本不变化且没有任何事物由它们产生的话;而这类事物就是神圣之物。
- 4.56τῶν τε τὴν ἀντίφασιν ἅμα ἀληθῆ λεγόντων καὶ τῶν πᾶσαν δόξαν ἀληθῆ τιθεμένων τοὺς διὰ τὸ πεπεῖσθαι ταῦτα οὕτως ἔχειν καὶ λέγοντας
属格短语(τῶν τε ... καὶ τῶν ...)是表示全体的部分属格,不定词 παρακρουσθῆναι 的逻辑主语则是受到限定的宾格短语 τοὺς ...。这将在前文区分出的两类人中,那些出于真实信念而非为了争辩而说话的人单独挑出,作为被动不定词的主语。
- 4.56καὶ Δημόκριτος τὸ κενὸν καὶ τὸ πλῆρες μόνα εἶναι λέγων
与前句的 Ἀναξαγόρας μὲν ... λέγει 并列,此处使用了分词 καὶ Δημόκριτος ... λέγων,构成语法上的破格结构(破折句)。在句意上,既可补充动词 ἔλεγεν,亦可将分词 λέγων 视为修饰主语德谟克利特,并由随后的 ἐτίθει γάρ 承接展开叙述。
- 4.56λέγοι δ ἂν καὶ πῶς αὐτῷ ὂν μὲν λέγοντι τὸ πλῆρες
此处为主句中使用 ἄν 加希求法(λέγοι δ' ἄν)的潜能结构,主语指亚里士多德,表示注解者的解释性推测(“他或许也是在说明……”)。该结构引导间接疑问从句 πῶς ... εἵπετο,其中与格短语 αὐτῷ ... λέγοντι 指德谟克利特,依存于 εἵπετο(“对他而言随之得出”)。
