- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:301.27-303.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德对普罗泰戈拉“一切表象皆为真”与“矛盾同时为真”之论调等价性的论证,并进一步探讨了主张此说者的两类区分:因真正的困惑而陷入确信者(可通过教导医治)与仅出于争辩在言辞上主张者(需要通过言辞反驳)。
" Ἔστι δ’ ἀπὸ τῆς αὐτῆς δόξης καὶ ὁ Πρωταγόρου λόγος, καὶ ὁμοίως ἀνάγκη αὐτοὺς εἶναι ἢ μὴ εἶναι." Τῷ λόγῳ τῷ λέγοντι τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι καὶ διὰ τοῦτο ἐπὶ παντὸς τὴν ἀντίφασιν συναληθεύειν τιθεμένῳ τὸν αὐτόν φησιν εἶναι καὶ τὸν Πρωταγόρου λόγον, ὅς ἐστιν ὅτι ἑκάστῳ τὸ φαινόμενον οὕτω καὶ ἔστι καὶ ἔχει· πᾶσα γὰρ φαντασία ἀληθής· διὸ καὶ ἀνάγκη ἀμφοτέρους τοὺς λόγους ἢ ἅμα ἀληθεῖς ἢ ἅμα ψευδεῖς εἶναι. ὅτι δὲ οἱ αὐτοί εἰσι καὶ ἕπεται τῷ ἑτέρῳ ὁ ἕτερος, δείκνυσιν. εἴτε γὰρ τὰ δοκοῦντα πάσῃ δόξῃ καὶ πάσῃ φαντασίᾳ ἀληθῆ, ὡς ἐδόκει Πρωταγόρᾳ, ἀνάγκη εἶναι πάντα ἅμα ἀληθῆ καὶ ψευδῆ, τουτέστιν ἀνάγκη καὶ τὴν ἀντίφασιν εἶναι ἅμα ἀληθῆ. τούτῳ γὰρ ἴσον τὸ ἅμα πάντα εἶναι ἀληθῆ· περὶ γὰρ τῶν αὐτῶν ἀλλήλοις τὰ ἀντικείμενα δοξάζουσιν, ἃ εἰ ἀληθῆ, εἴη ἂν ἅμα ἡ ἀντίφασις ἀληθής. ὅτι δὲ πάσης φαντασίας οὔσης ἀληθοῦς πάντα ἀληθῆ γίγνεται, δῆλον ἐκ τοῦ καὶ τοὺς ὑπολαμβάνοντας τὸ εἶναί τι καὶ τοὺς τὸ αὐτὸ τοῦτο ὑπολαμβάνοντας μὴ εἶναι ἀληθεύειν. εἰ δὲ οἱ τὰς ἀντικειμένας ὑπολήψεις περὶ τῶν αὐτῶν ἔχοντες ἅμα ἀληθεύουσι, πάντα ἂν εἴη ἅμα ἀληθῆ· τῶν γὰρ δοξαζόντων οἱ μὲν οὕτως ἔχειν, οἱ δὲ τὸ αὐτὸ τοῦτο οὐχ οὕτως ἔχειν δοξάζουσιν. οὕτω δὲ καὶ ἡ ἀντίφασις ἅμα ἀληθής. εἰπὼν δὲ πάνθ’ ἅμα ἀνάγκη εἶναι ἀληθῆ, καὶ προσθεὶς τὸ καὶ ψευδῆ, τὸ πῶς καὶ ψευδῆ ἔδειξε διὰ τοῦ πολλοὶ γὰρ τἀναντία ὑπολαμβάνουσιν ἀλλήλοις, καὶ τοὺς μὴ ταὐτὰ δοξάζοντας ἑαυτοῖς ψευδεῖς νομίζουσιν. εἰ γὰρ οἱ περὶ τῶν τὰ ἀντικείμενα ὑπολαμβανόντων δοξάζοντες ὡς περὶ ψευδομένων ἀληθεύουσι, ψεύδοιντο ἂν ἐκεῖνοι. οὕτω δὲ πάντες ἂν ψεύδοιντο, εἰ ἑκάστῳ τῶν δοξαζόντων περί τινος ἔστι τις ὁ τἀναντία δοξάζων, ὃς τὸν μὴ τοιαύτην ἔχοντα τὴν δόξαν ψεύδεσθαι δοξάζει. ὥστε ἀνάγκη τὴν ἀντίφασιν ἅμα εἶναι ἀληθῆ, εἰ οἱ τὰ ἐναντία ἀλλήλοις δοξάζοντες ἀληθεύουσιν. ἀλλὰ καὶ εἰ τοῦτο οὕτως ἔχει, τὸ ἕκαστον τῶν ὄντων εἶναί τε καὶ μὴ εἶναι, τουτέστιν εἰ ἡ ἀντίφασις ἐφ’ ἑκάστου ἀληθής, ἀκολουθεῖ πάλιν τὸ πάντα τὰ δοκοῦντα εἶναι ἀληθῆ καὶ πᾶσαν φαντασίαν ἀληθεύειν, ὡς Πρωταγόρᾳ ἐδόκει. καὶ ὅτι γε ἀκολουθεῖ τῷ τὴν ἀντίφασιν ἐφ’ ἑκάστου ἀληθῆ εἶναι τὸ πᾶσαν φαντασίαν ἀληθῆ εἶναι, δείκνυσι πάλιν οὕτως. τὸ ψεύδεσθαι καὶ ἀληθεύειν ἐστὶν ἐν τοῖς τὰ ἀντικείμενα ἀλλήλοις δοξάζουσί τε καὶ λέγουσι· τὸ γὰρ τῆς καταφάσεως οὔσης περί τινος ἀληθοῦς τὴν ἀπόφασιν τὴν περὶ αὐτοῦ τούτου οὗ ἐστιν ἡ κατάφασις δοξάζειν τινά, τοῦτο τὸ ψεύδεσθαι, καὶ τὸ τῆς ἀποφάσεως ἀληθοῦς οὔσης δοξάζειν τινὰ περὶ αὐτοῦ τὴν κατάφασιν. ἐν γὰρ τῷ τὰ ἀντικείμενα δοξάζειν τινὰς περὶ τῶν αὐτῶν τὸ τοὺς μὲν ἀληθεύειν τοὺς δὲ ψεύδεσθαι ἔστιν, 〈ὃ〉 ἀναιρεῖται,1 εἰ εἴη περὶ παντὸς ἡ ἀντίφασις ἅμα ἀληθής. οὔσης γὰρ πάσης ἀντιφάσεως ἅμα ἀληθοῦς οὐδεμία ἂν εἴη δόξα ψευδής· εἰ γὰρ πᾶσα ἀντίφασις ἅμα ἀληθής, καὶ αἱ ἀντικείμεναι περὶ τοῦ αὐτοῦ δόξαι ἅμα ἂν εἶεν ἀληθεῖς· εἰ δὲ αἱ ἀντικείμεναι ἀλλήλαις δόξαι ἅμα ἀληθεῖς, πᾶσα δόξα ἀληθής· πᾶσα γὰρ δόξα περὶ τοῦ οὕτως ἔχειν ἢ περὶ τοῦ μὴ οὕτως ἔχειν. δείξας δὲ ὅτι ταὐτὰ λέγουσι καὶ ἀντακολουθεῖ ἀλλήλοις τὰ ὑπ’ αὐτῶν λεγόμενα, καὶ τῆς αὐτῆς εἰσι διανοίας ἠρτημένοι οἵ τε πᾶσαν φαντασίαν ἀληθῆ τιθέμενοι καὶ οἱ τὴν ἀντίφασιν συνυπάρχειν λέγοντες, μέλλων πάλιν λέγειν πρὸς τὴν προκειμένην δόξαν καὶ τοὺς οὕτω λέγοντας, φησὶ μὴ δεῖν τῶν αὐτῶν λόγων πρὸς πάντας τοὺς ταῦτα λέγοντας· εἶναι γὰρ αὐτῶν διαφοράν· τοὺς μὲν γὰρ καὶ ὑπολαμβάνειν οὕτως καὶ πεπεῖσθαι ἐκ τοῦ ἀπορῆσαι περὶ τῶν ὄντων εἰς τὸ δοξάζειν οὕτως περὶ πάντων προελθόντας, ὡς καὶ τοῦ μεταπεισθῆναι δεῖσθαι καὶ διδασκαλίας, ὥς φησιν· εὐίατος γὰρ αὐτῶν ἡ ἄγνοια, ἀλλ’ οὐ βίας τῆς ἐν τοῖς λόγοις καὶ ἀγῶνος καὶ ἐλέγχου δεομένη. καὶ δι’ ἣν αἰτίαν, λέγει· οὐ γὰρ πρὸς τὸν λόγον ἡ ἀπάντησις πρὸς τούτους, ἀλλὰ πρὸς τὴν διάνοιαν, καθ’ ἣν ἀπατηθέντες καὶ παρακρουσθέντες τἀληθοῦς λέγουσι ταῦτα. διὸ καὶ δυνατὸν μεταπεισθῆναι αὐτούς· ὃ γένοιτ’ ἂν γνωρίμου τοῦ ἀληθοῦς αὐτοῖς γενομένου. τοὺς δὲ λόγου χάριν λέγειν2 οὐ πεπεισμένους μὲν οὕτως ἔχειν τὰ πράγματα, παρίστασθαι δὲ τῇ θέσει ταύτῃ φιλονείκως προαιρουμένους, πρὸς οὓς ἐλέγχου φησὶ τοῦ κατὰ τὸν λόγον δεῖν καὶ τοῦ ἐν τῇ φωνῇ καὶ τοῖς ὀνόμασιν, ἐπεὶ μὴ καὶ οὗτοι πεπεισμένοι εἰσίν, ὡς λέγουσιν. ὁ οὖν ἐν τῇ φωνῇ ἔλεγχος ἴασις μόνον τούτων, τουτέστι τοῦ ἐν τῇ φωνῇ ἐλέγχου οὗτοι δέονται μόνου· μέχρι γὰρ φωνῆς πρόεισιν αὐτοῖς τὰ λεγόμενα καὶ ὀνόματος καὶ λόγου.
“普罗泰戈拉的论调也源于同一种意见,且两者同样必然或者同真或者同假。” 他说,主张同一事物既存在又不存在、并因此断定矛盾在一切事物上同时为真的论调,与普罗泰戈拉的论调是同一的;后者的论调即是对每个人而言显现的事物就是如此存在且如此保持的,因为一切表象都是真实的;所以两条论调必然或者同时为真,或者同时为假。他证明了它们是同一的,且一方随从另一方。因为如果按照普罗泰戈拉的看法,每一个意见和每一个表象所显现的事物都是真实的,那么一切事物就必然同时为真又为假,也就是说,矛盾也必然同时为真。因为“一切事物同时为真”正等于此;因为对于相同的事物,人们彼此怀有相反的意见,若这些意见为真,矛盾就会同时为真。而“若一切表象皆为真,则一切事物都变为真”,从无论认为某物存在的人、还是认为这同一事物不存在的人都在述说真理这一事实中显而易见。如果对于相同事物持有相反信念的人同时都在述说真理,那么一切事物就会同时为真;因为在持有意见的人中,一些人认为情况如此,另一些人则认为这同一事物并不如此。这样一来,矛盾也同时为真。在说了“一切事物必然同时为真”并补充了“且为假”之后,他通过“因为许多人彼此持有相反的信念,并认为那些与自己意见不同的人是虚假的”来表明何以也同时为假。因为如果那些把持有相反信念的人视作虚假者来对之持有意见的人在述说真理,那么后者就陷入虚妄。这样一来,如果在就某事持有意见的每个人身边,都存在一个持有相反意见、并认为不持这种意见的人陷入虚妄的人,那么所有人就都会陷入虚妄。因此,如果彼此持有相反意见的人都在述说真理,矛盾同时为真就是必然的。不仅如此,如果这件事情确实如此,即每一存在物既存在又不存在(也就是说如果矛盾在每一事物上皆为真),那么反过来,一切显现之物皆为真、一切表象皆在述说真理(正如普罗泰戈拉所认为的那样)这一结论也就随之成立。他再次以如下方式证明:从矛盾在每一事物上皆为真,随之得出一切表象皆为真。陷入虚妄与述说真理,存在于那些彼此持有并陈述相反意见的人之中;因为当肯认关于某事为真时,某人却就肯认所关涉的这同一事物抱有否认的意见,这就是陷入虚妄;而在否认关于某事为真时,某人就它抱有肯认的意见,也是如此。因为在某些人就相同事物持有相反意见之中,存在着一些人述说真理而另一些人陷入虚妄,如果矛盾在一切事物上同时为真,这[一区别]就会被取消。因为若每个矛盾都同时为真,就不会有任何意见是虚假的;因为若每个矛盾都同时为真,那么关于相同事物的相反意见也会同时为真;如果彼此相反的意见同时为真,那么一切意见就都为真;因为一切意见要么关乎如此,要么关乎不如此。他既已表明他们述说着相同的事情,且他们所说的事情相互随从,无论主张一切表象皆为真的人、还是声称矛盾共存的人都依赖于同一种思想,当他准备再次反驳当前的意见和如此陈述的人时,他说不必对所有说这些话的人使用相同的言辞;因为他们之间存在差异:因为有些人甚至确实如此认为并深信不疑,他们由于对存在物陷入困惑,才进而对一切事物产生这样的意见,以至于正如他所说,他们需要被重新说服和教导;因为他们的无知是易于医治的,不需要言辞中的强力、争辩和反驳。他也说明了原因:因为对这些人的回应不是针对其言论,而是针对其思想,他们正是由于在思想中被欺骗并偏离真理才说出这些话的。所以他们有可能被重新说服;如果真理对他们而言变得为人所知,这就会发生。但另一些人则是为了争辩而说话,并非深信事物就是如此,而是出于好胜蓄意维护这种立场;他说对这些人必须进行基于言词的、以及在声音和名称上的反驳,因为他们并不像他们所说的那样坚信。因此,在声音上的反驳是医治这些人的唯一方法,也就是说他们只需要在声音上的反驳;因为对他们而言,所说的事情仅仅止步于声音、名称和言论。
- 4.56τὸ τοὺς μὲν ἀληθεύειν τοὺς δὲ ψεύδεσθαι ἔστιν, 〈ὃ〉 ἀναιρεῖται
名词化不定词短语 τὸ τοὺς μὲν ἀληθεύειν τοὺς δὲ ψεύδεσθαι 作动词 ἔστιν 的主语,意为“存在着一些人述说真理而另一些人陷入虚妄这一事实”。校勘补入的关系代名词 〈ὃ〉 以这一整个情况(真假的区分)为先行词,指明在后随的条件从句(εἰ εἴη...)下,它将被取消(ἀναιρεῖται)。
- 4.56τοὺς μὲν γὰρ καὶ ὑπολαμβάνειν οὕτως... τοὺς δὲ λόγου χάριν λέγειν
这是由主句动词 φησί (303.1) 所支配的间接引语(宾格加不定词结构)的延续。紧随 εἶναι γὰρ αὐτῶν διαφοράν(因为他们之间存在差异)之后,宾格主语 τοὺς μέν 与 τοὺς δέ 分别充当不定词 ὑπολαμβάνειν ... καὶ πεπεῖσθαι 和 λέγειν 的主语,构成了对比两类论辩者的宏大句式结构。
