← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§300.4-301.26

从意见对真理的关照及程度差异的存在

亚历山大注解了亚里士多德《形而上学》1008b27–31,阐明即反对者声称自己持有的仅是意见而非知识,他们也有责任寻求真理;并且即使万物兼具矛盾对立,事物本性中也必然存在“较多”与“较少”的程度差异,同时驳斥了斯多亚派关于一切过错一律平等的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.54

" Εἰ δὲ μὴ ἐπιστάμενοι ἀλλὰ δοξάζοντες." Εἰ δὲ λέγοιεν ἔχειν μέν τινα συγκατάθεσιν καὶ ὑπόληψιν περὶ ταῦτα, ὡς οἱ λέγοντες τῷ φαινομένῳ, δι’ ἃ φαίνεται τοιοῦτον, συγκατατίθεσθαι, ὡς οὐκ ἀληθεῖ ὄντι (ἀσθενῆ γὰρ τὴν ὑπόληψιν εἶναι καὶ οὐ βεβαίαν οὐδὲ ἐπιστημονικήν), οὐ τὴν τῶν πραγμάτων φύσιν αἰτιατέον αὐτοῖς, ἀλλ’ ἐπιμελητέον αὐτῶν1 καὶ τοῦ γνῶναι τἀληθὲς καὶ ἐπιστήμην ἔχειν προνοητέον· ἔνθα γὰρ ἡ ἀσθενὴς κατάληψις, ἐνταῦθα γίνεται καὶ ἡ ἰσχυρά τε καὶ μετ’ ἐπιστήμης. ὁ δὲ ἅπαξ ἄλλα ἄλλων ἡγούμενος εἶναι μᾶλλον αἱρετέα τε καὶ πρακτέα τὸ μὲν εἶναι διαφορὰν ἐν τοῖς οὖσι καὶ ταύτην καταληπτήν τε καὶ γνωστὴν συγκεχώρηκε, τοῦ δὲ μηκέτι βεβαίαν τὴν κατάληψιν ἔχειν αὑτὸν αἴτιον τὸ μὴ ἐπιμελεῖσθαι αὑτοῦ, ὅπως ἔχῃ ἐπιστημονικὴν κρίσιν, ᾗ μέτρῳ καὶ κανόνι χρώμενος εἴσεται τὴν τῶν πραγμάτων φύσιν καὶ πρώτην ἐν αὐτοῖς διαφοράν. ὡς γὰρ τῷ νοσοῦντι οὐ τὰ πράγματα αἰτιατέον ὡς οὐδὲν ὑγιεινὸν ἔχοντα, ἀλλ’ ὑγιείας ἐπιμελητέον, ὅπως τοιαῦτα ᾖ αὐτῷ, οὕτως καὶ τοῖς ὑγιαίνουσιν· ὁ γὰρ δοξάζων πρὸς τὸν ἐπιστάμενον οὐχ ὑγιεινῶς πρὸς τὴν γνῶσιν τῆς ἀληθείας διάκειται. ὅτι δὲ οἱ λέγοντες τῇ φαντασίᾳ ἀκολουθοῦντες ποιεῖν ἃ ποιοῦσι ψεύδονται, δῆλον ἐκ τοῦ μετὰ τὴν φαντασίαν ζητεῖν τε καὶ βουλεύεσθαι αὐτούς, εἴτε χρὴ ἕπεσθαι τῷ φανταστῷ εἴτε καὶ μή.

“如果他们不是知道而是持有意见:” 如果他们说,关于这些事情他们确实持有某种同意和信念,正如那些声称由于显现如此便对显现表示赞同的人那样,即便认为它并不是真实的(因为这种信念是微弱的,既不稳定也不具有科学性),他们也不应当归咎于事物的本性,而应当关照自身,预先考虑去认识真理并拥有知识;因为在有微弱把握的地方,也会产生强有力且伴随科学知识的把握。一个人一旦认为某些事物比另一些事物更应当选择和践行,他就已经承认了存在物中存在着差异,且这种差异是可以把握和认识的;而他不再持有稳定的把握,其原因在于他未曾关照自身以拥有科学的判断,若将此判断作为尺度和准绳,他就能认识事物的本性以及它们之中的首要差异。正如病患不应当指责事物不具有任何健康之物,而应当关照健康,以使事物对他而言变得如此;对于健康之人亦是同样道理;因为持有意见者相对于拥有知识者而言,在对于真理的认识上处于不健康的状态。而那些声称自己遵循表象去做所做之事的人是在说谎,这从他们在表象之后去探究并深思熟虑是否应当遵从所显现之物这一事实中就可以清楚看出。

§4.55

"Ἔτι εἰ ὅτι μάλιστα πάντα οὕτως ἔχει καὶ οὐχ οὕτως." Εἰ καὶ συγχωρήσειέ τις, φησίν, αὐτοῖς πάντα καὶ οὕτως καὶ οὐχ οὕτως ἔχειν, ἀνάγκη γε διδόναι αὐτοῖς τὸ μὴ ὁμοίως ἕκαστον αὐτῶν καὶ ἐπ’ ἴσης οὕτω τε ἔχειν καὶ οὐχ οὕτως, ἀλλ’ εἶναι ἐν τῇ φύσει τῶν ὄντων τὸ μᾶλλον τε καὶ ἧττον ὡς εἶναι θάτερον. δῆλον μὲν οὖν καὶ ἐξ ὧν πράσσουσιν· οὐ μὴν ἀλλὰ καὶ παρίστησιν αὐτὸ διά τινων ἐναργῶν. καὶ γὰρ εἰ εἴη συγκεχωρημένον τὸ εἶναι τὰ δύο ἄρτιά τε καὶ οὐκ ἄρτια, τουτέστι καὶ περιττά, ἀλλ’ οὐχ ὁμοίως γε οὐδὲ ἐπ’ ἴσης τὸ ἄρτιον αὐτοῖς ὑπάρχει καὶ τὸ περιττόν, οὐδ’ ὁμοίως ἐστὶ τὰ δύο ἄρτια καὶ τὰ τρία, ἀλλὰ μᾶλλον μὲν τὰ τρία τῶν δύο περιττά, μᾶλλον δὲ τὰ δύο τῶν τριῶν ἄρτια· εἰ γὰρ μὴ ὁμοίως ψεύδεται ὁ τὰ τέσσαρα πέντε ὑπολαμβάνων καὶ ὁ χίλια, ἀλλὰ μᾶλλον μὲν ὁ χίλια, ἧττον δὲ ὁ πέντε. διὰ τούτων συνέστησεν ὅτι ἔστι ψευδὴς δόξα μᾶλλον ἄλλη ἄλλης. εἰ δὲ ἡ ἑτέρα μᾶλλον ψευδής, ἡ ἧττον ψευδὴς ἐγγυτέρω τἀληθοῦς ἂν εἴη. εἰ δὲ τὸ μᾶλλον ἀληθές ἐστιν ἐγγυτέρω τἀληθοῦς, εἴη ἂν κἀκεῖνο, λέγω δὲ τὸ ἀληθές, τουτέστι τὸ αὐτοαληθές, οὗ ἐστιν ἐγγὺς τὸ μᾶλλον ἀληθές· τὸ γὰρ ἐγγύς τινος ὂν δῆλον ὡς ὄν τοιοῦτον ἐγγύς· εἰ καὶ μὴ εἴη γνωστόν, ἀλλὰ τό γε εἰδέναι ὅτι μᾶλλόν τί ἐστιν ἀληθὲς καὶ ἧττον ἄλλο ἄλλου καταλαμβάνοντος καὶ ὁρίζοντός τι τῇ διανοίᾳ,2 καὶ οὐχὶ οὐ μᾶλλον τοῦτο ἢ τοῦτο λέγοντος ἐπὶ πάντων ἀκράτως καὶ ἀδιαφόρως φερομένου. καὶ γὰρ εἰ μὴ εἴη τι ἀληθὲς μηδὲ συγχωροῖεν τοῦτο, ἀλλ’ ἐκεῖνό γε ἀληθὲς καὶ ὁμολογούμενον τὸ εἶναι ἐν τοῖς οὖσιν ἀληθινώτερόν τι· τὸ γὰρ μᾶλλόν τι εἶναι ἄλλο ἄλλου καὶ ἧττον ἄλλο ἄλλου κεῖται, ὥστ’ οὐκέτ’ ἀληθὲς εἴη τὸ οὐδὲν μᾶλλον ἐπὶ πάντων. ἄκρατον δὲ τὸν τοιοῦτον λόγον εἶπε κατὰ τὸ μὴ ἔχειν μεμιγμένον αὑτῷ τὸ μᾶλλον, ἀλλ’ ἐπ’ ἴσης πρὸς πάντα σῴζειν βούλεσθαι τὴν ὁμοιότητα. ὃ καὶ αὐτὸς ἐδήλωσε προσθεὶς τὸ καὶ κωλύοντός τι τῇ διανοίᾳ ὁρίσαι. τὸ δὲ μὴ ἡγεῖσθαι μᾶλλον ἄλλο ἄλλου διαψεύδεσθαι, ὃ δοκεῖ τοῖς ἀπὸ τῆς Στοᾶς, ψεῦδός τε καὶ παρὰ τὰ φαινόμενα· καὶ γὰρ αἱ μοχθηραὶ καὶ διεψευσμέναι κρίσεις οὐκ ἴσαι, ἀλλ’ οὐδὲ ἀπὸ ἕξεως ὁμοίας· ὡς γὰρ ὁ τὰ μεγάλα καὶ σφόδρα ὁρατὰ μὴ ὁρῶν τῷ τὰ μικρότατα καὶ ἧττον ὁρατὰ μὴ διορῶντι τὸ μὲν μὴ ὑγιαίνειν τὴν ὁρατικὴν δύναμιν κοινὸν ἔχει, μᾶλλον μέντοι ἀσθενής ἐστιν ἡ δύναμις, ἀφ’ ἧς οὐδὲ τὰ μεγάλα τις ὁρᾶν δύναται, τῆς ταῦτα μὲν ὁρώσης ἐν δὲ τοῖς μικροῖς σφαλλομένης, οὕτως ἔχει καὶ ἐπὶ τῆς δόξης τε καὶ ὑπολήψεως. οὐ γὰρ ὅμοιαι καὶ ἴσαι αἱ τῆς ψυχῆς ἕξεις ἀφ’ ὧν τὰ μείζω ταῖς ἀφ’ ὧν τὰ ἐλάττω ἁμαρτάνεται.

“再者,即使事物在最大程度上既如此又不如此:” 他说,即便有人向他们承认一切事物都既如此又非如此,但至少他们必然要承认的是:并非每一事物都同样且均等地既如此又非如此,而是在存在物的本性中存在着“较多”与“较少”,以至于它是其中的一方。因此,这也从他们的所作所为中显而易见;不仅如此,他还通过某些显明的事例表明了这一点。因为纵使承认二既是偶数又不是偶数(即也是奇数),但偶数与奇数并非同样且均等地属于它,二作为偶数与三作为偶数也非同样,相反,三比二更具有奇数性,而二比三更具有偶数性;因为把四认作五的人和把四认作一千的人并非同样地陷入虚妄,而认作一千的人错得更多,认作五的人错得更少。通过这些他确立了:一个虚假意见可以比另一个虚假意见更为虚假。如果一方更为虚假,那么较少虚假的一方就会更接近真理。如果更为真实之物更接近真理,那么那作为标准之物——我指的是真理,即真理自身——也必然存在,更为真实之物所接近的正就是它;因为靠近某物之物,显然是因为有这样一个靠近的对象存在才靠近。即便它不是可知的,但至少知道某种事物更真实、而另一种事物相对而言较少[真实],乃是属于以思想把握并规定某种事物的人,而不属于在一切事物上纯然且无差别地随波逐流并声称这并不比那更甚的人。因为纵使没有任何事物是真实的且他们也不承认这一点,但至少这一点是真实的且被公认的:在存在物中存在着更真实的事物;因为某种事物比另一事物更多、比另一事物更少已被设定,以至于在一切事物上“并不更甚”将不再为真。他称这种论调为“纯然的”,乃是因为它自身没有混杂“较多”,而是企图在均等的程度上维持对一切事物的同一性。他自己通过补充“阻碍以思想规定任何事物”也表明了这一点。而认为一个错误并不比另一个错误更甚(这正是斯多亚派的看法),乃是虚假且违背现象的。因为恶劣而错误的判断并不是等同的,也不是源于相同的品质。正如看不见巨大且极为显见之物的人,与分辨不清极小且不易看清之物的人,固然共同具有视觉能力不健康这一特征,然而那连巨大的东西都看不见的能力,相比于看得见这些而在微小事物上犯错的能力而言,确实更为微弱;在意见和信念的情形中亦是如此。因为由此产生较大错误的灵魂品质,与由此产生较小错误的灵魂品质,既不相似也不等同。

语法注2 条
  1. 4.54ἐπιμελητέον αὐτῶν

    代词 αὐτῶν 并非指前文的事物(τὰ πράγματα),而是用作反身代词(相当于 αὑτῶν),指论敌自身。后文相对应的表述“未曾关照自身(τὸ μὴ ἐπιμελεῖσθαι αὑτοῦ)”以及医学类比证实了这一解读:正如病人应当关照自身与健康而非责怪外物一样,他们应当关照自身的认识能力。

  2. 4.55ἀλλὰ τό γε εἰδέναι ὅτι μᾶλλόν τί ἐστιν ἀληθὲς καὶ ἧττον ἄλλο ἄλλου καταλαμβάνοντος καὶ ὁρίζοντός τι τῇ διανοίᾳ

    在主格冠词不定式短语 τό γε εἰδέναι 之后,系动词 ἐστί 被省略,属格分词短语 καταλαμβάνοντος καὶ ὁρίζοντος ... 充当表语性的特征/所属属格:“知道……乃是属于以思想把握并规定某种事物的人的特征”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:300.4-301.26