- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:299.1-300.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德在1008b26之后展开的反驳:根据避开井和悬崖等日常的选择与回避行为,即使是主张矛盾对立的人在行动上也必然持有确定的信念。
δείξας δὲ ὅτι οὐχ οἷόν τε ἄνθρωπον ὄντα περὶ τὰς ὑπολήψεις οὕτως ἔχειν (φυτοῦ γὰρ τοῦτο, οὐκ ἀνθρώπου ἢ ζῴου λογικοῦ) ἐπιφέρει τὸ δῆλον εἶναι ὅτι μηδεὶς οὕτω διάκειται ἄνθρωπος ὤν, μηδὲ τῶν λεγόντων ταῦτα, ἀλλὰ μέχρι λόγου αὐτοῖς ἡ πρόοδος. εἵπετο γὰρ τοῖς οὕτω διακειμένοις καὶ ταύτην τὴν ὑπόληψιν περὶ τῶν πραγμάτων ἔχουσι τὸ μηδὲ πράσσειν τι, ἀλλ’ ὡς φυτοῖς ζῆν. τί γὰρ μᾶλλον περιπατητέον τῷ οἰομένῳ δεῖν περιπατεῖν τοῦ μὴ περιπατητέον,1 εἰ ἴσαι εἰσὶν αἱ περὶ ἑκάστου ὑπολήψεις, καὶ ἴσον τὸ οἴεσθαι δεῖν ἢ μὴ οἴεσθαι δεῖν ἢ οἴεσθαι μὴ δεῖν; διὰ τί δὲ ἐκκλίνει τινὰ καὶ οὐκ ἄττει ἢ εἰς τὸ φρέαρ ἢ εἰς τὸ βάραθρον, εἰ μὴ ὑπόληψιν ἔχει τὸ μὲν φρέαρ εἶναι τὸ δὲ βάραθρον, ἀλλ’ οὐχὶ οὐδὲν μᾶλλον καὶ φρέαρ καὶ μὴ φρέαρ ἡγούμενος ἐμπίπτει, καὶ βάραθρον καὶ μὴ βάραθρον, καὶ πάλιν τὸ μὲν μὴ ἐμπεσεῖν ἀγαθὸν εἶναι, τὸ δὲ ἐμπεσεῖν κακόν, καὶ οὐχ ὅμοια οἴεται εἶναι, ἀλλὰ τὸ μὲν βέλτιον αὐτῶν τὸ δὲ χεῖρον· ἥ τις ὑπόληψις ἀναιρεῖ τὸ οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως ἔχειν τὸ πρᾶγμα. εἰ δὲ ὅλως ἐπὶ τῶν αἱρετῶν τε καὶ φευκτῶν ἐλέγχονται, δι’ ὧν πράσσουσιν, ὡρισμένας ἔχοντες ὑπολήψεις, ἀνάγκη καὶ ἐπὶ τῶν ἄλλων οὕτως ὁμολογεῖν αὐτοὺς ἔχειν, καὶ τόδε μέν τι ὑπολαμβάνειν ἄνθρωπον εἶναι, τόδε δ’ ἄλλο τι καὶ οὐκ ἄνθρωπον, καὶ τόδε μὲν γλυκὺ τόδε δὲ οὐ γλυκύ. οὐδὲ γὰρ ἐπὶ τούτων φαίνονται ἐξ ἴσου ἔχοντες· οὐδὲ γὰρ ὑπολαμβάνοντες χρήσιμον αὐτοῖς εἶναι ἐντυχεῖν ἀνθρώπῳ τινὶ ἢ πιεῖν ὕδωρ, ὡς οὐ μᾶλλον τοῦ ἀνθρώπου ὄντος ἀνθρώπου ἢ οὐκ ἀνθρώπου ἢ τοῦ ὕδατος ὕδατος ἢ οὐχ ὕδατος, ἐπί τι ἄλλο, οἷον ἐπὶ λίθον, ἵενται, ἀλλ’ ἐπὶ μὲν τὸ ὕδωρ διψῶντες καὶ πιεῖν δεόμενοι, ἐπὶ δὲ τὸν ἄνθρωπον, ὅταν ἀνθρώπου δέωνται, καὶ οὐκ ἐξ ἴσου ἀνθρώπου ἢ ὕδατος δεόμενοι ἐν πᾶσι τοῖς οὖσιν ταῦτα ζητοῦσιν, ἀλλ’ ἐστὶν ἀληθές τε καὶ πρόδηλον ὅτι ἕκαστος τὰ μέν τινὰ εὐλαβεῖται τὰ δὲ οὔ· κρημνὸν μὲν γὰρ εὐλαβεῖται καὶ φρέαρ καὶ ὅσα λυμαντικά, οὐκ εὐλαβεῖται δὲ τὰ μὴ τοιαῦτα. ὥστε, ὡς ἔοικε, πάντες ὑπολαμβάνουσιν ἔχειν ἁπλῶς, εἰ μὴ περὶ ἅπαντα, ἀλλὰ περὶ τὸ ἄμεινον καὶ χεῖρον. πάντας φησὶ καὶ τοὺς λέγοντας ἐπὶ παντὸς τὸ οὐδὲν μᾶλλον καὶ συναληθεύειν τιθεμένους τὴν ἀντίφασιν ἐν ταῖς ὑπολήψεσιν ἔχειν ἁπλῶς, εἰ καὶ μὴ περὶ πάντα, ἀλλὰ περὶ τὰ βελτίω καὶ χείρω καὶ συμφέροντα καὶ ἀσύμφορα καὶ ὅλως τὰ πρακτά. τὸ δὲ ἁπλῶς ἐστιν ὅτι μὴ ἄμφω τὰ ἀντικείμενα ἡγοῦνται συμφέρειν ἀλλ’ ἁπλῶς θάτερον καὶ ὡρισμένως, οὐδὲ ὁμοίως συμφέρειν τε καὶ οὐ συμφέρειν τὸ αὐτό, ἀλλὰ θάτερον αὐτῶν ἁπλῶς· ἢ γὰρ συμφέρειν, ὃ αἱροῦνται, ἢ μὴ συμφέρειν, ὃ φεύγουσιν. ἀγαγὼν δὲ τὸν λόγον ἐπὶ τὰ πράγματα καὶ τὴν περὶ ταῦτα ὑπόληψιν, διὰ τῶν ἐναργῶν ἔδειξε τοὺς ἐκεῖνα τιθεμένους, ὅτι2 εἰ καὶ μὴ περὶ παντός ἐστι κατάληψις, ἀλλ’ ἐν τοῖς αἱρετοῖς καὶ φευκτοῖς ὁμολογεῖν αὐτοῖς ἀνάγκη· ἀπραξία γὰρ ἂν ἦν αὐτοῖς περὶ αὐτά, εἰ μὴ ὡρίζοντό τι περὶ αὐτὰ καὶ συγκατετίθεντο τῷ ἑτέρῳ μέρει.
在证明了作为人不可能在信念上处于这种状态(因为这是植物的特征,而不是人或理性动物的特征)之后,他补充说,显然没有任何作为人的人处于这种状态,即便在主张这些说法的人中也没有,他们的进展只停留在言论上。因为对于处于这种状态并对事物持有这种信念的人而言,其推论将是根本不作任何行动,而是像植物一样活着。因为对于那以为应当散步的人来说,如果关于每一事物的信念都是平等的,并且以为应当、不以为应当或以为不应当是平等的,那么为何散步比不散步更应当呢?他又为何回避某些事物,而不直接冲入井中或悬崖下呢?除非他持有这一信念:这是井,那是悬崖,而不是认为它并不比非井更是一口井、并不比非悬崖更是一处悬崖而掉进去,并且再次持有这一信念:不掉进去是善,而掉进去是恶,且并不以为它们是相同的,而是认为其中之一较好而另一较差;而这一信念取消了“事物如此并不比不如此更甚”这一主张。但如果就应当选择的事物和应当回避的事物而言,通过他们的所作所为,他们完全被揭露为持有确定的信念,那么他们必然也得承认在其他事物上也是如此,即认为这个是人,而那个是别的什么而非人,这个是甜的,而那个不是甜的。因为在这些事情上他们也显然并非无差别地对待;因为当他们认为遇见某个人或喝水对他们有用时,他们绝不会以为人是人并不比不是人更甚,水是水并不比不是水更甚,因而奔向别的什么东西(例如奔向石头);相反,他们在口渴需要饮水时奔向水,在需要人时奔向人,并且在需要人或水时,他们绝不会在一切存在物中无差别地寻找这些东西;相反,显而易见的事实是,每个人都在戒备某些东西而不戒备另一些东西;因为他确实戒备悬崖、井以及一切具有毁灭性的东西,而不戒备非此类的事物。因此,“正如所见,所有人即便不是对一切事物,至少对较好和较差的事物,都认为事物无条件地如此。”他说,所有人,甚至包括那些在一切事情上都说“并不更甚”并主张矛盾对立同时为真的人,在信念上也无条件地持有立场,即使不是对所有事物,至少对较好与较差、有益与有害以及总体上可行之事是如此。而所谓“无条件地”,是指他们并不认为对立的两项都有益,而是无条件且确定地认为其中一项[有益],也不认为同一事物同样地既有益又无益,而是无条件地认为是其中之一;因为〔他们认为〕要么他们所选择的是有益的,要么他们所回避的是无益的。通过将论证引向实际事物及关于这些事物的信念,他通过显明的事实向那些主张上述论调的人证明:即便不是关于一切事物都有把握,但在应当选择和应当回避的事物上,他们也必然予以承认;因为如果他们不对这些事物作出限定并不赞同其中一方,他们关于这些事物就会陷入完全的不行动。
- 4.53τοῦ μὴ περιπατητέον
依存于比较级副词 μᾶλλον 的比较属格。动词性形容词 περιπατητέον 带有中性属格单数冠词 τοῦ 而实质化,表示比较的标准:“比起不应当散步”。
- 4.53ἔδειξε τοὺς ἐκεῖνα τιθεμένους, ὅτι
先取构文(prolepsis)。在 ὅτι 从句中本应充当主语或讨论对象的短语(τοὺς ἐκεῖνα τιθεμένους),被提前作为主句动词 ἔδειξε 的宾格直接宾语。
