- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:297.26-299.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德在1008b2提出的两难:单独持有肯定或否定信念者是被欺骗还是两者兼持者说真话。他指出,无论是认为所有人都被欺骗,还是引入“更真实”的程度差异,都会陷入自我击溃;而完全不持有任何信念的人则等同于植物;并说明了论证为何从命题转向信念。
" Ἔτι ἆρα ὁ μὲν ἢ ἔχειν πως ὑπολαμβάνων ἢ μὴ ἔχειν διέψευσται, ὁ δὲ ἄμφω ἀληθεύσει;" Ὃ λέγει τοιοῦτόν ἐστιν. πότερον δοκεῖ αὐτοῖς ὁ μὲν εἶναι καὶ ἔχειν οὕτως τὸ πρᾶγμα ὑπολαμβάνων ὡς ἡ κατάφασις λέγει, καὶ ὁ μὴ εἶναι καὶ μὴ ἔχειν οὕτως ὡς ἡ ἀπόφασις καὶ αὐτὸς διεψεῦσθαι,1 ὡς ἑκατέραν τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν ἰδίᾳ λεγομένας ψευδεῖς εἶναι, ὁ δὲ ἅμα καὶ ἔχειν αὐτὸ οὕτως καὶ μὴ ἔχειν οὕτως ὑπολαμβάνων ἀληθεύειν, ἢ καὶ ὁ τοῦτο ὑπολαμβάνων διεψεῦσθαι; εἰ μὲν γὰρ οὕτως, δῆλον ὡς ὁρίζοιεν ἄν τι. εἰ δὲ καὶ τὸν ἰδίᾳ ἑκάτερον ὑπολαμβάνοντα καὶ τὸν ἄμφω ἅμα περὶ τοῦ αὐτοῦ λέγοιεν διεψεῦσθαι, τί ἂν ἔτι εἴη τὸ λεγόμενον ὑπ’ αὐτῶν; ἢ ὅτι τοιαύτη ἡ τῶν ὄντων φύσις, ὁποία τίς ἐστιν, ἐξηγούμενοι περὶ αὐτῆς λέγουσιν, ὡς εἰώθασιν οἱ Ἡρακλείτειοι λέγειν; εἰ γὰρ μηδὲν τούτων ἀληθές, οὐχ ἕξουσιν εἰπεῖν τίς ἡ τῶν ὄντων φύσις, καὶ ὁ ποίαν περὶ αὐτῶν ὑπόληψιν ἔχων ἀληθεύει· οὐδὲν γὰρ ὂν ἔσται· καθ’ οὗ γὰρ μηδὲν οἷόν τε κατηγορήσαντας ἀληθεῦσαι, τοῦτο οὐδ’ ἂν εἴη. εἰ δὲ ὁ μὲν τὸ συναμφότερον λέγων ἀληθεύει, ὁ δὲ ἑκάτερον ἰδίᾳ ψεύδεται, ὡρισμένον ἄν τι εἴη καθ’ ἑκάστου· τὸ γὰρ τόδε μὲν ἀληθὲς τόδε δὲ ψεῦδος ὁρίζοντός ἐστι καὶ καταληπτὰ εἶναί τινα λέγοντος. ἀλλ’ εἰ καὶ λέγοιεν φυλασσόμενοι τοῦτο, μηδέτερον μὲν ἀληθεύειν, μήτε τὸν ἑκάτερον ἰδίᾳ ὑπολαμβάνοντα τῶν ἀντικειμένων μήτε τὸν ἅμα ἄμφω περὶ τοῦ αὐτοῦ, μᾶλλον μέντοι ἀληθεύειν τὸν ἅμα ἄμφω ὑπολαμβάνοντα τοῦ ἐκείνως ὑπολαμβάνοντος, ἤδη ἄν τι πάλιν καταλαμβάνοιτο καὶ ὁρίζοιτο· τὸ γὰρ μᾶλλον τοῦτο τούτου ἀληθὲς εἶναι ὁρίζοντός ἐστι καὶ ὁμολογοῦντος ἤδη τινὰ διαφορὰν ἐν τοῖς οὖσιν εἶναι, καὶ οὕτω πως αὐτὰ ἔχειν· τοῦτο γὰρ δίδωσιν ὁ λέγων ἄλλο ἄλλου ἀληθέστερον εἶναι. οὐ γὰρ δὴ καὶ ἡ ἀπόφασις αὐτοῦ ἅμα ἀληθὴς ἡ λέγουσα οὐ μᾶλλον αὐτὸ ἀληθὲς εἶναι· πάλιν γὰρ ἐπὶ τὸ πρῶτον εἰρημένον ἐπάνεισιν ὁ λόγος. τοῦτο γὰρ λέγει διὰ τοῦ εἰ δὲ ὁμοίως πάντες καὶ ψεύδονται καὶ ἀληθῆ λέγουσι· τοῦτο γὰρ ἕπεται τῷ ἐπὶ παντὸς τὴν ἀντίφασιν, διά τε τὸ λέγειν αὐτοὺς οὐδὲν μᾶλλον ἀληθεύειν τὸν ὁτιοῦν λέγοντα ἢ οὐκ ἀληθεύειν, καὶ ψεύδεσθαι ἢ οὐ ψεύδεσθαι, καὶ ὅτι διὰ τὸ εἶναι μὲν τὰ ἀντικείμενα ἀλλήλων ἀναιρετικά, λέγειν δὲ αὐτοὺς ἀμφότερα ἀληθῆ εἶναι. τὸ δὲ εἰ δὲ μηδὲν ὑπολαμβάνοι ἀλλ’ ὁμοίως ἐπήνεγκεν ὡς ἴσον τῷ ἀλλὰ μὴν εἰ μηδὲν ὑπολαμβάνοι,2 ἀλλ’ ὁμοίως οἴεται καὶ οὐκ οἴεται· εἰ γὰρ μὴ οἱ μὲν ἀληθεύουσιν οἱ δὲ ψεύδονται, ἢ οἱ μὲν μᾶλλον ἀληθεύουσιν οἱ δὲ ἧττον, ἀλλ’ ὁμοίως πάντες καὶ οὐκ ἀληθεύουσι καὶ ἀληθεύουσι, ἀντίφασις γὰρ καὶ τοῦτο, † ὅτε εἶπεν ὅτι τῷ τοῦτο λέγοντι οὐδὲ σημῆναί τι ἐνέσται. ἃ γὰρ λέγει ἅμα καὶ οὐ λέγει κατὰ τὴν αὐτὴν θέσιν· εἰ δὲ ὡς λέγοι, οὕτως καὶ ὑπολαμβάνοι, καὶ μηδὲν τῶν ὄντων ἔχειν πως ὑπολαμβάνει, ἀλλ’ ὁμοίως οἴεταί τε καὶ οὐκ οἴεται καὶ ὑπολαμβάνει καὶ οὐχ ὑπολαμβάνει περὶ ἑκάστου, ὁ τοιοῦτος οὐδὲν ἂν διαφέροι φυτοῦ, ἅπερ οὐδὲ ὅλως ἔχει τὴν ὑποληπτικὴν δύναμιν τῆς ψυχῆς. μετήνεγκε δὲ ἐπὶ τὰς ὑπολήψεις τὰς ἀντικειμένας ἀπὸ τῶν ἀντιφάσεων τὸν λόγον·3 φανερώτερος γὰρ ἐπὶ τούτων ὁ ἔλεγχος καὶ τὸ ἄτοπον ἐναργέστερον· πολλὰ γὰρ λέγειν μὲν οἷόν τε, οὐ μὴν καὶ ὑπολαμβάνειν, ὡς εἶπεν ἀρχόμενος τῆς πρὸς τοὺς τῆς θέσεως ταύτης προϊσταμένους ἀντιλογίας.
“此外,难道那认为事物以某种方式存在或不存在的人被欺骗了,而那认为两者兼具的人将说真话吗?” 他所说的是这样的意思:在他们看来,究竟是那如同肯定陈述所说那样认为事物存在且如此这般的人,以及那如同否定陈述所说那样认为事物不存在且非如此这般的人,他们自己也都被欺骗了(因为肯定与否定各自单独被述说时都是假的),而那同时认为事物既如此这般又非如此这般的人说了真话呢,还是说连认为这后者的人也被欺骗了呢?因为如果情况是前者,显然他们就限定了某物。但如果他们说,无论是单独认为两项中每一项的人,还是就同一事物同时〔认为〕两者的人都被欺骗了,那么他们所说的究竟还会是什么呢?抑或是他们在解释存在物的本性是何种样子时,如赫拉克利特派的人惯常所说的那样来谈论它呢?因为如果这些中没有一个是真的,他们就无法说出存在物的本性是什么,也无法说出对它们持有何种信念的人是在说真话;因为没有任何事物将是存在物。因为对于不能通过陈述任何谓项而说出真话的事物,它甚至根本不会存在。然而,如果陈述两者的结合者说真话,而单独陈述每一项的人说假话,那么在每一事物上就会存在某种被限定的东西;因为断言这为真而那为假,属于进行限定的人,属于主张某些事物是可把握的人。但是,即便他们防范此点而声称:两者都没有说真话,既不是单独认为对立项中每一项的人,也不是就同一事物同时认为两者的人,然而同时认为两者的人比起以前一种方式认为的人更为真实,那么某种东西又将已经重新被把握和限定了;因为断言这一项比那一项更为真实,属于进行限定的人,属于已经承认存在物中具有某种差异且事物以某种方式存在的人;因为断言一物比另一物更真实的人承认了这一点。因为断言它并不更真实的否定命题断然不可能同时也是真实的;否则论证又将退回到最初所说的事情上去。因为他通过“如果所有人同样既说假话又说真话”所说的正是这个意思;因为这伴随着在一切事物上矛盾对立都成立而来,既由于他们说无论说什么的人说真话并不比不说真话更甚,说假话并不比不说假话更甚,也由于对立项固然互为取消,他们却声称两者皆为真。而他补充说“但如果他什么也不认为,而是同样地……”,乃是等同于“但确实如果他什么也不认为,而是同样地以为且不以为”;因为如果不是某些人说真话而另一些人说假话,或者某些人更说真话而另一些人较少说真话,而是所有人都同样地既不说真话又说真话(因为这也是一种矛盾对立),正是当他说对于主张这一点的人而言甚至不可能指明任何东西的时候。因为他所说的事情,按照同一立论,他同时既说了又没有说;但如果他像他所说的那样也去如此认为,且认为存在物中的任何事物都不以某种方式存在,而是关于每一事物同样地既以为又不以为,既认为又不认为,那么这样的人将与植物毫无差异,而植物根本不具有灵魂的信念能力。而且他将论证从矛盾对立陈述转移到了对立的信念上;因为在这些信念上反驳更为显明,荒谬之处更为显然;因为说出许多话是可能的,但去如此认为却绝非可能,正如他在反驳这一立论的倡导者之开端处所说的那样。
- 4.53πότερον δοκεῖ αὐτοῖς ὁ μὲν εἶναι καὶ ἔχειν οὕτως τὸ πρᾶγμα ὑπολαμβάνων ὡς ἡ κατάφασις λέγει, καὶ ὁ μὴ εἶναι καὶ μὴ ἔχειν οὕτως ὡς ἡ ἀπόφασις καὶ αὐτὸς διεψεῦσθαι, ὡς ἑκατέραν τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν ἰδίᾳ λεγομένας ψευδεῖς εἶναι, ὁ δὲ ἅμα καὶ ἔχειν αὐτὸ οὕτως καὶ μὴ ἔχειν οὕτως ὑπολαμβάνων ἀληθεύειν, ἢ καὶ ὁ τοῦτο ὑπολαμβάνων διεψεῦσθαι;
由 πότερον ... ἢ ... 引出的间接两难疑问句的长句结构。主要动词 δοκεῖ 统辖一系列宾格加不定式结构:前一肢对比了单独持肯定和否定者自身被欺骗(καὶ αὐτὸς διεψεῦσθαι)而同时兼持两者的人说真话(ἀληθεύειν),后一肢则是“抑或连认为这[兼持两者]的人也被欺骗了”(ἢ καὶ ὁ τοῦτο ὑπολαμβάνων διεψεῦσθαι)。前一肢内部的 ὡς 表示理由(“由于……”)。
- 4.53τὸ δὲ εἰ δὲ μηδὲν ὑπολαμβάνοι ἀλλ’ ὁμοίως ἐπήνεγκεν ὡς ἴσον τῷ ἀλλὰ μὴν εἰ μηδὲν ὑπολαμβάνοι
中性单数定冠词 τό 将亚里士多德的原句 εἰ δὲ μηδὲν ὑπολαμβάνοι ἀλλ’ ὁμοίως 整体名词化,作为主句动词 ἐπήνεγκεν(“补充添加”)的宾语。后面的 ὡς ἴσον τῷ...(“等同于……”)充当说明该引文的表语补足语。
- 4.53μετήνεγκε δὲ ἐπὶ τὰς ὑπολήψεις τὰς ἀντικειμένας ἀπὸ τῶν ἀντιφάσεων τὸν λόγον
语序上的交错/倒装(hyperbaton)。介词短语 ἐπὶ τὰς ὑπολήψεις τὰς ἀντικειμένας(“转向对立的信念”)和 ἀπὸ τῶν ἀντιφάσεων(“从矛盾对立陈述”)直接紧随动词 μετήνεγκε(“转移了”),而直接宾语 τὸν λόγον(“论证”)则被置于句末。句法上的骨架是:μετήνεγκε τὸν λόγον ἀπὸ τῶν ἀντιφάσεων ἐπὶ τὰς ὑπολήψεις τὰς ἀντικειμένας。
