- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:296.3-297.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明,从一切矛盾对立皆为真的主张中,必然推导出品“所有人皆说真话且所有人皆说假话”的荒谬结论与自我反驳,并且由于对手未指明任何确定意义,因而不可能展开讨论(1008a28–a34)。此外,他解释了在面对此类论敌时,使用“肯定为真则否定必为假”这一自明原理为何会被视为乞题。
" Πρὸς δὲ τούτοις ὅτι πάντες ἂν ἀληθεύσαιεν." Ἐξαριθμεῖται καὶ τὰ ἄλλα τὰ ἑπόμενα τῇ δόξῃ ταύτῃ τῇ διῃρημένως τὰς προτάσεις καθ’ ἑκάστου τῶν ὄντων ἀληθεύεσθαι λεγούσῃ· τό τε γὰρ πάντας ἀληθεύειν ἕπεται, εἴ γε πάντες καὶ οἱ καταφάσκοντές τι τοῦ αὐτοῦ καὶ οἱ ἀποφάσκοντες ἀληθεύουσιν. ἀλλὰ καὶ πάντες ἂν ψεύδοιντο, εἴ γε αἱ μὲν καταφάσεις τῶν ἀποφάσεών εἰσιν ἀναιρετικαί, αἱ δὲ ἀποφάσεις τῶν καταφάσεων. τῷ μὲν οὖν ἀληθεύειν τοὺς καταφάσκοντας ψεύδεσθαι τοὺς ἀποφάσκοντας ἀνάγκη, τῷ δὲ πάλιν τοὺς ἀποφάσκοντας ἀληθεύειν ψεύδοιντο ἂν οἱ καταφάσκοντες· ὥστε καὶ οἱ καταφάσκοντες καὶ οἱ ἀποφάσκοντες ψεύσονται, καὶ πάντες ἀληθεύουσιν. ἔτι εἰ οἱ ψεύδεσθαί τινας λέγοντες ἀληθεύσουσι τῷ καὶ ἰδίᾳ ἑκάτερον μόριον τῆς ἀντιφάσεως λεγόμενον ἀληθὲς εἶναι, ἔσται καὶ ἡ πάντας ψεύδεσθαι λέγουσα κατάφασις ἀληθής· ψεύδονται ἄρα πάντες. καὶ αὐτὸς δὲ αὑτὸν ὁμολογεῖ ψεύδεσθαι· εἰ γὰρ ἐφ’ οὗ κατάφασις, ἐπ’ ἐκείνου καὶ ἡ ἀπόφασις, ὁμολογοῖ ἂν ἀληθῆ εἶναι καὶ τὴν ἀπόφασιν τῆς καταφάσεως τῆς λεγούσης ἅμα τὴν ἀντίφασιν συναληθεύεσθαι, ἥτις ἐστὶν οὐχ ἅμα τὴν ἀντίφασιν συναληθεύεσθαι. ἀλλ’ ἐν τῷ αὐτὴν ὁμολογεῖν ἀληθῆ εἶναι τὴν ἀναιρετικὴν οὖσαν ἧς αὐτὸς ἐτίθετο καταφάσεως τῆς λεγούσης1 τὴν ἀντίφασιν ἅμα εἶναι ἀληθῆ, αὑτὸν ὁμολογεῖ ψεύδεσθαι.
“除这些之外,所有人都会说真话……” 他也列举了伴随这一主张而来的其他后果,该主张认为对每一个存在物而言,诸命题分开来看都是真实的。因为如果对同一事物有所肯定的人和予以否定的人都说真话,那么所有人说真话这一结论便伴随而来。但所有人也都将说假话,如果肯定取消否定,而否定也取消肯定的话。因此,由于肯定者说真话,否定者必然说假话;而反过来,由于否定者说真话,肯定者就将说假话;从而肯定者和否定者都将说假话,并且所有人也都说真话。此外,如果由于矛盾对立的每一部分单独被述说时也为真,从而那些说某些人说假话的人将说真话,那么断言所有人说假话的肯定命题也将为真;因此所有人都在说假话。而且他自己也承认自己在说假话;因为如果在肯定所属的地方,否定也属于那里,那么他也就会承认,那断言矛盾对立同时为真的肯定命题的否定也是真实的,这一否定即是“矛盾对立并非同时为真”。但是,在他承认这本身为真——它取消了他自己所设定的、断言矛盾对立同时为真的肯定命题——之中,他便承认了自己在说假话。
"Ἅμα δὲ φανερὸν ὅτι μηδενὸς πρὸς τοῦτον ἡ σκέψις." Τουτέστιν κοινολογία τε καὶ ζήτησις· οὐδὲν γὰρ λέγει· πρὸς δὲ τὸν μηδὲν λέγοντα οὔτε κοινολογία τις οὔτε ζήτησις περί τινος δύναται γίνεσθαι. ὅτι δὲ μηδὲν ὁ τοῦτο λέγων λέγει, δῆλον. πᾶς γὰρ ὁ λέγων τι καὶ σημαίνων ὡρισμένον τι σημαίνει, ὥσπερ εἴρηται, ὥστε ὁ μὴ ὡρισμένον τι σημαίνων οὐδ’ ἂν λέγοι τι. ὁ δὲ τὴν ἀντίφασιν ἐπὶ παντὸς λέγων ἅμα ἀληθῆ εἶναι οὐδὲν ὡρισμένον σημαίνει· ὁ ἄρα τὴν ἀντίφασιν ἐπὶ παντὸς ἅμα ἀληθῆ λέγων εἶναι οὐδὲν λέγει. ὅτι γὰρ οὐδὲν λέγει δεικνὺς φησὶν οὔτε γὰρ οὕτως ἔχειν λέγει τὰ πράγματα οὔτε οὐχ οὕτως, δεῖ δὲ οὕτως ἔχειν ἢ μὴ οὕτως ἔχειν. εἰπὼν δὲ λέγειν τοὺς τὴν ἀντίφασιν ἅμα ἀληθῆ λέγοντας ἕκαστον τῶν ὄντων οὕτω τε ἔχειν καὶ οὐχ οὕτως, ἐπήνεγκε καὶ πάλιν γε ταῦτα ἀπόφησιν ἄμφω, ἔτι μᾶλλον δεικνὺς ὅτι οὐδὲν λέγει ὁ τοῦτο λέγων· ἀκόλουθον γὰρ τούτοις λέγει καὶ τὸ μήτε οὕτως μήτε μὴ οὕτως· εἰ γὰρ μὴ τοῦτο λέγοιεν, ὁρίζοιεν ἄν τι ἤδη, καὶ οὐκέτι ἂν λέγοιεν ἐπὶ πάντων τὴν ἀντίφασιν, καὶ οὐδὲν μᾶλλον [ἢ] τοῦτο ἢ τὸ ἀντικείμενον· ἀντίκειται γὰρ τῷ οὕτω τε καὶ οὐχ οὕτως τὸ μήτε οὕτω μήτε οὐχ οὕτως. ὥστε εἰ μὴ τοῦτο λέγοιεν, συγχωροῖεν ἂν ταύτῃ τῇ καταφάσει καθ’ αὑτὴν ἀληθῆ εἶναι, τῇ οὕτω τε καὶ οὐχ οὕτως ἔχειν ἕκαστον τῶν ὄντων λεγούσῃ, καὶ ψευδῆ λέγοιεν ἂν εἶναι τὴν ἀπόφασιν αὐτῆς. εἰ δὲ τοῦτο, ὡρισμένως λέγοιεν ἂν ἤδη τι καὶ κατάληψιν δώσουσιν.
“同时显然,针对这人的考察不关涉任何事物……” 也就是说,共同讨论与探究〔不关涉任何事物〕;因为他什么也没有说,而对于什么也没有说的人,既不可能有任何共同讨论,也不可能就任何事物展开探究。而说这话的人什么也没有说,这一点是显而易见的。因为正如已经说过的,凡有所言说且有所指明的人,都指明某种确定的东西,从而不指明某种确定东西的人甚至什么也没有说。然而,断言在一切事物上矛盾对立同时为真的人,并没有指明任何确定的东西;因此,断言在一切事物上矛盾对立同时为真的人什么也没有说。因为[亚里士多德]在表明他什么也没有说时指出,他既不说事物是这样也不说是非这样,但事物必须要么是这样,要么是非这样。而且在指出那些断言矛盾对立同时为真的人主张每一个存在物既是这样又是非这样之后,他又补充道“他又将这两者一并否定”,从而更加表明说这话的人什么也没有说;因为他说,伴随这些而来的还有“既非这样也非非这样”;因为如果他们不说这个,他们就已经是限定了某物,也就不再在一切事物上言说矛盾对立,也不再言说“并不更此而非其对立面”;因为与“既这样又非这样”相对立的乃是“既非这样也非非这样”。因此,如果他们不说这个,他们就会承认这一肯定命题本身为真,即主张每一个存在物既这样又非这样的肯定命题,并且他们就会主张它的否定是假的。但若是如此,他们就已经是在以确定的方式言说某物,并且将承认把握。
"Ἔτι εἰ ὅταν ἡ φάσις ἀληθής, ἡ ἀπόφασις ψευδής." Ἡ ἐπιχείρησις ᾗ χρῆται φυσικὴ μέν ἐστι καὶ ἀληθής, ἀλλ’ ὡς πρὸς τοὺς τὴν θέσιν ἐκείνην τιθεμένους τὸ ἐν ἀρχῇ αἰτεῖσθαι δόξει· ὃ γὰρ τίθησιν, ὡς ὁμολογούμενον τοῦτο λαμβάνει, πρὸς ὃ ἡ παρ’ ἐκείνων ἀμφισβήτησις.2 δυνάμει δὲ αὐτῇ κέχρηται ἤδη δι’ ὧν εἶπε πάντας ψεύδεσθαι. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον· εἰ τῆς καταφάσεως οὔσης ἀληθοῦς ἡ ἀπόφασις ψευδής ἐστιν (ἀλλήλων γάρ εἰσιν ἀναιρετικαὶ αἱ καταφάσεις καὶ ἀποφάσεις), οὐκ ἂν ἐνδέχοιτο ἐπὶ τοῦ αὐτοῦ ἅμα λέγειν τήν τε κατάφασιν ἀληθῶς καὶ τὴν ἀπόφασιν περὶ ταὐτοῦ. ἐχρήσατο δὲ τούτῳ ὡς ἐξ αὑτοῦ γνωρίμῳ καὶ ἐναργεῖ καὶ ἐν τῷ Περὶ ἑρμηνείας, ὅτε ἐζήτει περὶ τῆς εἰς τὸ μέλλον ἀντιφάσεως, δι’ ὧν εἶπεν “πρῶτον μὲν γὰρ οὔσης τῆς καταφάσεως ψευδοῦς ἡ ἀπόφασις οὐκ ἀληθής, καὶ ταύτης ψευδοῦς οὔσης τὴν κατάφασιν συμβαίνει μὴ ἀληθῆ εἶναι.” — ὡς γὰρ ὄντος ἐναργῶς ἀτόπου τοῦ ταῦτα λέγειν ἐχρήσατο αὐτοῖς. εἰπὼν δὲ ταῦτα ἐπεσημήνατο καὶ αὐτὸς ὅτι δόξει ὁ τοῦτο λαμβάνων, τὸ ἀναιρετικὰς ἀλλήλων εἶναι τὴν τε κατάφασιν καὶ τὴν ἀπόφασιν, τὸ ἐν ἀρχῇ λαμβάνειν. ἔθηκεν οὖν τὴν ἐπιχείρησιν καὶ ἐφύλαξεν, ὅτι ἔστι φυσικωτάτη τε καὶ φανερωτάτη· ἐπεσημήνατο δὲ ὅτι τὸ ἐν ἀρχῇ δοκεῖ αἰτεῖσθαι, δεικνὺς δι’ ἐκείνων καὶ διὰ τούτων τὴν ἀτοπίαν τῆς θέσεως καὶ τὴν πρὸς τὰ ἐναργῆ μάχην.
“此外,如果在肯定陈述为真时,否定陈述为假……” 他所使用的这一论证固然符合自然道理且是真实的,但相对于那些确立那一论点的人而言,它将被看作是在乞题;因为他所设立的,他乃是将其当作公认的前提来接受的,而对方的争议恰恰针对此点。但在潜能上,他通过他说所有人都在说假话的那些论证,已经使用了它。而所说的内容是这样的:如果在肯定为真时否定为假(因为肯定与否定互为取消),就不可能在同一事物上、就同一方面同时真实地述说肯定与否定。而在《解释篇》中,当他探究关于未来的矛盾对立时,他也将此作为自明的和显然的事情加以使用,他在其中说道:“因为首先,如果肯定是假的,否定就不为真;如果否定是假的,就会导致肯定不为真。” ——因为他是把说这些话显属荒谬作为前提来使用它们的。在说了这些之后,他自己也注明,采纳这一点(即肯定与否定互为取消)的人将被看作是在乞求原本的论点。因此,他提出了这一论证并将其保留,因为它最为合乎自然道理且最为显然;但他注明这似乎是在乞题,借助于那些和这些来表明该论点的荒谬性及其与显明事实的冲突。
- 4.50ἧς αὐτὸς ἐτίθετο καταφάσεως τῆς λεγούσης
此处理解为关系代词格吸引(attractio relativi)结构,先行词名词 καταφάσεως 被拉入关系从句中,而原本作 ἐτίθετο 宾格宾语的关系代词(ἣν)受先行词属格吸引而变为 ἧς。若按常规语序和格位还原,应为 τῆς καταφάσεως ἣν αὐτὸς ἐτίθετο, τῆς λεγούσης ...,作为介词短语 ἐν τῷ αὐτὴν ὁμολογεῖν ἀληθῆ εἶναι 中的分词 τὴν ἀναιρετικὴν οὖσαν 的补足成分。
- 4.52ὃ γὰρ τίθησιν, ὡς ὁμολογούμενον τοῦτο λαμβάνει, πρὸς ὃ ἡ παρ’ ἐκείνων ἀμφισβήτησις.
主句动词 λαμβάνει 的直接宾语是指示代词 τοῦτο,前置的关系从句 ὃ γὰρ τίθησιν 预先表达了 τοῦτο 的内容。随后的关系代词短语 πρὸς ὃ 则回指 τοῦτο(或 ὃ γὰρ τίθησιν 所表达的命题),省略了系动词 ἐστί,构成“彼方的争议恰恰针对此点”之意。
