← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§294.22-296.2

非存在的可认知性与结合矛盾的荒谬

亚历山大注释亚里士多德《形而上学》伽玛卷第4章(1008a16–1008a25),阐明由非存在的认知性推导出的肯定在先性,并解析若主张矛盾对立面结合而非分离时为真所导致的荒谬后果(活动与言说的不可行性,以及万物混为一体)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.48

" Καὶ εἰ τὸ μὴ εἶναι βέβαιόν τι καὶ γνώριμον." Ὃ λέγει ἐστίν· εἰ τὸ μὴ εἶναι καὶ ἡ ἀπόφασις βέβαιόν τι καὶ γνώριμον καὶ καταληπτόν, γνωριμωτέρα ἂν εἴη ἡ ἀντικειμένη φάσις τῇ ἀποφάσει, τουτέστιν ἡ κατάφασις. οὐ τῇ καταληπτῇ δὲ καὶ ὁμολογουμένῃ εἶναι ἀποφάσει λέγοι ἂν τὴν ἀντικειμένην κατάφασιν γνωριμωτέραν, ἀλλ’ ὅτι1 καθόλου ἐν ἀντιφάσει κατάληψις μᾶλλον ἂν ἐν καταφάσει εἴη· γνωριμώτερον γὰρ καθόλου τὸ εἶναι τοῦ μὴ εἶναι. γνωριμωτέρα δὲ ἡ κατάφασις τῆς ἀποφάσεως εἴη ἄν, διότι καὶ πρώτη· πρώτη γὰρ ἡ κατάφασις τῆς ἀποφάσεως, ὡς εἴρηται ἐν τῷ Περὶ ἑρμηνείας. ἔτι τὸ ὂν τοῦ μὴ ὄντος γνωριμώτερον, ὅτι ἐφ’ οὗ ἡ ἀπόφασις ἀληθής, διὰ τὸ γνώριμον αὐτὸ εἶναι ἄλλο τι ὂν καὶ μὴ τοῦτο, ταύτῃ ἀληθής (διὰ τοῦτο γὰρ οὐχὶ καὶ ἡ κατάφασις ἡ αὐτῆς ταύτης τῆς ἀποφάσεως), ὥστε καὶ κατάφασις ἂν εἴη τις ἐπ’ αὐτοῦ γνώριμος καὶ ἀληθής. εἰ δὲ ὁμοίως ἐπὶ πάντων ἡ ἀντίφασις ἀληθής, καὶ ὅσα ἀποφῆσαι ταῦτα καὶ καταφῆσαι ἀνάγκη καὶ ἀντιστρέφειν, ἤτοι διῃρημέναι ἀπ’ ἀλλήλων αἱ ἀποφάσεις καὶ ἰδίᾳ κατηγορημέναι ἀληθεῖς ὁμοίως εἰσὶν ἀλλήλαις, ἢ ὡς ἰδίᾳ μὲν κατηγορούμεναι καὶ κεχωρισμέναι ἀπ’ ἀλλήλων οὐκ ἀληθεῖς, συντιθέμεναι δὲ ἅμα ἥ τε κατάφασις καὶ ἡ ἀπόφασις ἀληθεῖς. τοῦτο γὰρ καὶ τότε ἠξίου ἐρωτῶντός τινος εἰ ἄνθρωπος ὁ Σωκράτης ἐστί, πρὸς ὃ ἀποκρινόμενος ‘ἔστι καὶ οὐκ ἄνθρωπος’, ὡς τοῦ μὲν ὅλου ἀληθοῦς ὄντος, ἰδίᾳ δὲ ἑκατέρου οὐκ ἀληθοῦς. ἀλλ’ εἰ μὲν μήτε ἡ κατάφασις μήτε ἡ ἀπόφασις ἀληθὴς ἰδίᾳ λεγομένη, οὐκ ἀληθεύσει ὁ ταῦτα λέγων. τοῦτο γὰρ σημαίνει τὸ οὐ λέγει τε ταῦτα.2 εἰ γὰρ οὐκ ἀληθεύσει ὁ λέγων ταῦτα, οὐδὲ ἔστιν· τῷ γὰρ μὴ εἶναι αὐτὰ οὐκ ἀληθεύσει. οὕτως δὲ οὐδὲν ἔσται, εἰ ἐπὶ παντὸς μήτε ἡ κατάφασίς τινος ἀληθὴς μήτε ἡ ἀπόφασις ἀληθής. μηδενὸς δὲ ὄντος οὐδ’ ἂν ἄνθρωπος εἴη, μὴ ὄντος δὲ ἀνθρώπου οὐδ’ ἂν φθέγγοιτό τις οὐδὲ λέγοι. μὴ γὰρ ὄντων τῶν ἐνεργούντων οὐδ’ ἂν αἱ ἐνέργειαι εἶεν· οὐκ ἔσται δὲ τὰ ἐνεργοῦντα, ὅτι μή εἰσιν ἀληθεῖς αἱ καταφάσεις αἱ εἶναι αὐτὰ λέγουσαι. ἔτι ὡς αἱ τῶν ἐνεργούντων καταφάσεις οὐκ ἀληθεῖς, οὐδὲ αἱ τῶν ἐνεργειῶν, οἷον τοῦ βαδίζειν, τοῦ φθέγγεσθαι. ὥστε καὶ κατὰ τοῦτο οὐδὲ ταῦτα ἔσται. ἀλλὰ μὴν οὐδὲ αὐτὸ ἔτι οἷόν τε ἀληθὲς εἶναι τὸ ἐπὶ πάντων ἀληθῆ τὴν ἀντίφασιν εἶναι· κατάφασις γὰρ καὶ τοῦτο, καὶ ἔστιν αὐτοῦ ἀπόφασις. καὶ πάντα ἂν εἴη ἓν τοῖς λέγουσιν ἅμα πᾶσαν ἀντίφασιν ἀληθῆ ἐφ’ ἑκάστου συγκειμένην· ᾧ ἀκολουθοίη ἂν καὶ τὸ πάντα τὰ ὄντα ἓν εἶναι. εἰ γὰρ ἐπὶ παντὸς πᾶσα ἀντίφασις ἅμα λεγομένη ἀληθής, πάντα ταὐτά ἐστιν ἀλλήλοις, ὡς ἤδη προεῖπεν· ὡς γὰρ πάντα ταὐτὰ ὑπάρχει τούτοις, καθ’ ὧν ἁπάντων ἡ ἀντίφασις ὁμοίως ἀληθής. πῶς δὲ οὐκ ἄτοπον ταὐτὸν λέγειν ἄνθρωπον, θεόν, τριήρη, λίθον, καὶ μὴ ἄνθρωπον, μὴ θεόν, μὴ τριήρη, μὴ λίθον; ἕπεται δὲ ταύτῃ τῇ δόξῃ τὸ διωρικέναι τι·3 τὸ γὰρ ἰδίᾳ μὲν μήτε τὴν κατάφασιν μήτε τὴν ἀπόφασιν ἀληθῆ λέγειν, ἅμα δὲ ἄμφω ἀληθῆ ὁρίζοντός τινα ἦν.

“而如果非存在是某种确固且可认识之物……” 他所说的是:如果非存在与否定是某种确固、可认识且可把握之物,那么与否定相对立的陈述,亦即肯定,就应当更是可认识的。但他并非在说,直接与那可把握且被公认的否定相对立的肯定更是可认识的,而是说在一般的矛盾对立中,把握毋宁更在于肯定之中;因为总体上存在比非存在更是可认识的。肯定比否定更是可认识的,也因为它是在先的;因为正如在《解释篇》中所说,肯定在先于否定。此外,存在比非存在更是可认识的,因为在否定为真之物上,正是通过认识到它是某种别的存在物而非此物,否定才在这一方面为真(正因如此,这一否定本身的肯定才并非同时为真),从而某种肯定对它而言也将是可认识且为真的。然而,如果在一切事物上矛盾对立同样为真,并且凡必须予以否定的这些也必须予以肯定且可换位,那么要么是否定[与肯定]彼此分开且单独被述说时彼此同样为真,要么是作为单独被述说且彼此分离时并非为真,但肯定与否定同时结合在一起时为真。因为这也是当时有人在被问及苏格拉底是否是人时所主张的,他对此回答说“既是人也是非人”,其理由是整体为真,但各自单独而言并不为真。但是,如果肯定和否定单独被言说时都不为真,那么说这些话的人就将不说真话。因为“并且他也未曾说出这些”所指的就是这个。因为如果说这些话的人将不说真话,[所说之物]也就不存在;因为正是凭借它们的不存在,他才将不说真话。而这样一来,如果在一切事物上既没有某物的肯定为真,也没有其否定为真,就将没有任何事物存在。而没有任何事物存在时,人也就不会存在;没有人存在,也就没有任何人会发声或说话。因为如果没有活动的主体存在,活动也就不会存在;而活动的主体将不会存在,因为述说它们存在的肯定命题并非为真。此外,正如活动主体的肯定并非为真,活动的肯定——例如行走的肯定、发声的肯定——也同样不为真。因此就这一方面而言,这些[活动]也将不存在。然而,甚至“在一切事物上矛盾对立都为真”这一命题本身也绝不可能再为真;因为这也是一个肯定命题,并且存在着针对它的否定。而且,对于那些主张在各个事物上结合起来的整个矛盾对立同时为真的人而言,万物都将是一;伴随这一点的还有:所有存在物都是一。因为如果在一切事物上同时言说的整个矛盾对立都为真,那么正如他此前已经说过的,所有事物彼此都是同一的;因为凡是矛盾对立同样为真的一切事物,所有相同的事物都属于它们。但是,把人、神、三列桨战船、石头,以及非人、非神、非三列桨战船、非石头说成是同一的,岂能不是荒谬的?而且伴随这一意见而来的是他们对某物做出了限定;因为主张单独而言肯定与否定都不为真,但二者同时为真,乃是限定某些事物之人的做法。

§4.49

"Εἰ δὲ ὁμοίως καθ’ ἑκάστου." Ὁ δὲ σύνδεσμος ἀντὶ τοῦ γὰρ κεῖται.4 ἔστι γὰρ τὸ ἀκόλουθον· εἰ γὰρ ὁμοίως καθ’ ἑκάστου πᾶσα ἀντίφασις ἀληθής, οὐδὲν ἄλλο ἄλλου διοίσει, οὐδὲν ἔχον ἴδιον. κατ’ ἰδιότητα γάρ τινα τοῖς πράγμασιν ἡ πρὸς ἄλληλα διαφορά, ἣν ἔχει, καὶ 〈ᾧ〉 διαφέρει ἄλλο ἄλλου, τοῦτο ἐφ’ ἑκάστου αὐτῶν ἀληθὲς καὶ ἴδιον ἔσται, καὶ οὐκέτι ἡ ἀπόφασις αὐτοῦ. κἂν διαιρούντων καὶ ἰδίᾳ κατηγορούντων τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν ἀμφότερα ὁμοίως ἀληθεύεσθαι λέγωσιν ἐπὶ πάντων, καὶ οὕτως ἀκολουθήσει τὸ πάντα ταὐτὰ ἀλλήλοις τὰ ὄντα εἶναι καὶ ἀδιάφορα.

“但是,如果对每一个事物同样地……” 连词“但是”是用来代替“因为”的。因为伴随而来的后承乃是:因为如果对每一个事物而言整个矛盾对立同样为真,那么没有任何事物会与其他事物有所区别,不具有任何自身固有的东西。因为事物相互之间的差异在于其所具有的某种固有属性,而一物凭之与另一物相区别的〈那东西〉,对于它们各自而言将是真实且固有的,并且其否定将不再[为真]。即便他们在分开并单独述说肯定与否定时,主张在一切事物上二者都同样为真,这样一来,所有存在物彼此同一且无分别的结论也将同样伴随而来。

语法注4 条
  1. 4.48οὐ τῇ καταληπτῇ δὲ καὶ ὁμολογουμένῃ εἶναι ἀποφάσει λέγοι ἂν τὴν ἀντικειμένην κατάφασιν γνωριμωτέραν, ἀλλ’ ὅτι

    此处是由 οὐ... λέγοι ἄν 与 ἀλλ’ ὅτι... 构成的对照结构。主句动词 λέγοι ἄν 以随后的 ὅτι 从句作为宾语从句,而前半句中的与格短语 τῇ... ἀποφάσει 则是分词 ἀντικειμένην 所支配的补足语(“与该否定相对立的肯定”)。亚历山大借此澄清:并非是指对某一特定已被承认的否定而言其直接对立的肯定是更可认识的,而是就普遍而言(καθόλου),存在与肯定相对于否定更具可认知性。

  2. 4.48τοῦτο γὰρ σημαίνει τὸ οὐ λέγει τε ταῦτα.

    中性单数冠词 τὸ 将来自亚里士多德原文的引用句 οὐ λέγει τε ταῦτα(1008a18–19)名词化。前文的 οὐκ ἀληθεύσει ὁ ταῦτα λέγων(“说这些话的人将不说真话”)即为 τοῦτο 所指代的内容,用以解释亚里士多德所谓“他没有说出这些”的实际含义。

  3. 4.48ἕπεται δὲ ταύτῃ τῇ δόξῃ τὸ διωρικέναι τι

    ἕπεται 的语法主语是带有冠词的不定词短语 τὸ διωρικέναι τι(“对某物做出了限定”),而与格 ταύτῃ τῇ δόξῃ 则是动词 ἕπεται 所要求的补足语。紧随其后的句子(τὸ γὰρ ἰδίᾳ...)是对该结论的解释说明,其中带有属格 ὁρίζοντος 的系动词 ἦν 表达特征归属(“属于限定某些事物之人的做法”)。

  4. 4.49Ὁ δὲ σύνδεσμος ἀντὶ τοῦ γὰρ κεῖται.

    对引文(1008a25)开头的连词 δὲ 语法功能的注解说明。亚历山大指出,此处文中的 δὲ 并非表示转折,而是代替因果连词 γάρ(“因为”)使用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:294.22-296.2