← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§293.33-294.21

通过划分法反驳矛盾双方皆真的主张

亚历山大指出亚里士多德采用划分法反驳矛盾双方皆成立的观点,通过梳理主张究竟适用于一切事物还是仅适用于部分事物的可能分支,指明这一论证如何必然导出存在确定的、可被认识的事物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.47

" Ἔτι ἤτοι περὶ πάντα οὕτως ἔχει, καὶ ἔσται καὶ λευκὸν καὶ οὐ λευκὸν καὶ ὂν καὶ οὐκ ὄν." Ἐκ διαιρέσεως πρόεισιν ὁ λόγος αὐτῷ, δείκνυσι δὲ πάσας τὰς ἐνδεχομένας λαμβάνων διαιρέσεις, αἷς τὸ ἀκολουθοῦν τὸ εἶναί τινα ὡρισμένα καὶ καταληπτὰ δηλονότι,1 καὶ οὐχ ὡς βούλονται λέγειν ἐπὶ πάντων οὐδὲν μᾶλλον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν. δείξει δὲ φανερῶς ἄτοπά τινα ἑπόμενα. φησὶ γὰρ ἤτοι περὶ πάντων λέγειν αὐτοὺς τὸ οὐδὲν μᾶλλον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἢ περὶ ἐνίων. τοῦτο δὲ εὐλόγως δόξειεν ἂν λέγεσθαι ὑπ’ αὐτῶν, ἐπεὶ ἐπὶ τῆς οὐσίας καὶ τοῦ οἰκείου εἴδους καὶ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων ἔδειξε φανερῶς ἄτοπον ὂν τὸ μὴ εἶναι τοῦτο λέγειν, ἐν ᾧ ἦν αὐτῷ τὸ εἶναι καὶ καθ’ ὃ ἔστιν ἕκαστον τῶν ὄντων ὅ ἐστιν· διὰ τοῦτο γὰρ εἵπετο αὐτοῖς καὶ τὸ πάντα τὰ κατηγορούμενα συμβεβηκότα λέγειν. ἔτι δὲ καὶ ὡς τῇ διαιρέσει ἑπόμενον τίθεται ἐπὶ πάντων ἐφ’ ὧν ἡ κατάφασις καὶ ἡ ἀπόφασις, οὐκέτι δὲ ἐφ’ ὧν ἡ ἀπόφασις καὶ ἡ κατάφασις ὁμοίως, ὅθεν ἂν ἄρξηταί τις, ἀκολουθεῖν καὶ ἡ ἀντίφασις.2 ἀλλ’ εἰ μὴ ἐπὶ πάντων ἡ ἀντίφασις, ἀλλ’ ἔστιν ἐφ’ ὧν μόνη ἡ κατάφασις, ἔσται τινὰ ὡρισμένα τε καὶ καταληπτά, καὶ οὐκ ἔστιν ἐπὶ πάντων οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως· οὐ γὰρ καὶ ἐπὶ τούτων. εἰ δὲ ἐπὶ πάντων μὲν ἐφ’ ὧν ἡ κατάφασις καὶ ἡ ἀπόφασις, οὐ μὴν ἐφ’ ὧν ἡ ἀπόφασις καὶ ἡ κατάφασις ἔτι ὁμοίως μηδ’ ἀντιστρέφει, εἴη ἄν τι τῶν μὴ ὄντων καταληπτὸν ὅτι μή ἐστι καὶ βεβαίως οὐκ ὂν καὶ οὐχὶ οὐδὲν μᾶλλον ὂν ἢ μὴ ὄν, εἴ γε ἡ μὲν ἀπόφασις ἀληθὴς ἐπ’ αὐτοῦ, ἡ δὲ κατάφασις οὐκέτι. ὡς γὰρ τῆς καταφάσεως μόνης οὔσης ἀληθοῦς ἐγίνετό τινα ὁμολογούμενα καὶ καταληπτά, οὕτω καὶ εἰ ἡ ἀπόφασις πάλιν ἐπί τινων μόνη ἀληθὴς εἴη.

“此外,要么在一切事物上情形皆是如此,并且既是白又是非白,既是存在又是非存在……” 他的论证是通过区分来进行的,并且他表明,在采纳了一切可能的区分之后,显然伴随着这些区分的后承乃是:存在着某些确定的且可把握的事物,而不是像他们所意图说的那样,在一切事物上肯定都绝不比否定更成立。而且他将表明,有某些明显荒谬的后果伴随而来。因为他说,他们主张肯定绝不比否定更成立,要么是就一切事物而言,要么是就某些事物而言。而后一种说法在他们看来似乎可以合乎情理地被提出,因为在实体、固有形式以及在“是什么”中被述说的事物上,他已表明,把其存在之所在以及各个存在物凭之成为其所是的东西说成“不存在”,乃是明显荒谬的;因为正因如此,把一切被述说之物说成偶性,才作为后承落到了他们身上。此外,作为区分的后承还被设定为:在凡是肯定[为真]的一切事物上,否定也[为真],但在否定[为真]的事物上,肯定却不再同样[为真],从而无论从哪一方开始,矛盾命题都不是同样伴随而来的。但是,如果矛盾命题不是在一切事物上都成立,而是存在某些唯有肯定[为真]的事物,那么就会存在某些确定且可把握的事物,并且也就不是在一切事物上都“不更如此而不是非如此”;因为在这些事物上情况并非如此。另一方面,如果是在肯定[为真]的一切事物上否定也[为真],但在否定[为真]的事物上肯定却不再同样[为真]且不可换位,那么非存在中的某个事物就其不存在而言就将是可把握的,并且牢固地是非存在,而不是“不更是存在而不是非存在”,只要否定对它而言为真而肯定不再[为真]。因为正如唯有肯定为真时某些被公认且可把握的事物就得以产生一样,如果否定就某些事物而言再次单独为真,情况也是如此。

语法注2 条
  1. 4.47αἷς τὸ ἀκολουθοῦν τὸ εἶναί τινα ὡρισμένα καὶ καταληπτὰ δηλονότι

    αἷς 是指代先行词 διαιρέσεις 的与格关系代词,依附于中性名词化分词 τὸ ἀκολουθοῦν(“伴随它们的后承”)。句子的主语是 τὸ ἀκολουθοῦν,而定冠词不定式从句 τὸ εἶναί τινα ὡρισμένα...(“存在某些确定的事物”)充当表语,系动词 ἐστί 被省略。

  2. 4.47ἔτι δὲ καὶ ὡς τῇ διαιρέσει ἑπόμενον τίθεται ἐπὶ πάντων ἐφ’ ὧν ἡ κατάφασις καὶ ἡ ἀπόφασις, οὐκέτι δὲ ἐφ’ ὧν ἡ ἀπόφασις καὶ ἡ κατάφασις ὁμοίως, ὅθεν ἂν ἄρξηταί τις, ἀκολουθεῖν καὶ ἡ ἀντίφασις.

    该句的骨干为被动动词 τίθεται(“被设定”),由 ὡς τῇ διαιρέσει ἑπόμενον(“作为区分的后承”)充当状语性质的补足语,主语由不定式 ἀκολουθεῖν 及其主格成分 καὶ ἡ ἀντίφασις 构成。中间插入的 ἐπὶ πάντων ἐφ’ ὧν ἡ κατάφασις... οὐκέτι δὲ ἐφ’ ὧν ἡ ἀπόφασις...(省略了系动词 ἐστί)构成了不对称的假设分支(“凡肯定成立处否定亦成立,但凡否定成立处肯定却非同样成立”),作为后续推论的前提。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:293.33-294.21