- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:292.22-293.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在1008a2指出主张矛盾者被迫承认断定与否定皆非必然的结论,亚历山大从将“是非人”视为换位肯定以及直接视为否定两个层面对这一论辩结构进行了分析。
" Ταῦτά τε οὖν συμβαίνει τοῖς λέγουσι τὸν λόγον τοῦτον, καὶ ὅτι οὐκ ἀνάγκη φάναι ἢ ἀποφάναι." Δείξας διὰ τῆς προειρημένης ἐπιχειρήσεως τὸ πάντα τὰ ὄντα ἓν ἔσεσθαι, τοῖς προειρημένοις καὶ τοῦτο προστίθησιν ὡς ἑπόμενον τοῖς ἅμα τοῦ αὐτοῦ καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι κατηγοροῦσι καὶ διὰ τοῦτο φάσκουσι συναληθεύεσθαι τὴν ἀντίφασιν, τὸ συμβαίνειν μήτε τὴν ἀπόφασιν μήτε τὴν κατάφασιν ἀληθῆ γίνεσθαι, καθ’ ὧν ἄμφω τὰ ἀντικείμενα. εἰ γὰρ πᾶσα ἀντίφασις ἐφ’ ἑκάστου ἅμα συναληθεύεται, ὥς φασι, καὶ ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθὲς καὶ τὸ ἔστιν ἄνθρωπος καὶ τὸ ἔστιν οὐκ ἄνθρωπος· διὰ τοῦτο γὰρ καὶ ἡ ἀπόφασις ἀληθὴς καθ’ οὗ ἡ κατάφασις, διὰ τὸ εἶναι ἐπ’ αὐτοῦ ἀληθῆ καὶ τὴν ἐκ μεταθέσεως κατάφασιν.1 ἐπὶ γὰρ τοῦ ὄντος οὐκ ἀνθρώπου ἀληθὴς ἡ ἀπόφασις ἡ λέγουσα οὐκ ἔστιν ἄνθρωπος, ἐπεὶ καὶ τὸ ἔστιν οὐκ ἄνθρωπος· ἐπὶ γὰρ τῶν μὴ ὄντων ὁμοίως ἀληθὴς ἑκατέρα. ἅμα δὲ καὶ τὸ λεγόμενον ὑπ’ αὐτῶν ἦν οὐ μᾶλλον ἄνθρωπος ἢ οὐκ ἄνθρωπος, καὶ ὁμοίως ἐπὶ πάντων τὸ οὐκ ἄνθρωπος τοῦ ἀνθρώπου ἀποφατικὸν ἐλάμβανον. δοκεῖ δὲ ἡ ἐπιχείρησις αὕτη δεικνύναι ὅτι τὰ λεγόμενα ὑπ’ αὐτῶν ἅμα ἐφ’ ἑκάστου εἶναι ἀληθῆ ὡς ἀντιφάσεις οὐκ ἀντιφάσεις εἰσίν, ἀλλ’ ἀμφότεραι καταφάσεις. ὧν καταφάσεων εἰ αἱ ἀποφάσεις ληφθεῖεν ἀληθεῖς εἶναι,2 ὡς ἀξιοῦσιν, ἀναιροῖτ’ ἂν τὸ ἐκεῖνα ἔτι ἀληθῆ εἶναι, ὡς ἀξιοῦσιν, ἃ ὡς ἀντικείμενα ἀλλήλοις ἔλεγον ἀληθῆ ἐπὶ τοῦ αὐτοῦ γίνεσθαι. εἰ γὰρ καὶ τὸ ἔστιν ἄνθρωπος καὶ τὸ ἔστιν οὐκ ἄνθρωπος, οὐ τὸ τὴν ἀντίφασιν συναληθεύεσθαι ἀκολουθήσει αὐτοῖς, ἀλλὰ τὸ μήτε τὴν κατάφασιν μήτε τὴν ἀπόφασιν ἀληθῆ εἶναι, ἀλλ’ ἀναιρεῖσθαι τὴν ἑκατέρου αὐτῶν φύσιν. εἰ γὰρ ταῦτα ἀληθῆ, ἐφ’ ὧν δὲ αἱ καταφάσεις καὶ αἱ ἀντιφάσεις, εἶεν ἂν καὶ αἱ ἀποφάσεις τούτων ἀληθεῖς πάλιν ἅμα, αἵ εἰσιν ἀναιρετικαὶ τούτων, τῆς μὲν ἔστιν ἄνθρωπος ἡ οὐκ ἔστιν ἄνθρωπος, τῆς δὲ ἔστιν οὐκ ἄνθρωπος, οὔσης καὶ αὐτῆς καταφάσεώς πως (ἐκ μεταθέσεως γάρ) ἣν ὡς ἴσην λαμβάνουσι τῇ οὐκ ἔστιν ἄνθρωπος ἀποφάσει, ἡ οὐκ ἔστιν οὐκ ἄνθρωπος. εἰ οὖν τὰ ἀντικείμενα ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ, ὡς ἐκεῖνα τὸ ἔστιν ἄνθρωπος καὶ τὸ οὐκ ἔστιν ἄνθρωπος ἅμα ἦν ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ, οὕτως καὶ τὰ ἑκατέρῳ ἐκείνων ἀντικείμενα καὶ ἀναιροῦντα αὐτά, τό τε οὐκ ἔστιν ἄνθρωπος καὶ οὐκ ἔστιν οὐκ ἄνθρωπος, ἅμα ἔσται ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ. εἰ μὲν οὖν ὡς δύο ἐκεῖνα ἐλέγετο, καὶ ταῦτα ὡς δύο κατηγορούμενα ἑκατέρου ἐκείνων ὄντα ἀποφάσεις· εἰ δὲ ὡς ἕν τι ἐξ ἀμφοῖν ἐκείνων ἐγένετο,3 ὡς ἐβούλοντο, καὶ ταῦτα ὡς ἕν. ἀλλὰ μὴν εἰ ταῦτα ἀληθῆ, ἀναιρετικὰ δέ ἐστι ταῦτα τῆς τε καταφάσεως καὶ τῆς ἀποφάσεως λαμβανομένης, ἀληθὲς ἂν γένοιτο τὸ μηδέτερον τῆς ἀντιφάσεως μέρος ἀληθὲς εἶναι, ἀλλ’ οὐ τὰ ἀμφότερα. δύναται τὸ οὐκ ἄνθρωπος οὐ τῆς ἐκ μεταθέσεως καταφάσεως εἶναι δηλωτικόν, ἀλλὰ τῆς οὐκ ἔστιν ἄνθρωπος ἀποφάσεως, ἧς εἴη ἂν ἀπόφασις ἡ οὐχὶ οὐκ ἔστιν ἄνθρωπος· ὡς εἶναι τὸ λεγόμενον, εἰ τὸ ἔστιν ἄνθρωπος καὶ τὸ οὐκ ἔστιν ἄνθρωπος ἅμα ἀληθῆ, καὶ τὰ τούτων ἑκατέρῳ ἀντικείμενα ἔσται καὶ αὐτὰ ἅμα ἀληθῆ κατὰ τοῦ αὐτοῦ. ἀλλὰ μὴν ἑκάτερον τῶν ἐκείνοις ἀντικειμένων ἀναιρετικὸν ἦν ἐκείνου ᾧ ἀντέκειτο. ἀληθὲς ἄρα ἔσται τὸ μηδέτερον, μήτε τὴν ἀντίφασιν μήτε μέρος τῆς ἀντιφάσεως, ἀληθὲς ἐπὶ τοῦ αὐτοῦ εἶναι.
“因此,这些结论就落到了讲这种论辩的人身上,而且也不必然断定或者否定。” 在通过上述论辩证明了一切存在者都将是一之后,[亚里士多德]在上述诸结论之外又加上了这一条,作为同时把存在和非存在述说于同一事物、并因此主张矛盾命题同时为真的人的后承:即导致对于对立双方皆适用的事物而言,否定和肯定都不成为真的。因为如果真如他们所言,每一矛盾命题都在每一种情况下同时共同为真,且就同一事物而言“是人”与“是非人”同时皆真——因为正因如此,在肯定为真的地方否定也为真,这是由于换位而来的肯定就它而言也是真的;因为对于是非人的事物,说“不是人”的否定为真,因为“是非人”也[为真];因为对于非存在者而言二者同样为真;而同时他们所说的乃是“不更是人而不是非人”,并且同样地在一切事例中他们都把“非人”当作“人”的否定表达——这一论辩似乎表明,被他们说成作为矛盾命题而在每种情况下同时为真的东西,并不是矛盾命题,而是两者都是肯定。如果按照他们的要求把这些肯定的否定视作真的,那么他们曾说作为相互对立之物就同一事物而成为真的那些东西如他们所要求的那样依然为真这一点,就会被废除。因为如果“是人”与“是非人”皆成立,对他们来说得出的后承将不是矛盾命题同时为真,而是肯定和否定都不为真,并且它们各自的本性都被废除。因为如果这些为真,而在肯定[为真]的地方矛盾命题也[为真],那么废除它们的这些[肯定]的否定也会再次同时为真:对于“是人”是否定“不是人”,而对于“是非人”——其本身在某种意义上也是肯定(因为是通过换位),他们把它当作与否定“不是人”等同——是否定“不是非人”。因此,如果对立之物就同一事物同时为真,正如那些命题“是人”与“不是人”就同一事物同时为真一样,那么与那些命题中每一个对立并取消它们的东西,即“不是人”和“不是非人”,也将就同一事物同时为真。因此,如果那些命题被当作两个来谈论,这些身为它们各自的否定,也将作为两个被述说;但如果如他们所意图的那样,由那些命题双方构成了单一之物,这些也将作为单一之物[被述说]。然而,如果这些为真,且这些东西取消了所设定的肯定与否定,那么成为真的将是矛盾命题的任何一个部分都不为真,而非二者皆为真。“非人”也可以不是表示通过换位而来的肯定,而是表示否定“不是人”,后者的否定将是“并非不是人”;从而所说的内容是:如果“是人”与“不是人”同时为真,那么与它们各自对立的东西就同一事物而言本身也将同时为真。然而,与那些命题对立的每一方,都破坏了它所对立的那一方。因此,矛盾命题或矛盾命题的任何一部分就同一事物而言皆不为真,这将是真的。
- 4.46ἐκ μεταθέσεως κατάφασιν
该术语指“换位肯定”,即以不定名词(如 οὐκ ἄνθρωπος,“非人”)作谓项的肯定命题(如 ἔστιν οὐκ ἄνθρωπος,“[他]是非人”)。在亚里士多德逻辑学中,这与单纯的否定命题(οὐκ ἔστιν ἄνθρωπος,“不是人”)有着严格区别。
- 4.46ὧν καταφάσεων εἰ αἱ ἀποφάσεις ληφθεῖεν ἀληθεῖς εἶναι
连接关系代词 ὧν 直接修饰 καταφάσεων,构成条件从句,相当于 εἰ αἱ ἀποφάσεις τούτων τῶν καταφάσεων ληφθεῖεν ἀληθεῖς εἶναι(“如果这些肯定的否定被视为真的”)。后接主句 ἀναιροῖτ’ ἂν τὸ ἐκεῖνα ἔτι ἀληθῆ εἶναι 由 ἄν 加希求语气构成,表示潜在假设的后果。
- 4.46εἰ μὲν οὖν ὡς δύο ἐκεῖνα ἐλέγετο... εἰ δὲ ὡς ἕν τι ἐξ ἀμφοῖν ἐκείνων ἐγένετο
在对比结构 εἰ μὲν οὖν ... εἰ δέ ... 中,两个归结分句(καὶ ταῦτα ὡς δύο... / καὶ ταῦτα ὡς ἕν)的谓语动词皆被省略。可承前补出类似于 ἐλέγετο 或 κατηγορεῖται 的陈述或述谓动词,意为“这些也[被述说]为两个/为一个”。
