- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:291.20-292.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了《形而上学》卷伽玛第4章(1007b26–29),解释了主张矛盾命题同时为真者实质上是在谈论如同不确定质料般的非存在,并阐明了他们为何必然被迫承认就一切事物而言述说肯定或否定。
" Τὸ ἀόριστον οὖν ἐοίκασι λέγειν, καὶ οἰόμενοι τὸ ὂν λέγειν περὶ τοῦ μὴ ὄντος λέγουσιν." Εἰπὼν ὅτι ἕπεται τοῖς τὴν ἀντίφασιν συναληθεύεσθαι λέγουσι τὸ ἕκαστον τῶν ὄντων πάντα εἶναι καὶ τὸ τοῦ Ἀναξαγόρου, τὸ ὁμοῦ πάντα εἶναι χρήματα, φησὶ τοὺς τοῦτο λέγοντας ἐοικέναι περὶ τῆς ὕλης τὸν λόγον ποιεῖσθαι. αὕτη γὰρ ἀόριστος τῷ δυνάμει πάντα εἶναι, ἐνεργείᾳ δὲ μηδέν· οὐδὲ γὰρ οἷόν τε ἐνεργείᾳ πάντα εἶναι· ὥστε περὶ τοῦ ὄντος λέγειν βουλόμενοι περὶ τοῦ μὴ ὄντος τὸν λόγον ποιοῦνται. μὴ ὂν γὰρ ὃ δυνάμει μὲν ἔστιν, ἐνεργείᾳ δὲ μή· οὔτε γὰρ ἄνθρωπος ἤδη ὁ δυνάμει τις ἄνθρωπος, οὔτε ἵππος, οὔτε τῶν ἄλλων τι. τοιοῦτον δὲ ἡ ὕλη· δυνάμει γὰρ ἕκαστόν ἐστι τῶν ἐξ αὐτῆς γιγνομένων· οὐ γὰρ δὴ δύναταί τι ἐνεργείᾳ εἶναι πάντα. εἶπε δὲ καὶ περὶ τῆς Ἀναξαγόρου δόξης ἐν τοῖς πρώτοις λέγων, ὡς δι’ ὧν ἔλεγε πάντα ἐν πᾶσι μεμῖχθαι τὴν ὕλην ὀνειροπολοῦντος,1 ἐνεργείᾳ πάντα τὰ ὄντα εἶναι.
“因此他们似乎是在谈论不确定的东西,自以为在谈论存在,却是在谈论非存在。” 在说明了对于主张矛盾命题同时为真的人来说,所产生的结果就是存在者中的每一个都成为一切事物,以及阿那克萨哥拉的“万物混融”之后,[亚里士多德]说这样主张的人似乎是在论述质料。因为质料是不确定的,在于它在潜能上是一切事物,而在现实上什么也不是;因为在现实上成为一切事物是不可能的;因此,他们虽意欲谈论存在,论述的却是非存在。因为在潜能上存在而在现实上不存在的东西,乃是非存在;因为潜能上的某个人还既不是人,也不是马,也不是任何别的事物。而质料就是如此;因为由它生成的每一事物都处于潜能之中;因为绝不可能有任何事物在现实上是一切事物。并且他在前面的篇章中谈及阿那克萨哥拉的意见时也曾说过,由于他说万物在万物之中混杂,就仿佛是在梦想着质料,以为一切存在者在现实上都存在。
"Ἀλλὰ μὴν λεκτέον γ’ αὐτοῖς κατὰ παντὸς τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν." Δείξας ἑπόμενον τῷ τὴν ἀντίφασιν συναληθεύειν λέγοντι τὸ οὗ ἡ ἀπόφασις ἐπί τινος ἀληθής, ἐπ’ ἐκείνου καὶ τὴν κατάφασιν αὐτοῦ ἐκείνου ἀληθῆ γίγνεσθαι, νῦν δείκνυσιν ὅτι ἀνάγκη αὐτοῖς λέγειν ἐπὶ παντὸς πᾶσαν ἀντίφασιν κατηγορεῖσθαι. τοῦτο δὲ δείκνυσιν, ἐπεὶ ἐνῆν λέγειν αὐτοῖς, ἐφ’ οὗ μὲν τὸ ἕτερον ἀληθὲς μόριον τῆς ἀντιφάσεως, καὶ θάτερον, δύνασθαι δὲ ἐπί τινων μηδέτερον ἀληθὲς εἶναι. ὅτι οὖν ἐξ ἀνάγκης πάσης θάτερον λεκτέον αὐτοῖς ἀληθὲς οὕτως ἀναγκάζει, λαβὼν ἄτοπον καὶ ἄλογον εἶναι2 τὴν μὲν αὐτοῦ τοῦ πράγματος ἀπόφασιν, τὴν ἀναιροῦσαν αὐτὸ ὅ ἐστιν, ἀληθῆ λέγειν εἶναι κατ’ αὐτοῦ, ἐπεὶ καὶ ἡ κατάφασις, τὰς δὲ τῶν ἄλλων πραγμάτων ἀποφάσεις, ἃ μή ἐστιν αὐτό, μηκέτι λέγειν ἀληθεῖς εἶναι. μᾶλλον γὰρ ἡ ἄλλου ἀπόφασις ἀληθὴς κατά τινος ἢ ἡ αὐτοῦ· εἰ γὰρ ἀληθὲς κατὰ τοῦ ἀνθρώπου τὸ ὅτι οὐκ ἔστιν ἄνθρωπος, πολὺ εὐλογώτερον ἐπ’ αὐτοῦ ἀληθὲς λέγειν τό τε οὐκ ἔστιν ἵππος καὶ τὸ οὐκ ἔστι τοῖχος καὶ τὸ οὐκ ἔστι τριήρης, καὶ τὰ ἄλλα ὅσα μή ἐστιν. ἀλλ’ εἰ αἱ ἀποφάσεις ἀληθεῖς ἐπ’ αὐτοῦ, δῆλον ὡς καὶ αἱ καταφάσεις. πάντα οὖν ἔσται τὸ αὐτό. εἴτε γὰρ τὰς καταφάσεις αὐτῶν θήσει τις ἀληθεῖς εἶναι, ἀκολουθήσει αὐτῷ τὸ καὶ τὰς ἀποφάσεις, εἴτε μὴ ἐκείνας, ἀλλὰ τάς γε ἀποφάσεις ἀναγκαῖον διὰ τὰ προειρημένα· εἰ δὲ τὰς ἀποφάσεις, δῆλον ὡς καὶ τὰς καταφάσεις, ἢ τὰς ἀντιφάσεις ἐπὶ τῶν αὐτῶν.
“然而,他们必须就一切事物述说肯定或否定。” 在证明了对于主张矛盾命题同时为真的人来说,其结论是凡其否定在某物上为真的东西,在该物上那东西本身的肯定也随之成为真的之后,他现在证明他们必然要主张就一切事物而言每一矛盾命题都被述说。而他证明这一点,是因为他们本来可以说:在矛盾命题的一方为真的地方,另一方也[为真],但在某些事物上可能二者皆不为真。因此,他们无论如何必然要述说其中之一为真,他是这样迫使其承认的:假定事物自身的否定——即取消其所是本质的否定——就该事物而言被说成是真的(因为肯定也[是真的]),而对于该事物所不是的其他事物的否定却不再被说成是真的,乃是荒谬且毫无道理的。因为就某物而言,他物的否定比自身的否定更为真实;因为如果就人而言“他不是人”是真的,那么就他而言说“他不是马”、“他不是墙”、“他不是三层桨战船”以及凡他所不是的其他事物是真的,就远更为合乎情理。然而如果诸否定就他而言是真的,显然诸肯定也是真的。因此一切事物都将是同一的。因为无论有人设定它们的肯定为真,对他也将得出否定同样[为真]的结论;或者即使不是那些肯定,由于前述理由至少那些否定也是必然的;而如果诸否定[为真],显然诸肯定也是真的,或者说矛盾命题就相同事物而言[同时为真]。
- 4.44ὡς δι’ ὧν ἔλεγε πάντα ἐν πᾶσι μεμῖχθαι τὴν ὕλην ὀνειροπολοῦντος
连词 ὡς 带有属格分词 ὀνειροπολοῦντος,呼应前文的 Ἀναξαγόρου(或作为独立属格),表达一种主观视角或解释,即阿那克萨哥拉通过断言“万物在万物中混杂”,仿佛是在“梦想着质料”。
- 4.45λαβὼν ἄτοπον καὶ ἄλογον εἶναι τὴν μὲν αὐτοῦ τοῦ πράγματος ἀπόφασιν ... ἀληθῆ λέγειν εἶναι κατ’ αὐτοῦ, ἐπεὶ καὶ ἡ κατάφασις, τὰς δὲ τῶν ἄλλων πραγμάτων ἀποφάσεις ... μηκέτι λέγειν ἀληθεῖς εἶναι
这是由分词 λαβών(“通过设定/假定”)所引导的扩展宾格不定式结构,修饰主要动词 ἀναγκάζει。在 ἄτοπον καὶ ἄλογον εἶναι 之后,充当其主语的是由 μέν ... δέ 连接的两个对举的不定式短语(τὴν μὲν ... ἀπόφασιν ... ἀληθῆ λέγειν 与 τὰς δὲ τῶν ἄλλων ... ἀποφάσεις ... μηκέτι λέγειν ἀληθεῖς)。插入其中的 ἐπεὶ καὶ ἡ κατάφασις(“因为肯定也[是真的]”)是一个原因从句,补充说明对手的论证前提。
