← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§290.22-291.19

矛盾命题同时为真导致万物合一与混融说

亚里士多德在《形而上学》1007b18中论证若矛盾命题同时为真则会导致“万物合一”的谬论,亚历山大对此进行注解,剖析了该论证与普罗泰戈拉学说的联系,并辨析了它与阿那克萨哥拉“万物混融”说的异同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.43

" Ἔτι εἰ ἀληθεῖς αἱ ἀντιφάσεις ἅμα κατὰ τοῦ αὐτοῦ πᾶσαι." Πιθανῇ ἐπιχειρήσει χρῆται· λέγει γὰρ ἕπεσθαι τῷ λέγοντι ἅμα ἀληθεῖς εἶναι τὰς ἀντιφάσεις τὸ ἕκαστον τῶν ὄντων πάντα εἶναι· εἰ γὰρ ἀληθεῖς ἐπὶ τοῦ αὐτοῦ πᾶσαι αἱ ἀντιφάσεις, πάντα ἔσται τὰ αὐτὰ ἀλλήλοις καὶ πάντα ἕν. ὅτι1 μὲν οὖν πᾶσαι ἐπὶ τοῦ αὐτοῦ αἱ ἀντιφάσεις, ὕστερον δείξει· πρῶτον δὲ δείκνυσι πῶς πάντα ἓν εἶναι ἕπεται ἐκείνῳ τῷ κειμένῳ. εἰ γὰρ ἀληθὲς ἐπὶ τοῦ ἀνθρώπου τὸ μὴ εἶναι ἵππον αὐτὸν μηδὲ τοῖχον μηδὲ λίθον μηδὲ τριήρη καὶ πάντα ὅσα οὐκ ἔστιν, συναληθεύουσι δὲ αἱ ἀντιφάσεις, ἔσται ἅμα ὁ ἄνθρωπος καὶ ἵππος καὶ λίθος καὶ τοῖχος καὶ τριήρης καὶ πάντα ὅσα οὐκ ἔστιν, δοθέντος μόνον τοῦ δύνασθαι, καθ’ οὗ τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως, καὶ τὸ ἕτερον κατηγορεῖσθαι.2 τὸ δὲ καθάπερ ἀνάγκη τοῖς τὸν Πρωταγόρου λόγον λέγουσιν εἴρηκεν, ὅτι ἀνάγκη κατὰ τὴν ἐκείνου δόξαν, λέγοντος πᾶν τὸ φαινόμενον ᾧ φαίνεται ἀληθὲς εἶναι, τὴν ἀντίφασιν ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ εἶναι· περὶ γὰρ τῶν αὐτῶν ἀντικείμεναι φαντασίαι γίνονταί τισιν, αἳ εἰ ἀληθεῖς εἰσι κατ’ αὐτῶν, εἴη ἂν κατ’ ἐκεῖνον ἅμα ἡ ἀντίφασις ἀληθὴς ἐπὶ τοῦ αὐτοῦ, ὡς καὶ αὐτὸς δείξει ὀλίγον προελθών. τὸ δὲ εἰ γάρ τῳ δοκεῖ μὴ εἶναι τριήρης ὁ ἄνθρωπος, δῆλον ὡς οὐκ ἔστι τριήρης δεικτικὸν μέν ἐστι τοῦ πᾶσαν ἀντίφασιν ἀληθῆ ἐπὶ παντὸς γίνεσθαι· ἤτοι δὲ ἔτι Πρωταγόρου μνημονεύων τὸ δοκεῖ εἶπεν, ἐπεὶ ἐκεῖνος πᾶσαν δόξαν καὶ πᾶσαν φαντασίαν ἔλεγεν ἀληθῆ, ἢ οὐκέτι τοῦτο ὡς περὶ τῆς Πρωταγόρου δόξης λέγει· οὐδὲ γὰρ ἕπεται ὃ λέγει Πρωταγόρᾳ. ἢ οὐ πρὸς ἄλλο τι3 ἐχρήσατο τῷ δοκεῖ ἢ πρὸς τὸ δεῖξαι ἀληθῆ γινομένην τὴν ἀπόφασιν· ὃ δείξας λοιπὸν ὡς ἐκείνοις ἑπόμενον προστίθησι καὶ λαμβάνει ὅτι ἐφ’ οὗ ἡ ἀπόφασις, ἀκολουθήσει ἐπὶ τούτου καὶ τὴν κατάφασιν αὐτοῦ ἐκείνου ἀληθῆ εἶναι, καθ’ οὗ ἅμα ἡ ἀντίφασις ἀληθής· ὃ γὰρ μή ἐστι τριήρης, καὶ τριήρης ἔσται, εἴ γε ἡ ἀντίφασις. οὕτω δὲ ἕκαστον ἂν τῶν ὄντων γίγνοιτο πάντα. ἔσεσθαι γάρ φησιν οὕτως τὸ τοῦ Ἀναξαγόρου ἀληθὲς τὸ ‘‘ὁμοῦ πάντα χρήματα’’· ἀλλὰ κατ’ ἐκεῖνον μὲν ὡς εἰλικρινῶς μηδὲν ἓν εἶναι καὶ τόδε τι, ὃ λέγεται, τῶν πραγμάτων τῷ πάντα λέγεσθαι ἐν πᾶσιν· κατὰ δὲ τοὺς οὕτω λέγοντας τῷ ἕπεσθαι αὐτοῖς τὸ πάντα τὰ αὐτὰ ἀλλήλοις εἶναι λέγειν.

“此外,如果一切矛盾命题同时就同一个事物而言都是真的。” 他使用了一个具有说服力的论证;因为他说,对于主张矛盾命题同时为真的人来说,所产生的结果就是存在者中的每一个都成为一切事物。因为如果一切矛盾命题就同一个事物而言都是真的,那么一切事物相互之间都将是同一的,并且一切事物都将是一。关于一切矛盾命题就同一个事物而言[皆真],他将在后面证明;但他首先证明从那个假设中如何得出一切都是一。因为如果在人身上是真的:他自身既不是马,也不是墙,也不是石头,也不是三层桨战船,也不是任何他所不是的事物,并且如果矛盾命题同时为真,那么只要承认矛盾命题的一方在何物上[被述说],另一方也能被述说,人就将同时既是马,又是石头,又是墙,又是三层桨战船,以及一切他所不是的事物。而他说“正如对于那些主张普罗泰戈拉学说的人来说是必然的那样”,是因为按照后者的意见——他主张凡显现的对于向其显现者而言都是真的——矛盾命题必然同时就同一个事物而言为真;因为对于相同的事物,在某些人那里会产生相互对立的显象,若这些显象就这些事物而言是真的,那么按照他的说法,矛盾命题就会同时就同一个事物而言是真的,正如[亚里士多德]自己稍微往前一点也将证明的那样。而“因为如果某人认为人不是三层桨战船,显然[他]就不是三层桨战船”这句话,是用来表明一切矛盾命题对一切事物都成为真的。他说“认为”,要么是因为他还记着普罗泰戈拉——因为那个人主张一切意见和一切显象都是真的——要么是他不再把这当作关于普罗泰戈拉意见的话来说;因为他所说的并不归结于普罗泰戈拉。或者,他使用“认为”并不是为了别的,而纯粹是为了表明否定成为了真的;在证明了这一点之后,他就作为紧接着那些前提的结论,进一步补充并假定:否定在何物上成立,矛盾命题同时为真的那同一个事物的肯定也将随之在何物上成为真的;因为凡不是三层桨战船的,若矛盾命题[皆真],也就将是三层桨战船。而这样一来,存在者中的每一个就都会成为一切事物。因为[亚里士多德]说,这样一来阿那克萨哥拉的“万物混融”就会成真;然而在阿那克萨哥拉那里,是因为万物据说存在于万物之中,从而纯粹地说没有任何事物是单一的和所谓的“这个”;而在这样主张的人那里,则是因为由此归结出他们要主张一切事物彼此相同。

语法注3 条
  1. 4.43τὸ δὲ καθάπερ ἀνάγκη τοῖς τὸν Πρωταγόρου λόγον λέγουσιν εἴρηκεν, ὅτι

    由冠词 τὸ 引导的亚里士多德原文引文前置,作为动词 εἴρηκεν 的宾语(“他说‘……’是因为……”)。其后的 ὅτι 从句充当说明 εἴρηκεν 原因的状语从句。

  2. 4.43δοθέντος μόνον τοῦ δύνασθαι, καθ’ οὗ τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως, καὶ τὸ ἕτερον κατηγορεῖσθαι

    独立属格结构(δοθέντος μόνον τοῦ δύνασθαι ... κατηγορεῖσθαι),动名词 τοῦ δύνασθαι 所带的被动态不定词 κατηγορεῖσθαι 的逻辑主语是 καὶ τὸ ἕτερον [μόριον]。在关系从句 καθ’ οὗ τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως 内部省略了动词 κατηγορεῖται。

  3. 4.43ἤτοι δὲ ... ἢ οὐκέτι ... ἢ οὐ πρὸς ἄλλο τι

    连词 ἤτοι ... ἢ ... ἢ ... 并列了注疏者就亚里士多德为何使用“认为/显现(δοκεῖ)”一词所给出的三种可能解释。第三个选项(ἢ οὐ πρὸς ἄλλο τι 等)是注疏者自身最倾向的解答。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:290.22-291.19