← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§289.3-290.21

依偶性表述中无限后退的否定

亚历山大论证了在依偶性表述的两种方式(实体加偶性与偶性加偶性)下表述的无限后退皆不可能发生,并提出一种更好的替代解释,即将“作为普遍者的第一者不存在”理解为“无中介命题不存在”,从而对整个论证进行了总结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.42#2

ἡ δὲ ἑτέρα, ἐν ᾗ συμβεβηκὸς οὐσίας κατηγορεῖται, οὐκ ἔστι τοιαύτη. τὸ γὰρ Σωκράτης μουσικός ἐστιν οὐ τοιοῦτόν ἐστιν οἷον τὸ μουσικὸν λευκόν ἐστιν. ὁ γὰρ λέγων ‘Σωκράτης μουσικός ἐστιν’, οὐ τοῦτο λέγει ὡς ἀμφότερα, καὶ ὁ Σωκράτης καὶ ὁ μουσικός, ἄμφω τῷ αὐτῷ συμβέβηκεν, οἷον τῷ ἀνθρώπῳ· οὐδὲ γὰρ τὴν ἀρχὴν ἐν αὐτῇ δύο ἐστὶ συμβεβηκότα. λαβὼν δὲ ἀμφοτέρους τοὺς τρόπους τῆς κατὰ συμβεβηκὸς κατηγορίας,1 ἑξῆς ὅτι μηδὲ καθ’ ἕτερον τῶν τρόπων ἐπ’ ἄπειρον οἷόν τε γίνεσθαι τὴν κατηγορίαν ὑπομιμνήσκει, καὶ πρῶτον ἐπὶ τῆς ἐχούσης τὴν οὐσίαν τῷ συμβεβηκότι ὑποκειμένην. οὐ γὰρ μόνον οὐχ οἷόν τε ἐπ’ ἄπειρον συντιθέναι τὰ συμβεβηκότα οἷον Σωκράτους κατηγοροῦντας αὐτά, ἀλλὰ τὴν ἀρχὴν οὐδὲ δύο οἷόν τέ ἐστι λαβεῖν· ἂν γὰρ τῇ ‘Σωκράτης μουσικός ἐστι’ προστεθῇ τὸ λευκὸν ἤ τι ἄλλο συμβεβηκός, οὐκέτι γίνεται ἓν τὸ λεγόμενον, οὐδὲ ἡ πρότασις μία. ἀλλ’ οὐδὲ ἂν ᾖ συμβεβηκὸς ὑποτιθέμενον συμβεβηκότι, οὐδ’ ἐκεῖ ἐπ’ ἄπειρον ἔστι τὴν σύνθεσιν τῶν συμβεβηκότων λαμβάνειν, ὅτι μηδὲ τὴν ἀρχὴν κυρίως τοῦ συμβεβηκότος τὸ συμβεβηκὸς κατηγορεῖται· οὐδὲν γὰρ μᾶλλον τοῦτο ἐκείνου ἢ ἐκεῖνο τούτου ἐστί, καὶ δέδεικται ὅτι πλείω συμβεβηκότα ἢ δύο ἐν τῇ τοιαύτῃ προτάσει οὐ συντίθεται. εἰ δὴ διττὸς μὲν ὁ τρόπος τῶν κατὰ συμβεβηκὸς κατηγορουμένων, κατ’ οὐδέτερον δὲ αὐτῶν οἷόν τε τὰς κατηγορίας ἐπ’ ἄπειρον ποιεῖσθαι τῶν συμβεβηκότων, οὐδὲ οἷόν τε συμπλέξαι, οὐκ ἂν εἴη ἐπ’ ἄπειρον τοῖς συμβεβηκόσιν ἡ κατηγορία. εἰ δὲ τοῦτο, οὐ πάντα κατὰ συμβεβηκὸς λεχθήσεται. εἰ γὰρ δεῖ μέν, εἰ μόναι εἶεν αἱ κατὰ συμβεβηκὸς κατηγορίαι, ἐπ’ ἄπειρον γίνεσθαί τε καὶ λαμβάνεσθαι ἄλλο ἄλλου κατηγορούμενον, μόναι δὲ ἔσονται, εἰ μὴ εἴη ἐν τῇ οὐσίᾳ κατηγορούμενά τινα (ἀναιρεῖται γὰρ οὕτως ἡ οὐσία), οὐχ οἷόν τε δὲ τοῦτο, δῆλον ὅτι μὴ μόνα τὰ ὡς συμβεβηκότα κατηγορούμενα. τὸ δὲ οἷον τῷ Σωκράτει τῷ λευκῷ ὁμοίως ἕτερόν τι συμβεβηκὸς δεικτικόν ἐστι τοῦ μὴ δύνασθαι2 τοῦ ὑποκειμένου μετὰ τοῦ συμβεβηκότος ὑποτιθεμένου πάλιν συμβεβηκός τι κατηγορεῖν· οὗ αἰτίαν ἀπέδωκεν ὅτι μὴ γίνεται τι ἓν ἐξ ἁπάντων, τοῦ τε Σωκράτους καὶ τῶν δύο συμβεβηκότων. τὸ δὲ οὐδὲ δὴ τῷ λευκῷ ἕτερόν τι συμβεβηκὸς δεικτικόν ἐστι τοῦ ὅτι μηδὲ τῷ ἄλλο ἄλλου συμβεβηκὸς συμβεβηκότος κατηγορεῖν οἷόν τε αὔξεσθαι τὰς τῶν συμβεβηκότων κατηγορίας ἐπ’ ἄπειρον, οὗ τὰς αἰτίας οὗτός τε σαφῶς παρέθετο καὶ ἡμεῖς προειρήκαμεν. μήποτε δὲ ἄμεινον οὕτως ἀκούειν τῆς λέξεως τῆς εἰ δὲ πάντα κατὰ συμβεβηκὸς λέγεται, οὐδὲν ἔσται πρῶτον τὸ καθόλου. εἰ πᾶν, φησί, κατὰ συμβεβηκὸς κατηγορεῖται, οὐδὲν ἔσται πρῶτον καθόλου, ὃ ἴσον ἂν εἴη τῷ οὐδεμία ἔσται κατηγορία πρώτη τε καὶ καθόλου, τουτέστιν οὐδεμία ἔσται πρότασις ἄμεσος. τῶν γὰρ προτάσεων τῶν ἐχουσῶν τι τῶν ἐν τῇ οὐσίᾳ τοῦ ὑποκειμένου ὄντων κατηγορούμενον αὐτοῦ πρώτη ἡ ἄμεσος. τὰ γὰρ καθ’ αὑτὰ καὶ ἐν τῇ οὐσίᾳ τινὸς κατηγορούμενα καθόλου εἶπε. τῷ μὲν οὖν μηδὲν εἶναι ἐν τῇ οὐσίᾳ κατηγορούμενον ἕπεται τὸ πᾶσαν κατηγορίαν γίνεσθαι κατὰ συμβεβηκός, τῷ δὲ μηδὲν εἶναι ἄμεσον πρότασιν τὸ ἐπ’ ἄπειρον γίνεσθαι τὰς κατηγορίας, ἄλλου πρὸ ἄλλου λαμβάνεσθαι δυναμένου. δέδεικται γὰρ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ὅτι εἰ μὴ εἴη ἄμεσος πρότασις, ἐπ’ ἄπειρον αἱ κατηγορίαι προελεύσονται. ἀλλὰ μὴν ἀδύνατον ἐν τοῖς κατὰ συμβεβηκὸς κατηγορουμένοις τοῦτο γίνεσθαι, ὅτι μηδὲ τὴν ἀρχὴν οἷόν τε συμβεβηκός τι συμβεβηκέναι συμβεβηκότι. καὶ δοκεῖ μοι μᾶλλον αὕτη ἡ ἐξήγησις τοῖς λεγομένοις ἐφαρμόζειν. εἴη δ’ ἂν συνελόντι3 ὁ λόγος οὕτως ἅπας ἔχων. εἰ ἐπὶ τοῦ αὐτοῦ ἡ ἀντίφασις ἅμα ἀληθής, οὐδὲν ὡς ἐν τῇ οὐσίᾳ ὂν τοῦ ὑποκειμένου κατηγορηθήσεται, ἀλλὰ πάντα κατὰ συμβεβηκός, οὐδὲ ἀμέσως, ἀλλ’ ἐπ’ ἄπειρον αἱ κατηγορίαι τῶν συμβεβηκότων, τῷ μηδὲ τὴν ἀρχὴν συμβεβηκέναι τι συμβεβηκότι· οὐδὲ γὰρ συλλογίσασθαί τι οἷόν τε συμβεβηκὸς δι’ ὅρου μέσου συμβεβηκότος, εἰ μὴ τὸ δεικνύμενον ἐν τῷ συμπεράσματι συμβεβηκὸς τῶν καθ’ αὑτὰ ὑπαρχόντων εἴη τῷ συμβεβηκότι εἰλημμένῳ ὅρῳ μέσῳ· τοιοῦτον γὰρ τὸ Σωκράτης περιπατεῖ, πᾶν τὸ περιπατοῦν κινεῖται· τὸ γὰρ κινεῖσθαι ἐν τῇ οὐσίᾳ τοῦ περιπατεῖν. οὐδ’ ἄρα ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ.

然而另一类(即偶性关于实体被表述的命题)则不是这样的。因为“苏格拉底是音乐的”并不等同于“音乐的物是白的”。因为说出“苏格拉底是音乐的”的人,并不是在断言苏格拉底与音乐的这两者都偶合于同一事物(例如人);因为根本上在此命题中并不存在两个偶性。在列举了依偶性表述的这两种方式之后,他接着提醒道,依这两种方式中的任何一种,表述都不可能走向无穷,而他首先讨论的是将实体作为承载偶性的基底事物的情形。因为不仅不可能无限地复合诸偶性(例如将它们关于苏格拉底表述),而且根本上甚至连取两个偶性都是不可能的;因为如果在“苏格拉底是音乐的”之上再加上“白的”或任何其他偶性,所说的东西便不再是一个,命题也不再是一个了。而且,即便将偶性作为承载偶性的基底,在那里也不可能无限地取得偶性的复合,因为根本上偶性并不在严格意义上关于偶性被表述;因为这一者属于那一者,并不比那一者属于这一者更多,且已指明在这类命题中并不能复合多于两个的偶性。既然依偶性表述的事物的方式是双重的,而依它们之中的任何一种都不可能使偶性的表述走向无穷,也不可能将它们交织在一起,那么偶性的表述就不会是无限的。而如果这一点成立,就并非一切事物都是依偶性而被述说的。因为如果一方面,假若唯独存在依偶性的表述,就必须一物关于另一物被表述而无限地产生并被取用,而另一方面,如果没有任何事物在实体之中被表述,就将唯独存在偶性表述(因为以此方式实体就被取消了),然而既然这是不可能的,显然被作为偶性表述的就不是唯独存在的事物。而“例如对于白的苏格拉底,同样有某一其他偶性”这一短语,表明了在基底事物连同偶性一起被假定时,不可能再次表述某种偶性;对于这一点他给出的理由是:不可能从所有这些事物(即苏格拉底与这两个偶性)中产生某种单一的事物。而“对于白的物也绝不可能有某一其他偶性”这一短语,则表明了通过将一偶性关于另一偶性进行表述,同样不可能使偶性的表述无限增加,关于此点的理由他本人既已清楚提出,我们前面也已讲过。但或许将“但如果一切事物都是依偶性而被述说的,那么作为普遍者的第一者就什么也不存在了”这句话作如下理解更为妥当:他说,如果一切事物都是依偶性被表述的,那么就不会存在任何普遍的第一者——这相当于说,将没有任何表述既是第一的又是普遍的,也就是说,将没有任何命题是无中介的。因为在那些把属于基底事物实体之中的某物关于它表述的命题中,第一者乃是无中介的命题。因为他把依自身且在某物的实体中被表述的事物称为普遍者。因此,没有任何事物在实体中被表述,所伴随的结果是一切表述都成为依偶性的,而没有任何无中介的命题,所伴随的结果则是由于一物总能被取于另一物之先,表述便无限地产生。因为在《后分析篇》中已经指明,如果没有无中介的命题,表述将走向无穷。然而在依偶性被表述的事物中发生这种事是不可能的,因为根本上偶性甚至不可能偶合于偶性。在我看来,这一解释似乎更切合文意。简而言之,整个论证大概如下:如果关于同一事物矛盾命题同时为真,那么没有任何事物会作为在基底事物的实体之中的存在而被表述,相反一切事物都依偶性被表述,且不是无中介地被表述,而是偶性的表述将走向无穷,这乃是由于根本上没有任何偶性能偶合于偶性;因为甚至不可能通过偶性的中项来推导某一偶性,除非结论中所指明的偶性属于依自身而存在于被取作中项的偶性之中的属性;因为“苏格拉底行走,一切行走之物都在运动”正是如此;因为运动乃是在行走的实体之中的。因此,矛盾命题在同一事物上也就不会同时为真。

语法注3 条
  1. 4.42τῷ μὲν οὖν μηδὲν εἶναι ἐν τῇ οὐσίᾳ κατηγορούμενον ἕπεται τὸ πᾶσαν κατηγορίαν γίνεσθαι κατὰ συμβεβηκός, τῷ δὲ μηδὲν εἶναι ἄμεσον πρότασιν τὸ ἐπ’ ἄπειρον γίνεσθαι τὰς κατηγορίας

    在动词 ἕπεται 支配下,带与格冠词的不定式(τῷ ... εἶναι)表示后承所依附的前提(“从……出发”),而带宾格主语的不定式短语(τὸ ... γίνεσθαι)充当语法主语(“随之产生……”)。两组结构通过 μὲν...δέ 构成对称并列:前者说明“无实体表述”导致“全为偶性表述”,后者说明“无直接命题”导致“表述走向无穷”。

  2. 4.42τὸ δὲ οἷον τῷ Σωκράτει τῷ λευκῷ ὁμοίως ἕτερόν τι συμβεβηκὸς δεικτικόν ἐστι τοῦ μὴ δύνασθαι

    中性冠词 τὸ 引出亚里士多德文本的引用短语(οἷον τῷ Σωκράτει τῷ λευκῷ ὁμοίως ἕτερόν τι συμβεβηκός)作为主语,谓语 δεικτικόν ἐστι 支配带属格冠词的不定式短语 τοῦ μὴ δύνασθαι ...(“表明了不能……”)。引用部分内部的与格形式(τῷ Σωκράτει 等)被原样保留。

  3. 4.42συνελόντι

    分词 συνελόντι(不定过去时主动分词阳性与格单数)属于关系与格或判断者与格(dativus relationis),在此用作习语性质的副词性表达,意为“简而言之”或“概括而言”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:289.3-290.21