← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§27.13-29.4

恩培多克勒的四元素说与阿那克萨戈拉的同质部分说

亚里士多德论及恩培多克勒的四元素非生成说与结合分离论,以及阿那克萨戈拉在“成果上居后”与同质部分说;亚历山大就此阐明其文意、对二者优劣的评价,并解释早期哲学家为何被视为仅设定了质料原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24

" Ταῦτα γὰρ ἀεὶ διαμένειν καὶ οὐ γίγνεσθαι ἀλλ’ ἢ1 πλήθει καὶ ὀλιγότητι συγκρινόμενα εἰς ἕν τε καὶ ἐξ ἑνός." Εἶπε πῶς πλήθει καὶ ὀλιγότητι. ἡ μὲν γὰρ μῖξις αὐτῶν καὶ ἡ εἰς τὸ ἓν σύνοδος ὑπὸ τῆς φιλίας γιγνομένη εἰς ὀλιγότητα καὶ ἑνότητα εἶχε τὴν μεταβολήν, ἡ δὲ ὑπὸ τοῦ νείκους γιγνομένη διάκρισις καὶ χωρισμὸς τούτων ἐκ τοῦ ἑνὸς πολλὰ ἐποίει· ὡς δὲ δυναμένων ἐν τῇ τοιαύτῃ μεταβολῇ σῴζειν αὐτῶν τὴν οἰκείαν φύσιν λέγει. ἢ οὐ περὶ τῆς συγκρίσεως καὶ τῆς διακρίσεως ὑπὸ τοῦ νείκους καὶ τῆς φιλίας γιγνομένων λέγει ταῦτα, ἀλλὰ περὶ τῆς δοκούσης αὐτῶν γενέσεώς τε καὶ φθορᾶς· γίγνεσθαι μὲν γὰρ δοκεῖ ἕκαστον αὐτῶν ὅταν πλῆθός τι αὐτῶν ἅμα συγκριθῇ· ὅταν γὰρ ἔν τινι μίγματι πλείω τὰ τοῦ πυρὸς ᾖ μόρια, δοκεῖ γένεσις γίγνεσθαι πυρός, ὅταν δὲ ἐλάττω, φθορά. ἢ τὸ λεγόμενόν ἐστιν ὅτι αὐτὰ μὲν οὐ γίγνεται, τὸ δὲ πλῆθος καὶ ἡ ὀλιγότης τῶν ὄντων ἐκ τῆς τούτων διακρίσεως καὶ συγκρίσεως γίνονται.

“因为这些东西始终存留,并无生成,除非是在多数与少数中结合成一,并从一[分离出来]。” 他指出了如何是在多数与少数之中。因为它们在爱的主导下发生的混合以及聚合成一,乃是朝着少数与单一性的变化;而在斗争的主导下发生的它们从一当中的分离与隔绝,则造就了多数;而且他说话的方式,表明它们在此种变化中能够保持自身的本性。或者说,他谈论这些,并不是指在斗争与爱的主导下发生的结合与分离,而是指它们那看似的生成与毁灭;因为当它们之中的某一数量同时结合在一起时,它们之中的每一者就似乎生成了;因为在某种混合物中,如果火的部分较多,火的生成就似乎发生了,而如果较少,毁灭就似乎发生了。又或者,所表达的意思是:它们自身并不生成,而存在者的多数与少数则是从这些东西的分离与结合中生成的。

§1.25

"Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος τῇ μὲν ἡλικίᾳ πρότερος ὢν τούτου, τοῖς δὲ ἔργοις ὕστερος." Ἀναξαγόραν Ἐμπεδοκλέους πρότερον γενόμενον τοῖς ἔργοις φησὶ καὶ τῇ περὶ τῶν φυσικῶν δόξῃ ὕστερον εἶναι, οὐ προκρίνων αὐτοῦ πάντως τὴν δόξαν τῆς Ἐμπεδοκλέους ὡς συνετωτέραν καὶ πλέον τι ἔχουσαν, ἀλλ’ ὑστέραν καὶ εὐτελεστέραν ἡγούμενος.2 ἐν ἄλλοις οὖν αὐτοῦ προκρίνει τὸν Ἐμπεδοκλέα, ὅτι τὰ αὐτὰ σῴζει πεπερασμένας ὑποθέμενος τὰς ἀρχάς· ἄμεινον γὰρ τὸ πεπερασμένας τὰς ἀρχὰς ποιεῖν τοῦ ἀπείρους,3 εἰ δύναιτό τις διὰ τῶν πεπερασμένων ἀποδιδόναι τὰ αὐτά. ἔστι μέντοι ἐν οἷς καὶ τὴν Ἀναξαγόρου δόξαν τῆς Ἐμπεδοκλέους δόξης προκρίνει. νῦν μέντοι ἔοικεν ὕστερον αὐτὸν τοῖς ἔργοις λέγειν διὰ τὴν τῶν στοιχείων ἀπειρίαν· προειπὼν γὰρ ταῦτα ἐπήνεγκε τὸ ἀπείρους εἶναι τὰς ἀρχάς. προελθὼν μέντοι τὴν δόξαν αὐτοῦ σύμφωνον δείκνυσι τῇ Πλάτωνος, ὃς ὕστερος ἐγένετο. ἐξηγησάμενος γὰρ τὴν βούλησιν αὐτοῦ καὶ ὅτι δι’ ὧν λέγει λέγοι ἂν τὸ ἓν καὶ τὸ ἀόριστον ἀρχάς, ἐπιλέγει “βούλεται μέντοι τι παραπλήσιον τοῖς τε ὕστερον λέγουσι καὶ τοῖς φαινομένοις μᾶλλον.” σχεδὸν γὰρ ἅπαντα τὰ ὁμοιομερῆ, καθάπερ ὕδωρ πῦρ καὶ ἕκαστον τῶν τεσσάρων σωμάτων, συγκρίσει γίνεσθαί τε καὶ φθείρεσθαι δοκεῖ· τῇ γὰρ τῶν πλειόνων ὁμοίων συνόδῳ ἕκαστον τόδε γίγνεσθαι. οὕτως Ἀναξαγόραν φησὶ ταῦτα τὰ ὁμοιομερῆ ἄπειρα ὄντα καὶ ἀίδια γίγνεσθαί τε δοκεῖν καὶ φθείρεσθαι, γίγνεσθαι μὲν τῇ τῶν πλειόνων ὁμοίων συνόδῳ, φθείρεσθαι δὲ τῇ διακρίσει. σχεδὸν δὲ πάντα εἶπε τὰ ὁμοιομερῆ· οὐ γὰρ πάντα ἐν ταῖς ἀρχαῖς ἐτίθετο· τὸ γοῦν ὕδωρ καὶ τὸ πῦρ καὶ τὴν γῆν καὶ τὸν ἀέρα ὁμοιομερῆ ὄντα, ὡς ἔστιν ἐκ τῆς ἐναργείας μαθεῖν, οὐκ ἔλεγε στοιχεῖα εἶναι, ἀλλὰ συγκρίματα.

“而克拉佐美奈的阿那克萨戈拉在年龄上先于他,在成果上却落后于他。” 他说阿那克萨戈拉虽出生早于恩培多克勒,但在成果和关于自然事物的见解上却居后,这绝不是把他的见解置于恩培多克勒之上,视之为更为明智且更具优越性,而是认为它更为逊色和简陋。因此在其他地方,他推崇恩培多克勒胜过阿那克萨戈拉,因为恩培多克勒假设有限的原理而保全了同样的现象;因为将原理设为有限优于设为无限,如果有人能够通过有限的原理说明同样现象的话。不过,在某些地方他也确实推崇阿那克萨戈拉的见解胜过恩培多克勒的见解。然而现在,他似乎是由于构成元素的无限性而说他在成果上居后;因为在预先说了这些之后,他补充道“原理是无限的”。不过随着进一步讨论,他表明其见解与后来的柏拉图是一致的。因为在解释了他的意图,并说明通过所说的话他可以说一与不定者乃是原理之后,他接着补充道:“然而他的意图与后来的论述者以及更符合显现事实的见解颇为相近。”因为几乎所有的同质部分,正如水、火以及四个物体的每一者一样,似乎都是通过结合而生成与毁灭的;因为通过更多同类部分的聚合,每一者才成为这特定的东西。他[亚里士多德]说,阿那克萨戈拉就是这样认为这些同质部分虽然无限且永恒,却看似生成与毁灭,通过更多同类部分的聚合而生成,通过分离而毁灭。而且他说了同质部分的“几乎所有”;因为他并未将所有都置于原理之中;至少水、火、土与气,尽管正如可以从直观经验中所知晓的那样是同质部分,他[阿那克萨戈拉]却并不说它们是构成元素,而是说它们是复合物。

§1.26

"Ἐκ μὲν οὖν τούτων μόνην τις ἂν αἰτίαν εἶναι νομίσειεν." Ἐκ τούτων τῶν εἰρημένων· παρέθετο γὰρ τὰς ὑλικὰς τε καὶ σωματικὰς ἀρχάς. καίτοι ἐμνημόνευσε καὶ Ἐμπεδοκλέους καὶ Ἀναξαγόρου, οἳ καὶ ποιητικὰ ἔθεντο αἴτια, ἀλλὰ καὶ τούτων ἐμνημόνευσε δηλῶν τίσι καὶ οὗτοι παρὰ τοὺς πρὸ αὐτῶν ὑλικοῖς αἰτίοις ἐχρήσαντο, ἐπεὶ καὶ τούτους ᾐτιάσατο ὡς μέχρι λόγου κεχρημένους τοῖς ποιητικοῖς αἰτίοις, οὐκέτι δὲ αὐτὰ παραλαμβάνοντας ἐν τῇ γενέσει τούτων ἃ ἐκ τῶν στοιχείων γεννῶσι.

“因此,仅根据这些,人们会认为只有[质料形式的]原因存在。” 根据所说的这些,因为他列举了质料的且物体的原理。尽管他也提到了恩培多克勒和阿那克萨戈拉,他们也设定了动因,但他提到他们也是为了表明,相比于他们之前的人,他们还使用了何种质料原因;因为他也指责这些人仅仅是在口头上使用了动因,而在从构成元素中生成那些事物的生成过程中,却不再采用这些动因了。

语法注3 条
  1. 1.24ἀλλ’ ἢ

    紧跟否定词 οὐ 的习惯搭配,意为“除……之外”或“除非”。此处引出例外或限定条件,即“除了在多数与少数中结合之外[并不生成]”。

  2. 1.25οὐ προκρίνων αὐτοῦ πάντως τὴν δόξαν τῆς Ἐμπεδοκλέους ὡς συνετωτέραν καὶ πλέον τι ἔχουσαν, ἀλλ’ ὑστέραν καὶ εὐτελεστέραν ἡγούμενος

    由 οὐ ... ἀλλά ... 相对比的两个现在分词结构(προκρίνων 与 ἡγούμενος)从属于主句动词 φησί,用来解释亚里士多德称阿那克萨戈拉“居后(ὕστερος)”的真正意图。τῆς Ἐμπεδοκλέους 是受动词 προκρίνων 支配的比较属格(“置于恩培多克勒的见解之上”)。

  3. 1.25τοῦ ἀπείρους

    充当比较属格的带冠词不定式,受比较级 ἄμεινον 支配,其后省略了 εἶναι(或 ποιεῖν)。它与充当主语的带冠词不定式 τὸ ... ποιεῖν 相对置,构成“将原理设为有限优于设为无限”的比较句结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:27.13-29.4