← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§287.22-289.3

否定第一普遍者与偶性述谓的无穷倒退

针对亚里士多德在《形而上学》1007a33中指出的若一切皆依偶性言述则不存在第一普遍者且表述将陷入无穷倒退的荒谬后果,亚历山大解释了“第一普遍者”的含义(作为第一属的实体,或作为第一基底事物),并剖析了偶性不能作为偶性的基底以及偶性命题的逻辑结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.42#1

" Εἰ δὲ πάντα κατὰ συμβεβηκὸς λέγεται, οὐθὲν ἔσται πρῶτον τὸ καθόλου." Δείξας ὅτι ἀναιροῦσιν ἐκ τῶν ὄντων τὸ εἶδος καὶ τὸν ὁρισμὸν καὶ τὸ ὅλως καθ’ αὑτό τι κατηγορεῖσθαί τινος οἱ καὶ εἶναι καὶ μὴ εἶναι τὸ αὐτὸ λέγοντες καὶ διὰ τοῦτο τὴν ἀντίφασιν συναληθεύεσθαι φάσκοντες (πάντα γὰρ ποιοῦσιν οὕτω κατηγορούμενα τῶν ὑποκειμένων ὡς συμβεβηκότα), δείκνυσιν ἑπόμενον καὶ ἄλλο τι ἄτοπον, εἰ πάντα τις λέγοι τὰ ὄντα συμβεβηκότα· φησὶ γὰρ μηδὲν ἔσεσθαι πρῶτον τὸ καθόλου. τοῦτο δὲ ἤτοι εἴρηκε σημαίνων ὅτι μὴ ἔσται τὸ πρῶτον γένος, τουτέστιν οὐκ ἔσται τῶν γενῶν τὸ πρῶτον ἡ οὐσία· πάντα μὲν γὰρ τὰ γένη καθόλου, πρῶτον δὲ αὐτῶν ἡ οὐσία, ἀναιρεθήσεται δὲ τὸ γένος τοῦτο, ὅτι οὐδενὶ ὄντι συμβέβηκεν, οὐδέ τινος ὡς συμβεβηκὸς ἡ οὐσία κατηγορεῖται, ἀλλ’ οὗ ἂν κατηγορῆταί τις οὐσία, συνωνύμως τε καὶ ἐν τῇ οὐσίᾳ κατηγορεῖται. εἰ γὰρ οὔσης τῆς οὐσίας ἀναγκαῖον εἶναι καὶ τὴν τοιαύτην κατηγορίαν, μὴ οὔσης τῆς τοιαύτης κατηγορίας οὐδ’ ἂν ἡ οὐσία εἴη· ἧς κατηγορίας ἀναιρουμένης ἀναιροῖτο ἂν καὶ τὸ τῆς οὐσίας γένος ἐκ τῶν ὄντων. ἀλλὰ μὴ οὔσης τῆς ὡς γένος οὐσίας οὐδ’ ἂν ἡ ἄτομος εἴη· ἀναιρουμένου γὰρ καθόλου τοῦ γένους αὐτῆς οὐδ’ ἂν αὐτὴ εἴη· οὕτως δὲ οὐδ’ ἂν κατηγοροῖτό τι κατ’ οὐσίας, ἀλλ’ ἐν πάσῃ κατηγορίᾳ καὶ τὸ ὑποκείμενον ἂν συμβεβηκὸς εἴη. μὴ οὔσης δὲ οὐσίας τοῦ ὑποκειμένου ἀλλὰ συμβεβηκότος, ἐπ’ ἄπειρον ἂν ἄλλῳ ἄλλο ὑποκείμενον λαμβάνοιτο τῷ τὸ συμβεβηκὸς ἀεὶ καθ’ ὑποκειμένου τινὸς σημαίνειν τὴν κατηγορίαν,1 τουτέστιν ἐν ἄλλῳ εἶναι, καὶ ὑποκείμενόν τι ἔχειν, καὶ μὴ δύνασθαι ἢ αὐτὸ ὑποκείμενον εἶναι ἢ εἶναι χωρὶς ὑποκειμένου. εἰ γὰρ εἴη ἐν τῇ Σωκράτης λευκός ἐστι προτάσει καὶ τὸ Σωκράτης συμβεβηκὸς ἄλλου ὑποκειμένου, δεήσεται κἀκεῖνο πάλιν ἄλλου, καὶ τοῦτο ἐπ’ ἄπειρον. τοῦτο δ’ ἀδύνατον δείκνυσι. δύναται γεγράφθαι οὐδὲν ἔσται πρῶτον τὸ καθ’ οὗ,2 τουτέστι τὸ πρῶτον καὶ ὑποκείμενον, καθ’ οὗ τὰ συμβεβηκότα, ἀναιρεῖται· ἀναιροῦντες γὰρ τὴν τοιαύτην κατηγορίαν ἀναιροῦσι καὶ τοῦτο ᾧ ἐν τῷ οὕτω κατηγορεῖσθαι μόνως τὸ εἶναι· τοιοῦτον γὰρ ἡ οὐσία. ἀναιρουμένης δὲ τῆς οὐσίας οὐδὲν ἂν εἴη τὸ ἔσχατον ὑποκείμενον, πάντων τῶν ὄντων συμβεβηκότων ὄντων· οὕτω δ’ ἂν ἐπ’ ἄπειρον αἱ κατηγορίαι γίγνοιντο. τὴν δὲ αἰτίαν τοῦ μηδὲν ἔσεσθαι πρῶτον ὑποκείμενον καὶ οὐσίαν, εἰ πάντα εἴη συμβεβηκότα, ἀπέδωκεν οὕτως· εἰ ἀεί, φησί, τὸ συμβεβηκὸς καθ’ ὑποκειμένου σημαίνει τὴν κατηγορίαν. εἰ γὰρ πᾶν συμβεβηκὸς ὑποκείμενόν τι ἔχει ἐν ᾧ ἔστι καὶ καθ’ οὗ κατηγορεῖται, καὶ μηδέν ἐστι συμβεβηκὸς ὑποκείμενον, οὕτως ἐρεῖ εἶναι οὐδὲ οὐσίαν. εἰ δὲ εἴη πάντα συμβεβηκότα καὶ μηδὲν ἔσχατον ὑποκείμενον καθ’ οὗ τὰ ἄλλα, αὐτὸ δὲ κατ’ οὐδενός, πρῶτον μὲν οὐδ’ ἂν συμβεβηκός τι εἴη ἔτι· μὴ γὰρ οὔσης οὐσίας οὔτε συμβεβηκός τι οἷόν τε εἶναι· ἀλλ’ οὐ κατὰ τοῦτο νῦν εὐθύνει τὴν δόξαν, ἀλλά φησιν ὅτι εἰς ἄπειρον αἱ κατηγορίαι προοδεύσονται, ἀεὶ τοῦ ληφθέντος ὡς ὑποκειμένου τινὶ κατ’ ἄλλου πάλιν λεγομένου, τῷ καὶ αὐτὸ ὁμοίως τῷ πρὸ αὐτοῦ συμβεβηκὸς εἶναι καὶ μὴ οὐσίαν τινά. ἀδύνατον δέ, ὅτι τὴν ἀρχὴν οὐδὲ οἷόν τε συμβεβηκός τι συμβεβηκότι συμβεβηκέναι. εἰ δὲ μὴ τοῦτο, πῶς ἂν οἷόν τε εἴη ἐπ’ ἄπειρον γίνεσθαι τὰς κατηγορίας τοῦ συμβεβηκότος; οὐδὲν γὰρ γίνεται ὅλως ἐκ πλειόνων συμβεβηκότων ἕν τι συντιθεμένων. μόνον γὰρ ἐν ταῖς κατὰ συμβεβηκὸς προτάσεσι λεγομέναις δύο συμπλέκεται συμβεβηκότα, οὐχ ὡς τοῦ ἑτέρου αὐτῶν τῷ ἑτέρῳ συμβεβηκότος, ἀλλ’ ὅτι ἄμφω τῷ αὐτῷ συμβέβηκε· τοῦτο γὰρ σημαίνει ἡ πρότασις ἡ λέγουσα τὸ λευκὸν μουσικὸν ἢ τὸ μουσικὸν λευκόν· οὐ γὰρ διαφέρει ὅπως ἂν ῥηθῇ. ἀντέστρεψε δὲ αὐτά, ἵνα δείξῃ ὅτι οὐδέτερον αὐτῶν ὑπόκειται τῷ ἑτέρῳ, ἀλλ’ ἔστι τὸ σημαινόμενον τὸ ἄμφω τῷ αὐτῷ τινι συμβῆναι. καὶ ἡ μὲν ἑτέρα τῶν κατὰ συμβεβηκὸς προτάσεων ἡ ἔχουσα συμβεβηκὸς συμβεβηκότι ἐπιφερόμενον, ἣ καὶ κυρίως ἐστὶ κατὰ συμβεβηκός, ἐστὶ τοιαύτη ὡς μέχρι φωνῆς ὑποτιθέναι τὸ ἕτερον τῷ ἑτέρῳ, καὶ μέχρι δύο συμβεβηκότων τὴν κατηγορίαν ποιεῖσθαι, μετὰ τοῦ μηδὲ γίνεσθαι τὴν τοιαύτην πρότασιν μίαν κυρίως.

“但如果一切事物都是依偶性而被述说的,那么作为普遍者的第一者就什么也不存在了。” 在指明了那些主张同一事物既存在又不存在、并因此断言矛盾同时为真的人,乃是从现存事物中取消了形式、定义以及普遍而言某物依自身被表述于某物(因为他们使关于基底事物所表述的一切都如此作为偶性)之后,他进一步指明,如果有人断言一切现存事物都是偶性,还会随之产生另一荒谬后果;因为他说,作为普遍者的第一者将什么也不存在。他说出此话,或者意指不存在第一属,也就是说,在诸属中作为第一者的实体将不复存在;因为一切属固然都是普遍者,但在它们之中居首的是实体,而这一属将被取消,因为实体并不作为偶性附着于任何现存事物,实体也不作为偶性被表述于任何事物,相反,无论某种实体被表述于何物,它都是同名同义地且在其本质实体中被表述的。因为如果在实体存在时必然也存在这样的表述,那么在不存在这样的表述时实体也就不会存在了;而若取消这种表述,实体的属也将从现存事物中被取消。然而,若不存在作为属的实体,不可分个体的实体也就不会存在;因为若它的属被普遍取消,它自身也就不会存在了;这样一来,也就没有任何东西可以关于实体被表述,而在每一个表述中,基底事物本身也将成为偶性。但若基底事物不是实体而是偶性,就会无限地把一物作为另一物的基底事物,这乃是由于偶性总是意指关于某一基底事物的表述——即它存在于另一事物之中,拥有某一基底事物,且它自身既不可能作为基底事物存在,也不可能脱离基底事物而存在。因为如果在“苏格拉底是白的”这一命题中,“苏格拉底”也是另一基底事物的偶性,那么那一事物又将需要另一事物,如此以致无穷。而他指明这是不可能的。也可以将文本理解为“作为承载它的第一者将什么也不存在”——也就是说,偶性所关于其被表述的第一基底事物被取消了;因为取消这种表述的人,也就取消了那仅仅在此种被表述的方式中拥有其存在的事物;因为实体正是这样的事物。而一旦实体被取消,既然一切现存事物都是偶性,也就不会存在终极的基底事物;这样一来,表述过程就将无限进行下去。至于为何在一切事物都是偶性的情况下将不存在第一基底事物和实体,他给出的理由如下:他说,“如果偶性总是意指关于基底事物的表述”。因为如果一切偶性都拥有它在其中存在且关于它被表述的某一基底事物,而没有任何偶性是基底事物,那么以此方式他就将断言甚至连实体也不存在。但如果一切事物都是偶性,且不存在其他事物关于其被表述、而其自身不关于任何事物被表述的终极基底事物,那么首先,甚至任何偶性都将不再存在;因为在实体不存在时,任何偶性也都不可能存在;但他现在并不是从这一点来审视这一见解的,而是断言表述将走向无穷,因为被当作某物的基底事物的那一者总是又关于另一事物被述说,这乃是由于它自身也同先于它的那一事物一样是偶性而非某种实体。但这乃是不可能的,因为从根本上说,偶性偶合于偶性是根本不可能的。而如果这一点不可能,偶性的表述又怎能无限进行呢?因为完全不可能由多个偶性结合而成某一单一的事物。因为唯独在所谓依偶性的命题中,两个偶性才结合在一起,这并不是作为它们之中的一者偶合于另一者,而是因为两者都偶合于同一事物;因为断言“白的物是音乐的”或“音乐的物是白的”的命题所意指的正是这一点;因为无论怎样说都没有区别。他之所以将它们换位,是为了指明它们之中没有任何一者作为基底承载另一者,相反,所意指的乃是两者都偶合于某一同一事物。而在两类偶性命题的其中一类(即包含偶性加诸偶性之上的命题,它也是严格意义上的偶性命题)中,其性质乃是仅仅在语词上把一者作为另一者的基底,且使表述最多涉及两个偶性,伴随着这种命题甚至根本无法成为严格意义上的单一命题这一事实。

语法注2 条
  1. 4.42τῷ τὸ συμβεβηκὸς ἀεὶ καθ’ ὑποκειμένου τινὸς σημαίνειν τὴν κατηγορίαν

    带冠词的与格不定式短语(τῷ + 不定式 σημαίνειν)在主句动词 λαμβάνοιτο 之后表示原因或根据(“乃是由于……”)。不定式 σημαίνειν 的逻辑主语是宾格的 τὸ συμβεβηκός,其宾语是 τὴν κατηγορίαν。

  2. 4.42δύναται γεγράφθαι οὐδὲν ἔσται πρῶτον τὸ καθ’ οὗ

    γεγράφθαι 是非人称动词 δύναται 的补足不定式,针对引文的读法“作为普遍者的第一者”(πρῶτον τὸ καθόλου),提出了抄本异读或解释性的改读“作为承载它的第一者/关于它的第一者”(πρῶτον τὸ καθ’ οὗ)。紧接着的 τουτέστι τὸ πρῶτον καὶ ὑποκείμενον, καθ’ οὗ τὰ συμβεβηκότα 是对 τὸ καθ’ οὗ 的同格阐释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:287.22-289.3