← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§286.7-287.21

矛盾并存导致实体的消解与述语偶性化

亚历山大阐明了亚里士多德在《形而上学》1007a23–27中的论证:如果承认诸如“恰恰是人”这样的实体本质述语可以同时成立矛盾,实体本身就会被取消,而所有述词都将沦为偶性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.40

" Εἰ γὰρ ἔσται τι ὅπερ ἀνθρώπῳ εἶναι." Δείκνυσι διὰ τούτων ὅτι ἀναιρεῖται τὸ ὅπερ ἀνθρώπῳ εἶναι, καὶ ὅλως τὸ ἐν τῇ οὐσίᾳ τινὸς ὡς γένος ἢ εἶδος κατηγορεῖσθαι, εἰ ἐπὶ παντὸς ἡ ἀντίφασις συναληθεύοιτο. τεθέντος γὰρ ἐν τῇ οὐσίᾳ τινὸς κατηγορεῖσθαι, ἀδύνατον ἐπ’ ἐκείνου τὴν ἀπόφασιν ἔτι λέγειν ἀληθῆ. εἰ γὰρ εἴη τι τῶν ὄντων ὅπερ ἄνθρωπος, ὡς ἐν τῷ τί ἐστιν αὐτοῦ τὸν ἄνθρωπον κατηγορεῖσθαι, οὐχ οἷόν τε τοῦτο μὴ ἄνθρωπον εἶναι. ὁμοίως δὲ οὐδὲ ἄλλο τι οἷόν τε μὴ εἶναι τοῦτο ὃ ἐν τῷ ὁρισμῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ κατηγορεῖται. εἰ γὰρ ἔσται τι γένος τοῦ ἀνθρώπου, ἢ ὅλως τί ἦν εἶναι εἴη τινός, οὐχ οἷόν τε τοῦτο μὴ ὑπάρχειν αὐτῷ· ὃ γάρ ἐστιν ὅπερ ἄνθρωπος, τοῦτο οὐχ οἷόν τε ἅμα καὶ μὴ ἄνθρωπον εἶναι ἤ μὴ εἶναι ἄνθρωπον. εἰ δὲ μὴ τὸ πρᾶγμα, οὐδὲ αἱ ἀποφάσεις αἱ σημαίνουσαι τοῦτο τὸ μὴ εἶναι ἄνθρωπον αὐτόν· τούτων γάρ τις ἀπόφασις τῆς τόδε τι ὅπερ ἄνθρωπον εἶναι λεγούσης.1 προσέθηκε δὲ τὸ ἓν γὰρ ἦν ὃ ἐσήμαινε, καὶ ἦν τοῦτο τινὸς οὐσία ὑπομιμνήσκων ἡμᾶς τῶν δεδειγμένων, ὅτι ὁ σημαίνων ἕν τι σημαίνει καὶ ὡρισμένον, ὥστε καὶ ὁ λέγων τόδε ὅπερ ἄνθρωπον εἶναι ἕν τι σημαίνει, καὶ ἔστι τοῦτο οὐσία αὐτοῦ, τουτέστιν ἐν τῇ οὐσίᾳ ἐστὶν αὐτοῦ, καὶ οὐχ οἷόν τε αὐτὸ μὴ ὑπάρχειν αὐτῷ· ἐν γὰρ τούτῳ ἐστὶν αὐτό.

“因为如果存在某种‘恰恰是人’。” 他通过这些论述指明,如果矛盾在一切事物上同时为真,那么“恰恰是人”,以及一般而言在某物的实体中作为属或形式被表述的事物,就都被取消了。因为一旦设定某物是在某物的实体中被表述的,就再也不能说否定关于那事物仍然为真了。因为如果在现存事物中有某物是“恰恰是人”,使得人在它的“是什么”中被表述,那么这事物就不可能是非人。同样,在定义和实体中被表述为正是那事物的属性,任何其他事物也不可能不是它。因为如果存在人的某种属,或者普遍存在某物的本质,这属性就不可能不属于它;因为“恰恰是人”的事物,不可能同时是非人或不是人。而如果事物本身不可能如此,那么意指这事物不是人的那些否定命题也不可能[为真];因为在这些否定命题中,必定有某一个是否定断言“此物恰恰是人”的那一肯定命题的。他又补充道“因为它所意指的曾是一件事物,而这是某物的实体”,使我们回想起先前已经证明的论点:意指者所意指的必定是某种单一且确定的事物,因此断言“此物恰恰是人”的人所意指的也是某种单一的事物,而这就是它的实体(即存在于它的实体之中),并且它不可能不属于它;因为事物本身就存在于此之中。

§4.41

"p. 1007ᵃ 27 Εἰ δ’ ἔσται αὐτῷ τὸ ὅπερ ἀνθρώπῳ εἶναι." Τουτέστιν εἰ δὲ εἴη τὸ ὑποκείμενον ὅπερ ἄνθρωπος, τουτέστιν εἰ ἐν τῷ ὅπερ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ εἴη ὁ ἄνθρωπος κατηγορούμενος, οὐκ ἂν αὐτῷ ἐφαρμόζοι ἔτι ἡ τὸ μὴ εἶναι ὅπερ ἀνθρώπῳ ἤ τὸ εἶναι ὅπερ μὴ ἀνθρώπῳ. ἄλλο γὰρ ἔσται, εἰ ταῦτα ἀληθεύοιτο κατ’ αὐτοῦ, καὶ οὐ τοῦτο οὗ ἐν τῷ ὅπερ ὁ ἄνθρωπος κατηγορεῖται. οὕτω δὲ οὐκέτ’ ἂν ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ μένοντος.2 διὸ οὐχ οἷόν τε ἔσται τῶν ἐν τῇ οὐσίᾳ τινὸς κατηγορουμένων δύνασθαί ποτε καὶ τὰς ἀποφάσεις ἀληθῶς κατηγορεῖσθαι· εἰ γὰρ μὴ ὑπάρχει αὐτῷ τὸ ἐν τῇ οὐσίᾳ ὂν αὐτοῦ, οὐδ’ ἂν εἴη καὶ αὐτὸ ἔτι. οὐ γὰρ οἷόν τε τῆς οὐσίας τινὸς ἀναιρουμένης αὐτὸ σώζεσθαι καὶ ὑπομένειν. ἐπὶ γὰρ τῶν συμβεβηκότων οἷόν τε τοῦτο μόνον τὸ ὑπομένειν τὸ ὑποκείμενον καὶ ὑπάρχειν αὐτῷ τιθεμένων τῶν συμβεβηκότων καὶ μὴ ὑπάρχειν, τῷ μὴ εἶναι ἐν τούτοις αὐτῷ τὸ εἶναι. δύναται καὶ τοιοῦτον εἶναι τὸ εἰ δὲ ἔσται αὐτῷ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἅμα καὶ ὅπερ μὴ ἀνθρώπῳ εἶναι ἢ ὅπερ μὴ εἶναι ἀνθρώπῳ (οὐδὲν γὰρ διαφέρει ὁπότερον ἄν ληφθῇ), ἄλλο τι ἔσται, τουτέστιν οὐχ ἓν ἔτι ἔσται, ἀλλὰ πλείω καὶ διαφέροντα εἴδη· εἰ γάρ τις πάντα οὕτω τισὶν ὑπάρχοντα λέγοι εἶναι ὡς τὰ αὐτὰ καὶ μὴ ὑπάρχειν δύνασθαι, οὗτος οὐδὲν εἶδος ἐρεῖ τοῦ πράγματος εἶναι οὐδὲ οὐσιώδη λόγον καὶ ὁρισμόν, ἀλλὰ πάντα τὰ κατηγορούμενά τινος κατὰ συμβεβηκὸς κατηγορηθήσεται καὶ ὡς συμβεβηκότα. τὸ μὲν γὰρ συμβεβηκός τινι ἄλλο ἐν ἄλλῳ ὑπάρχει, ὡς τὸ λευκὸν τῷ ἀνθρώπῳ, διὸ δύναται καὶ μὴ ὑπάρχειν αὐτῷ σωζομένῳ· τὸ δὲ εἶδος καὶ ἡ οὐσία ἡ ἑκάστου οὕτως αὐτοῦ κατηγορεῖται, οὐχ ὡς ἄλλῳ τινὶ ὄντι αὐτῷ ὑπάρχουσα, ἀλλ’ ὡς τούτῳ ὄντι αὐτῷ καὶ ἐν τούτῳ αὐτῷ τὸ εἶναι ἔχοντι. τὸ δὲ εἶναι ὅπερ μὴ ἄνθρωπον ἢ μὴ εἶναι ὅπερ ἄνθρωπον κοινότερον ἔλαβεν ὡς ἀπόφασιν τοῦ εἶναι ὅπερ ἄνθρωπον, τῷ αὐτὸ ἄτοπον ἕπεσθαι ὁπότερον ἄν τις λέγοι ἀπόφασιν αὐτοῦ εἶναι· καθ’ ἑκάτερον γὰρ αὐτῶν ἀναιρεῖται τὸ ὅπερ εἶναι καὶ ἡ οὐσία. φανερώτερον δὲ τὸ ἄτοπον ἐπὶ τοῦ εἶναι ὅπερ μὴ ἄνθρωπον, ὃ δοκεῖ κατάφασις ἡ ἐκ μεταθέσεως3 εἶναι, εἴ γε ὁ τοῦτο λέγων, φυλάσσων τὸ ὑποκείμενον, οὔ φησιν αὐτὸ ὅπερ τοῦτο εἶναι ὅ ἐστιν· ὃ καὶ ἀξιοῖεν ἂν οἱ τὴν ἀντίφασιν κατὰ τοῦ αὐτοῦ ἅμα ἀληθῆ λέγοντες. καίτοι οὐδὲ τὴν ἀρχὴν ἔτι εἶναι δύναται, εἰ μὴ εἴη τὸ ἐν ᾧ αὐτῷ τὸ εἶναι.

“第1007a27页但如果对它而言存在‘恰恰是人’。” 也就是说,如果作为基底的事物是“恰恰是人”(即如果人在它的“正是该事物”中并在实体中被表述),那么“不是恰恰是人”或“恰恰是非人”就都不再适合于它。因为如果这些说法关于它为真,它将变成另一事物,而不是在“正是该事物”中表述了人的那一事物了。这样一来,矛盾也就不再是就保持同一的对象而言的了。因此,关于在某物的实体中所表述的事物,否定命题不可能有朝一日能够真实地被表述;因为如果在其实体中的事物不属于它,该事物本身也就不复存在了。因为在某物的实体被取消时,事物本身是不可能得以保全和持续存在的。因为唯独在偶性上才可能发生这种情况:即使设定偶性属于或不属于基底事物,基底事物仍能持续存在;这正是因为它的存在并不在这些偶性之中。此外,“但如果对它而言‘恰恰是人’同时也是‘恰恰是非人’或‘恰恰不是人’(因为无论取哪一个都没有区别)”也可以具有如下含义:它将变成另一事物,也就是说,它将不再是一,而是更多且不同的形式。因为如果有人说一切属性属于某些事物都是以此种方式存在——即同一属性也可能不属于它们——那么此人就不会承认事物有任何形式,也不会承认有实质的本质公式和定义,而是关于某物所表述的一切都将依偶性并作为偶性而被表述。因为某物的偶性乃是作为一物存在于另一物之中,如白存在于人之中,因此在人得以保全的同时白也可以不属于人;但各事物的形式和实体关于它的表述,并不是作为它在是某一他物的同时而属于它,而是作为它正是此物、且在此物中拥有其存在。另一方面,他将“是恰恰是非人,或者不是恰恰是人”更普遍地当作“是恰恰是人”的否定命题,乃是因为无论人们说哪一个是它的否定命题,都会随之产生相同的荒谬后果;因为无论依据它们中的哪一个,“正是该事物”和实体都被取消了。但在“是恰恰是非人”上,荒谬之处更为明显——这似乎是一个通过转词法构成的肯定命题——如果说出此话的人在保全基底事物的同时,却断言它并不是它所是的这正是之物;而这正是那些主张矛盾关于同一对象同时为真的人所要求的。然而,如果使它的存在得以成立的东西不复存在,它甚至从根本上就根本不可能继续存在了。

语法注3 条
  1. 4.40τούτων γάρ τις ἀπόφασις τῆς τόδε τι ὅπερ ἄνθρωπον εἶναι λεγούσης

    τούτων 为部分属格,指代前句出现的 αἱ ἀποφάσεις(诸否定命题)。τῆς 为修饰省略了的肯定命题(καταφάσεως)的阴性属格定冠词,分词 λεγούσης 修饰该肯定命题。句式骨架为:“因为在这些否定命题中,必定有某一个是否定断言‘此物恰恰是人’的那一肯定命题的”。

  2. 4.41οὐκέτ’ ἂν ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ μένοντος

    在 οὐκέτ’ ἂν 之后省略了祈愿语气动词(εἴη),而 τοῦ αὐτοῦ μένοντος 为独立属格结构。该从句表达归结:“在同一事物保持不变的情况下,矛盾将不再成立”。

  3. 4.41κατάφασις ἡ ἐκ μεταθέσεως

    此为逻辑学术语,指通过“转词法构成的肯定命题”(affirmative proposition by transposition),即否定词不修饰系词,而是与名词结合形成不定名词(如“这是非人”)。形式上它属于肯定命题(κατάφασις),但否定词的位置发生了换位(μετάθεσις)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:286.7-287.21