← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§285.1-286.6

断言矛盾对立对实体与本质的取消

亚历山大注解了亚里士多德在1007a20处关于主张矛盾对立者取消了实体与本质的论述,阐明在实体中的本质表述不同于偶性表述,具有必然性与不可分离性,并分析了亚里士多德原文的文字省略与不同的句法解读可能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.39

" Ὅλως δὲ ἀναιροῦσιν οἱ τοῦτο λέγοντες οὐσίαν καὶ τὸ τί ἦν εἶναι." Ὅτι μὴ οἷόν τε λέγειν ἐπὶ πάντων τὸ οὐδὲν μᾶλλον ἕκαστον τῶν ὄντων εἶναι ἢ μὴ εἶναι, καὶ διὰ τούτων δείκνυσι. δοκεῖ δέ μοι ἡ ἐπιχείρησις αὕτη λέγεσθαι πρὸς τοὺς διὰ τοῦτο λέγοντας ἐπὶ πάντων οὐ μᾶλλον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν, ὅτι ὃ νῦν ἔστι δύναται καὶ μὴ εἶναι, καὶ ὃ μή ἐστιν εἶναι, ἐπεὶ ἅμα γε τὸ ὑπὸ τῆς ἀντιφάσεως σημαινόμενον οὐδὲ ἐπὶ τῶν συμβεβηκότων οἷόν τε συνυπάρχειν, ὡς δέδεικται. ἀλλ’ εἴ τις λέγοι τούτῳ ἀληθεύεσθαι τὴν ἀντίφασιν τῷ καὶ μὴ εἶναι δύνασθαι τοῦτο ὃ κατηγορεῖται, ὅτι οὖν μηδὲ τοῦτο οἷόν τε δεικνύει ἐπὶ τῶν ἐν τῇ οὐσίᾳ τινὸς κατηγορουμένων.1 εἰπὼν γὰρ ἀναιροῦσιν οὐσίαν, ποίαν οὐσίαν ἐδήλωσε προσθεὶς καὶ τὸ τί ἦν εἶναι. τὸ γὰρ ἐν τῇ οὐσίᾳ τινὸς κατηγορεῖσθαί τι ἀναιροῦσι· τὰ γὰρ ἐν τῇ οὐσίᾳ κατηγορούμενα οὐχ οἷά τε ὑπάρχειν καὶ μὴ ὑπάρχειν ἐκείνῳ· ἐξ ἀνάγκης γάρ, ἔστ’ ἂν ᾖ τὸ πρᾶγμα, ὑπάρχει αὐτῷ καὶ ἔστιν ἀχώριστα αὐτοῦ. εἰ γὰρ καὶ πρὸς τὴν τῶν συμβεβηκότων ὕπαρξίν τις ἐνίσταται ὡς οὐκ ἐξ ἀνάγκης ὑπαρχόντων τότε ὅτε ἀληθὴς ἡ περὶ αὐτῶν κατάφασις, ἀλλ’ ἐπί γε τῶν ἐν τῇ οὐσίᾳ οὐδεὶς ἀντείποι· ὥστε οἱ διὰ τοῦτο τὴν ἀντίφασιν ἅμα ἐπὶ τοῦ αὐτοῦ λέγοντες εἶναι ἀληθῆ, ὅτι οἷόν τε ταὐτὸ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν τοῖς αὐτοῖς, ἀναιροῦσι τὸ εἶναί τι ἐν τῇ οὐσίᾳ τινὸς καὶ τὸ ὑπάρχειν οὕτω τί τινι. οἱ γὰρ ταὐτὸν εἶναι καὶ μὴ εἶναι λέγοντες, καὶ μηδὲν μᾶλλον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἑκάστου κατηγορεῖσθαι διὰ τὸ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν τὸ κατηγορούμενον αὐτοῦ δύνασθαι, ἀναιροῦσι τὸ εἶναί τι ἑκάστου τῶν ὄντων εἶδος καὶ οὐσίαν, καθ’ ἣν ἐστιν ἑκάστῳ τὸ εἶναι καὶ τὸ κατηγορεῖσθαι ὅλως τί τινος καθ’ αὑτό τε καὶ ἐν τῇ οὐσίᾳ· οὐδὲν γὰρ ἔσται τῶν κατηγορουμένων τινὸς ὡς γένος καὶ ἐν τῷ ὅπερ, τουτέστιν ἐν τῇ οὐσίᾳ, κατηγορούμενον, οὐδὲ ὅλως ὡς οὐσία καὶ εἶδος καὶ ὡς ὁρισμὸς καὶ τί ἦν εἶναι, εἰ πάντα τὰ κατηγορούμενα αὐτοῦ καὶ μὴ ὑπάρχειν οἷά τε· ἀλλ’ ἔσται συμβεβηκότα πάντα, καὶ οὔτε ὅπερ ἀνθρώπῳ εἶναι ἔσται τινὶ οὔτε ὅπερ ζῴῳ, τουτέστιν οὐδενὸς ἐν τῇ οὐσίᾳ ἢ ὡς εἶδος ἢ γένος οὔτε ὁ ἄνθρωπος οὔτε τὸ ζῷον κατηγορηθήσεται, ἀλλ’ ὡς συμβεβηκότα. εἰπὼν δὲ καὶ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἢ ζῴῳ οὐκέτι προσέθηκε τὸ ἀναιροῦσιν· ἦν γὰρ προειρημένον καὶ κείμενον· προεῖπε γὰρ ὅλως δὲ ἀναιροῦσιν οἱ τοῦτο λέγοντες. τὸ δὲ τί ἦν εἶναι μὴ εἶναι ἐνδεέστερον ἔχειν δόξει· λείπει γὰρ αὐτῷ ὁ ‘καὶ’ σύνδεσμος,2 ἵνα ᾖ ‘καὶ τὸ τί ἦν εἶναι μὴ εἶναι’, τουτέστι καὶ τὸν ὁρισμὸν μὴ εἶναι. ἀναιρουμένου γὰρ τοῦ ἐν τῇ οὐσίᾳ εἶναί τινα κατηγορούμενα, ἀναιρεῖται καθόλου καὶ τὸ εἶναί τινος ὁρισμόν· ὁ γὰρ ὁρισμὸς ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων. δύναται καὶ τὸ ὅπερ ἀνθρώπῳ ἢ ζῴῳ εἶναι τί ἦν εἶναι μὴ εἶναι εἰρῆσθαι ἀντὶ τοῦ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἢ ζῴῳ εἶναι μὴ εἶναι τί ἦν εἶναί τινος, τουτέστι μὴ ἐν τῇ οὐσίᾳ μηδὲ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, ὡς εἰρῆσθαι τὸ τί ἦν εἶναι ἀντὶ τοῦ τί ἐστιν.

“总的来说,持这种说法的人取消了实体和本质。” 对一切事物都不能说现存各物无所谓是还是不是,他也通过这些论述指明了这一点。而在我看来,这一论驳是针对那些基于如下理由而对一切事物断言肯定并不比否定更成立的人提出的:如今是的东西也可能不是,而如今不是的东西也可能是;因为正如已经证明的那样,由矛盾所意指的两方哪怕在偶性上也不可能同时共存。但如果有人说,矛盾之所以为真,乃在于所表述的这一属性也可能不存在,那么他因此证明,在某物的实体中所表述的事物上,就连这也同样是不可能的。因为在说了“他们取消了实体”之后,他又加上“和本质”,从而阐明了是何种实体。因为他们取消了在某物的实体中表述某物;而在实体中所表述的事物,并不是既可以属于又可以不属于那个事物的;因为只要该事物存在,它们必然属于它,且是不可与它分离的。即使有人针对偶性的存在提出异议,认为在关于偶性的肯定为真时它们并不必然存在,但对于实体中的事物,绝不会有人反驳;因此,那些基于同一事物既可能属于又可能不属于同一对象而断言矛盾关于同一对象同时为真的人,取消了在某物的实体中存在某物,也取消了某物以此种方式属于某物。因为那些主张同一事物既是又不是、并且因为关于某物所表述的属性既可能属于它也可能不属于它而断言肯定并不比否定更适用于各事物的人,取消了现存各物具有形式与实体——各事物正是据此获得其存在——也取消了某物在自身上并在实体中完全表述于某物;因为如果关于某物所表述的一切都可能不属于它,那么在某物的述语中,就没有任何东西作为属或在“正是该事物”中(即在实体中)被表述,也完全没有任何东西作为实体、形式、定义和本质被表述;相反,一切都将是偶性,对任何事物而言,既不会有“恰恰是人”,也不会有“恰恰是动物”,也就是说,人或动物都不会在任何事物的实体中作为形式或属而被表述,而是作为偶性被表述。他在说了“以及恰恰是人或动物”之后,便没有再补上“他们取消了”;因为这在前面已经说过并已确立;实则他先前已经说过“总的来说,持这种说法的人取消了”。另一方面,“本质不存在”这一表述似乎有所欠缺;因为其中缺少连词“和(καί)”,以使得文句成为“并且本质也不存在”,即定义也不存在。因为一旦取消了在实体中表述某些事物,某物有定义这一点也就完全被取消了;因为定义正是由自身所属的属性构成的。也可以这样理解,“恰恰是人或动物不是本质”这句话的意思是说,“恰恰是人或动物不是某物的本质”,即不是在实体中也不是在何物中被表述,仿佛“本质(τί ἦν εἶναι)”是用来代替“何物(τί ἐστι)”一样。

语法注2 条
  1. 4.39ὅτι οὖν μηδὲ τοῦτο οἷόν τε δεικνύει ἐπὶ τῶν ἐν τῇ οὐσίᾳ τινὸς κατηγορουμένων

    此处包含语序倒置(hyperbaton),ὅτι从句作为主句动词 δεικνύει 的宾语从句被置于句首。句子的核心结构是 δεικνύει ὅτι οὐδὲ τοῦτο οἷόν τε(“他指出这同样是不可能的”),而其后的介词短语 ἐπὶ τῶν ἐν τῇ οὐσίᾳ τινὸς κατηγορουμένων(“在某物的实体中被表述的事物上”)限定了该命题的适用范围。

  2. 4.39τὸ δὲ τί ἦν εἶναι μὴ εἶναι ἐνδεέστερον ἔχειν δόξει· λείπει γὰρ αὐτῷ ὁ ‘καὶ’ σύνδεσμος

    关于亚里士多德原文中“τὸ δὲ τί ἦν εἶναι μὴ εἶναι”一语的句法分析。亚历山大提出了两种构想:第一种认为文本省略了连词 καί,需补出与前文并列的“并且本质也不存在”;第二种方案(由 δύναται καὶ 引出)将 τί ἦν εἶναι 作为宾格表语,与主语 τὸ ὅπερ ἀνθρώπῳ... εἶναι 构成判断(“即‘正是人’并非某物的本质”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:285.1-286.6