- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:284.1-284.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德在1007a8中针对在简单提问下额外添加否定项的回应者所作的反驳。他指明这种回答构成了乞题,并且荒谬地导致列举无数无关附随属性的后果。
" Ἐὰν δὲ προστιθῇ ἐρωτῶντος ἁπλῶς καὶ τὰς ἀποφάσεις." Ἐὰν δὲ ἁπλῶς ἐρωτώμενός τις εἰ Σωκράτης ἄνθρωπός ἐστι, μὴ ἀποκρίνηται ἁπλῶς ἢ εἶναι ἢ μὴ εἶναι αὐτὸν ἄνθρωπον, ἀλλὰ προστιθῇ καὶ τὴν ἀπόφασιν, λέγων ὅτι καὶ ἄνθρωπός ἐστι καὶ οὐκ ἔστιν ἄνθρωπος, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων, εὐλαβούμενος μὴ ἂν δῷ μόνον τὸ ἄνθρωπον εἶναι, περιαχθῇ κατὰ τὸν προειρημένον λόγον εἰς τὸ μὴ δύνασθαι τὸ αὐτὸ τοῦτο λέγειν τότε εἶναι καὶ μὴ εἶναι ἄνθρωπον, τῷ ἕπεσθαι μὲν δοθέντι τῷ εἶναι ἄνθρωπον,1 εἰ ἀληθὲς εἴη, τὸ ἐξ ἀνάγκης τότε εἶναι ἄνθρωπον καὶ ἀδύνατον εἶναι τὸ μὴ εἶναι ἄνθρωπον, ἀδυνάτου δὲ ὄντος τοῦ μὴ εἶναι τότε ἄνθρωπον, μὴ δύνασθαι ἀληθῆ εἶναι τὴν ἀπόφασιν τὴν λέγουσαν μὴ εἶναι ἄνθρωπον· ἂν δή τις τοῦτο προορώμενος ἅμα τῇ καταφάσει καὶ τὴν ἀπόφασιν λέγῃ ὑπάρχειν, οὐκ ἀποκρίνεται τὸ ἐρωτώμενον· τό τε γὰρ ζητούμενον προλαμβάνει. ζητεῖται γὰρ τοῦτο τὸ εἰ οἷόν τε, ᾧ ὑπάρχει ἄνθρωπος, τοῦτο καὶ μὴ ἄνθρωπον εἶναι· ὁ δὲ χωρὶς δείξεως αὐτὸ λαμβάνει, οὔτε γνώριμον οὔτε ἐναργὲς ὄν, ἀξιῶν καὶ τὰ φανερὰ καὶ τὰ πᾶσιν ἐναργῆ ἀποδείκνυσθαι, καὶ διὰ τοῦτο μηδὲ τὸ ἐπὶ τῆς ἀντιφάσεως συγχωρῶν. ὅτι δὲ πρὸς τὸ ἐρωτώμενον οὐκ ἀποκρίνεται, δείκνυσιν ἐκ τοῦ, εἰ καὶ ἀληθὲς εἴη, μὴ ὀφείλειν αὐτὸν μὴ ἐξετασθέντα περὶ αὐτοῦ λέγειν· καὶ γὰρ ἄλλα μυρία ὁμολογουμένως τῷ Σωκράτει ὑπάρχει, ἀλλ’ ὅμως ὁ ἐρωτηθεὶς εἰ Σωκράτης ἄνθρωπός ἐστιν, οὐκ ἐξαριθμεῖται πάντα καὶ λέγει ‘καὶ φιλόσοφος καὶ Ἀθηναῖος καὶ σιμὸς καὶ προγάστωρ καὶ λευκὸς καὶ μουσικὸς καὶ Πλάτωνος διδάσκαλος’. ἔτι εἰ ἐν τῷ πάντα τὰ ἐνυπάρχοντα εἰπεῖν τὸ ἀποκρίνεσθαι τὸ ἐρωτώμενόν ἐστιν, εἰ ἀδύνατον πάντα εἰπεῖν, ἀδύνατος καὶ ἡ ἀπόκρισις ἔσται· ἀδύνατον δὲ πάντων ἐξαρίθμησιν ποιήσασθαι τῶν ὑπαρχόντων τινί. εἰ δὲ περὶ ἑνὸς ἐξετασθέντες μὴ πάντα τὰ ὑπάρχοντα λέγοιμεν αὐτῷ, οὐδὲ ἕν τι ἐξ αὐτῶν παρὰ τὸ ἐν τῇ ἐρωτήσει δεόντως ἐροῦμεν· ἢ γὰρ πάντα ἢ οὐδὲν χρὴ παρὰ τὸ ἠρωτημένον· ὥστε εἰ καὶ ὅτι μάλιστα ὁ ἄνθρωπος καὶ οὐκ ἄνθρωπός ἐστιν, οὐ δεῖ καὶ τοῦτο προστιθέναι. εἰ μὲν γὰρ ταὐτόν ἐστι, δέδωκε καὶ τοῦτο διὰ τοῦ δοῦναι ἄνθρωπον εἶναι· εἰ δὲ ἕτερον, οὐκ ἦν ἡ ἐρώτησις περὶ τούτου· ἢ γὰρ πάντα χρὴ τὰ προσόντα ἢ μηδὲν παρὰ τὸ ἠρωτημένον λέγειν. ἔτι καὶ αἱ τῶν ἄλλων ἀποφάσεις ἀληθεῖς κατ’ αὐτοῦ, ἀλλ’ οὐ διότι ἀληθεῖς, ἐρωτηθεὶς τις εἰ ὁ Σωκράτης ἄνθρωπός ἐστιν, ἀποκρίνοιτο ὅτι καὶ οὐχ ἵππος καὶ οὐ κύων· μάταιος γὰρ ἂν εἴη. οὕτως οὖν καὶ ὁ λέγων καὶ μὴ ἄνθρωπον αὐτὸν εἶναι· ἄλλο γὰρ τὸ οὐκ ἔστιν ἄνθρωπος τοῦ ἔστιν ἄνθρωπος ἀποδέδεικται.
“如果当提问者单纯地提问时,他把否定也添加上去。” 但是,如果在被单纯地询问苏格拉底是否是人时,有人不单纯地回答他或是人或不是人,而是把否定也添加上去,说他既是人又不是人,在其他事物上也同样如此——这是因为他戒备着,唯恐若仅承认是人,就会按照前面所说的论证被逼入不能说这同一事物当时既是人又不是人的境地;因为如果它是真的,在承认是人之后,随之而来的便是在当时必然是人且不可能不是人,而既然当时不是人是不可能的,那么断言不是人的否定就不可能为真——那么,如果有人预见到这一点,而在肯定之外同时断言否定也属于它,他就没有回答所提的问题。因为首先,他预先假定了所探求的事项。因为所探求的正是这一点:人所属于的事物,这同一事物是否也可能是非人;但他却在未经证明的情况下假定了这一点,尽管它既非已知亦非显明,而他恰恰还要求连显而易见和对所有人而言都明白的事物都要被证明,并因此甚至不肯承认关于矛盾的[原理]。至于说他没有针对所问的内容作出回答,他通过以下事实来说明:即使那[添加的内容]是真的,在未被盘问这方面时他也不应当谈论它;因为公认还有无数其他属性属于苏格拉底,但被问及苏格拉底是否是人的人,却绝不会把一切属性都列举出来而说“并且是哲学家、是雅典人、是塌鼻子、是大肚子、是白的、通晓音律、是柏拉图的老师”。此外,如果回答所提问题在于说出所有内在的属性,那么倘若不可能说出所有属性,回答也将是不可能的;但是要对属于某物的所有属性作出列举是不可能的。而如果我们在受盘问关于某一事物时不说出属于它的所有属性,那么除了问题中所包含的内容之外,我们理当连其中任何一项也不说;因为除了所问的内容之外,要么应当说出全部,要么什么也不说。因此,即使人也是非人这一说法的确再真不过,也不应当把这一点也添加上去。因为如果它是同一回事,他通过承认是人就已经承认了这一点;而如果它是另一回事,问题就不是关于这一点的;因为除了所提的问题之外,要么应当说出所有附带的属性,要么什么也不说。此外,其他事物的否定关于他也是真的,但并非因为它们是真的,某人在被问及苏格拉底是否是人时,就会回答说“并且不是马、不是狗”;因为这样他就成了荒谬可笑之人。因此,断言他也不是人的人同样如此;因为已经证明,“不是人”与“是人”是彼此相异的。
- 4.38τῷ ἕπεσθαι μὲν δοθέντι τῷ εἶναι ἄνθρωπον, εἰ ἀληθὲς εἴη, τὸ ἐξ ἀνάγκης τότε εἶναι ἄνθρωπον καὶ ἀδύνατον εἶναι τὸ μὴ εἶναι ἄνθρωπον, ἀδυνάτου δὲ ὄντος τοῦ μὴ εἶναι τότε ἄνθρωπον, μὴ δύνασθαι ἀληθῆ εἶναι τὴν ἀπόφασιν τὴν λέγουσαν μὴ εἶναι ἄνθρωπον
带有中性单数与格定冠词 τῷ 的不定式短语表示原因,用以解释前句中 περιαχθῇ... εἰς τὸ μὴ δύνασθαι(“被逼入不能说……的境地”)的缘由。其核心构架为 τῷ ἕπεσθαι μὲν [...] μὴ δύνασθαι [...](“由于随之而来的是……,以及……不能为真”);ἕπεσθαι 的主语是带冠词的不定式短语 τὸ ἐξ ἀνάγκης τότε εἶναι...,它依附于与格分词短语 δοθέντι τῷ εἶναι ἄνθρωπον(“在承认是人之后”)。
- 4.38Ἐὰν δὲ ἁπλῶς ἐρωτώμενός τις εἰ Σωκράτης ἄνθρωπός ἐστι, μὴ ἀποκρίνηται ἁπλῶς ἢ εἶναι ἢ μὴ εἶναι αὐτὸν ἄνθρωπον, ἀλλὰ προστιθῇ καὶ τὴν ἀπόφασιν, λέγων ὅτι καὶ ἄνθρωπός ἐστι καὶ οὐκ ἔστιν ἄνθρωπος, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων, εὐλαβούμενος μὴ ἂν δῷ μόνον τὸ ἄνθρωπον εἶναι, περιαχθῇ κατὰ τὸν προειρημένον λόγον εἰς τὸ μὴ δύνασθαι τὸ αὐτὸ τοῦτο λέγειν τότε εἶναι καὶ μὴ εἶναι ἄνθρωπον, τῷ ἕπεσθαι μὲν δοθέντι τῷ εἶναι ἄνθρωπον, εἰ ἀληθὲς εἴη, τὸ ἐξ ἀνάγκης τότε εἶναι ἄνθρωπον καὶ ἀδύνατον εἶναι τὸ μὴ εἶναι ἄνθρωπον, ἀδυνάτου δὲ ὄντος τοῦ μὴ εἶναι τότε ἄνθρωπον, μὴ δύνασθαι ἀληθῆ εἶναι τὴν ἀπόφασιν τὴν λέγουσαν μὴ εἶναι ἄνθρωπον· ἂν δή τις τοῦτο προορώμενος ἅμα τῇ καταφάσει καὶ τὴν ἀπόφασιν λέγῃ ὑπάρχειν, οὐκ ἀποκρίνεται τὸ ἐρωτώμενον·
长篇条件句的骨架结构。句首以 Ἐὰν δὲ 引出条件从句,中间插入对话者试图避免反驳的动机(εὐλαβούμενος...)及必然推论的原因(τῷ ἕπεσθαι...),导致句子大幅延展;随后通过 ἂν δή τις τοῦτο προορώμενος... 对条件从句予以复述与再开,最终落实到主句 οὐκ ἀποκρίνεται τὸ ἐρωτώμενον(“他没有回答所提的问题”)。
未在正文中定位
