← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§283.1-283.36

从否定出发的矛盾律论证与谓词差异

针对亚里士多德在《形而上学》1006b34中指出的“同样的论证也适用于‘不是人’”这一论断,亚历山大阐述了从否定出发的反向证明结构,并通过“是人”与“是白”之差异的对比,解释了谓词意义的确定性以及矛盾律推论的必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.37

" Ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τοῦ μὴ εἶναι ἄνθρωπον." Δείξας, ἐφ’ οὗ ἀληθές ἐστι τὸ ἔστιν ἄνθρωπος, ἐπὶ τούτου ἀδύνατον ἅμα ἀληθὲς εἶναι καὶ τὸ μὴ εἶναι ἄνθρωπον, τῷ αὐτῷ λόγῳ χρωμένους, φησίν, ἔνεστι δεικνύναι πάλιν, ἐφ’ οὗ ἀληθές ἐστι τὸ μὴ εἶναι ἄνθρωπον, μὴ δυνάμενον ἀληθὲς εἶναι τὸ εἶναι ἄνθρωπον.1 ἐφ’ οὗ γὰρ ἀληθές ἐστι τὸ μὴ εἶναι ἄνθρωπον, ἀνάγκη τοῦτο μὴ εἶναι ζῷον πεζὸν δίπουν. ὃ δὲ ἀνάγκη μὴ εἶναι, τοῦτο ἀδύνατον εἶναι τότε· ὃ δὲ ἀδύνατον εἶναι ζῷον πεζὸν δίπουν, τοῦτο οὐκ ἀληθές ἐστιν εἰπεῖν εἶναι ζῷον πεζὸν δίπουν. ἐφ’ οὗ ἄρα ἀληθὲς τὸ μὴ εἶναι ἄνθρωπον, ἐπὶ τούτου τότε οὐχ οἷόν τε ἀληθὲς εἶναι τὸ εἶναι ἄνθρωπον. καὶ ἔστι τὸ μὲν μὴ εἶναι ἄνθρωπον ἀπόφασις, τὸ δὲ εἶναι ἄνθρωπον κατάφασις· ἀδύνατον ἄρα ἐπὶ τοῦ αὐτοῦ τήν τε κατάφασιν ἀληθῆ καὶ τὴν αὐτοῦ ἀπόφασιν εἶναι. ἔδειξε δὲ ὁ λόγος οὗτος, κειμένου τοῦ ἄλλο σημαίνειν τὸ εἶναι καὶ μὴ εἶναι, ἐφ’ οὗ ἀληθές ἐστι τὸ εἰπεῖν νῦν ὅτι λευκόν, ἀνάγκη τοῦτο νῦν εἶναι λευκόν, καὶ ἀδύνατον νῦν μὴ εἶναι λευκόν, ἐφ’ οὗ ἀληθὲς εἰπεῖν νῦν ὅτι ἔστι λευκόν· δῆλον γὰρ ὅτι καὶ τούτων ἕκαστον, τό τε ἀνάγκη εἶναι καὶ ἀδύνατον μὴ εἶναι, ἕν τι σημαίνει. τὴν δὲ δεῖξίν φησι τὴν ἀρχὴν ἔχειν ἀπὸ τοῦ εἰλῆφθαι ἄλλο σημαίνειν τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ μὴ ἀνθρώπῳ εἶναι, ὃ ἦν ἀναγκαῖον ὁμολογεῖν τῷ τήν τε ἀντίφασιν συναληθεύειν λέγοντι καὶ σῴζειν βουλομένῳ τὸ διαλέγεσθαι.2 πῶς δὲ ἕτερον, δείκνυσι παραθέμενος τὸ λευκόν. ὡς γὰρ ὁ λέγων λευκὸν εἶναι τοῦ λέγοντος ἄνθρωπον εἶναι διάφορόν τι σημαίνει· ὁ μὲν γὰρ λευκὸν εἶναι λέγων διάφορον μὲν καὶ ἄλλο τι λέγει τοῦ ἄνθρωπον λέγοντος εἶναι, οὐ μὴν καὶ ἀντικείμενον αὐτῷ· ὁ δὲ μὴ εἶναι ἄνθρωπον λέγων πρὸς τῷ μὴ εἶναι ἄνθρωπον λέγειν τι καὶ ἀντικείμενον λέγει τῷ λέγοντι ἄνθρωπον εἶναι· ὥστε εἰ τὸ ἧττον τοῦ ἀνθρώπου διαφέρον μὴ ἀληθεύεται κατ’ αὐτοῦ, οὐδ’ ἂν τὸ μᾶλλον αὐτοῦ διαφέρον ἀληθεύοιτο.3 εἰ δέ τις λέγοι καὶ τὸ λευκὸν εἶναι τῷ ἀνθρώπῳ εἶναι ταὐτὸν σημαίνειν τῷ δύνασθαι κατὰ τοῦ αὐτοῦ ἄμφω κατηγορεῖσθαι, ἐροῦμεν πάλιν τὸ αὐτὸ ὃ καὶ πρότερον, ὅτι οὕτως ἓν πάντα ἔσται πολλὰ ὀνόματα ἔχον, οὐ μόνον τὰ ἀντικείμενα, εἰ γε ἐστι τὰ ἑνὸς κατηγορούμενα καὶ μὴ τῷ μίαν σημαίνειν φύσιν τὸ ἓν ὁρίζονται. εἰ δὲ μὴ ἐνδέχεται πάντα τὰ σημαινόμενα ὑπὸ τῶν καθ’ ἑνός τινος κατηγορουμένων τὰ αὐτὰ εἶναι, οὐδ’ ἂν τὰ σημαίνοντα αὐτὰ τὰ αὐτὰ εἴη, ἀλλ’ ἕκαστον τῶν διαφερόντων ὑπὸ τοῦ διαφέροντος ἂν σημαίνοιτο. εἰ δὲ τοῦτο, τὸ δεδειγμένον ἀνάγκη συμπεραίνεσθαι, τὸ μὴ οἷόν τε ἅμα τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, ἂν μόνον ἀποκρίνεσθαι πρὸς τὰ ἠρωτημένα ὁ προσδιαλεγόμενος βούληται.

“同样的论证也适用于‘不是人’。” 在证明了对于“是人”为其真的事物而言,关于它“不是人”同时为真也是不可能的之后,他说,运用同一论证,反过来也可以证明,对于“不是人”为其真的事物而言,“是人”不可能为真。因为对于“不是人”为其真的事物而言,这事物必然不是两足陆生动物。但是,凡必然不是的事物,当时就不可能是;而凡不可能为两足陆生动物的事物,关于这事物说它是两足陆生动物就不是真的。因此,对于“不是人”为其真的事物而言,关于它当时“是人”为真乃是不可能的。并且,“不是人”是否定,而“是人”是肯定;因此,肯定与这同一个事物的否定关于同一事物同时为真乃是不可能的。而这一论证在设定了“是”与“不是”表明不同事物的前提下证明了:对于现在说它是白色为真的事物而言,它现在必然是白色的,并且对于现在说它是白色为真的事物而言,它现在不可能不是白色的;因为显然,这之中的每一者,即“必然是”与“不可能不是”,也都表明单一的事物。并且他说,论证的出发点在于假定了“人的存在”与“非人的存在”表明不同的事物,这是主张矛盾双方同时为真且又意欲保留论辩对话的人所必然承认的。至于它们如何不同,他通过并置“白色”来予以说明。因为正如断言“是白色”的人所表明的与断言“是人”的人有所不同——因为断言“是白色”的人所说的虽然与断言“是人”的人不同且是另一回事,但绝不是与其对立的事物;而断言“不是人”的人,除了说某物不是人之外,还说了与断言“是人”的人相对立的内容——因而,如果与人差异较小的事物关于它不为真,那么与它差异更大的事物也不会为真。但是,如果有人主张,由于两者能够被述谓于同一事物,“是白色”与“是人”也就表明同一事物,我们将再次陈述先前的同一说法:如此一来,只要述谓于一者的诸项[是同一的]且“一”不由表明单一本性来规定,那么万物都将成为具有许多名称的一,而不仅仅是对立的事物。但是,如果在单一事物上被述谓的诸项所表明的一切内容不可能都是同一的,那么表明它们的名称也不会是同一的,而是彼此相异的每一项都将由相异的名称来表明。如果这是这样,那么只要对话者愿意对所提的问题作出回答,被证明的结论——即同一事物不可能同时既是又不是——就必然被推论出来。

语法注3 条
  1. 4.37μὴ δυνάμενον ἀληθὲς εἶναι τὸ εἶναι ἄνθρωπον

    此结构充当 ἔνεστι δεικνύναι(“能够证明……”)的宾语补足结构。中性宾格补充分词 μὴ δυνάμενον 与充当 δεικνύναι 宾语的带冠词不定式短语 τὸ εἶναι ἄνθρωπον(“是人”)性数格一致,并支配补充不定式 ἀληθὲς εἶναι。

  2. 4.37τῷ τήν τε ἀντίφασιν συναληθεύειν λέγοντι καὶ σῴζειν βουλομένῳ τὸ διαλέγεσθαι

    该与格结构由非人称句式 ἀναγκαῖον ἦν ὁμολογεῖν(“……必然承认”)所支配。两个现在分词 λέγοντι 与 βουλομένῳ 由 καί 连接,指代那位既主张矛盾共真、又意欲保持辩证对话的对话对手。

  3. 4.37ὥστε εἰ τὸ ἧττον τοῦ ἀνθρώπου διαφέρον μὴ ἀληθεύεται κατ’ αὐτοῦ, οὐδ’ ἂν τὸ μᾶλλον αὐτοῦ διαφέρον ἀληθεύοιτο.

    此结果从句通过由小及大(a minori ad maius)的论证方式展开。在比较句式中,前件的主语是 τὸ ἧττον... διαφέρον(“差异较小者”,即“白”),后件的主语则是 τὸ μᾶλλον αὐτοῦ διαφέρον(“差异更大者”,即对立项“非人”),以此证明矛盾者更不可能为真。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:283.1-283.36