← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§282.1-282.36

基于本质定义之必然性对矛盾律的论证

基于亚里士多德在1006b28提出的命题(若说某物是人是真的,则其必然是两足动物),亚历山大从定义的单义性与必然性的含义出发,演绎推导了矛盾律(肯定与否定不能同时为真)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.36

" Ἀνάγκη τοίνυν, εἴ τι ἔστιν ἀληθὲς εἰπεῖν ὅτι ἄνθρωπος, ζῷον εἶναι δίπουν· τοῦτο γὰρ ἦν ὃ ἐσήμαινεν ὁ ἄνθρωπος." Λαβὼν διὰ τῶν πρὸ τούτων καὶ δείξας ὅτι ἕκαστον ὄνομά ἐστιν ἑνός τινος δηλωτικόν, καὶ ὅτι ἄλλου μὲν τὸ ἔστιν ἄνθρωπός ἐστι σημαντικόν, ἄλλου δὲ τὸ οὐκ ἔστιν ἄνθρωπος, διαφέροντα ὄντα, καὶ ὅτι ἄλλο μὲν ἡ κατάφασις ἄλλο δὲ ἡ ἀπόφασις, νῦν συμπεραίνεται διὰ τῶν δεδειγμένων τὸ προκείμενον· τοῦτο δὲ ἦν τὸ δεῖξαι ὅτι μὴ οἷόν τέ ἐστιν ἐπὶ τοῦ αὐτοῦ τὴν ἀντίφασιν ἀληθεύεσθαι. εἰ γὰρ ὁ ἄνθρωπος τὸ ὄνομα φύσεως μιᾶς ἐστι σημαντικόν, αὕτη δέ ἐστι τὸ ζῷον πεζὸν δίπουν, ἀνάγκη ἀληθοῦς ὄντος τοῦ λόγου τοῦ ἔστιν ἄνθρωπος (τοῦτο γάρ ἐστι τὸ εἰρημένον διὰ τοῦ εἴ τι ἔστιν ἀληθὲς εἰπεῖν ὅτι ἄνθρωπος) εἶναι τὸ σημαινόμενον ὑπ’ αὐτοῦ τὸ ζῷον πεζὸν δίπουν·1 ὃ δὲ ἀνάγκη εἶναι ζῷον πεζὸν δίπουν, τοῦτο οὐκ ἐνδέχεται μὴ εἶναι ταὐτὸ τοῦτο· τὸ γὰρ ἀνάγκη εἶναι σημαντικόν ἐστι τοῦ ἀδύνατον μὴ εἶναι. ἀλλὰ μὴν ὃ ἀδύνατον μὴ εἶναι, τοῦτο οὐκ ἀληθές ἐστιν εἰπεῖν μὴ εἶναι τότε. καθ’ οὗ ἄρα ἀληθές ἐστιν εἰπεῖν καὶ ὅτε τὸ ἔστιν ἄνθρωπος, κατ’ ἐκείνου τότε ἀδύνατόν ἐστιν ἀληθὲς εἶναι τὸ μὴ εἶναι ἄνθρωπον. ὡς δὲ ἐπὶ τούτου, καὶ ἐπὶ πάντων ὁμοίως ἔχει. εἰ δὲ τοῦτο, ἀδύνατον, ἐφ’ οὗ ἀληθὴς ἡ τινὸς κατάφασις, ἐπὶ τούτου ἀληθῆ εἶναι τότε τὴν αὐτοῦ τούτου ἀπόφασιν. ὁ δὲ πᾶς λόγος τοιοῦτος ἂν εἴη. εἰ τὸ ἄνθρωπος ὄνομα ἄλλου σημαντικόν ἐστι καὶ τὸ οὐκ ἄνθρωπος ἄλλου, καὶ μή ἐστι πολυώνυμα, καὶ ἔστι τὸ μὲν ἄνθρωπος σημαῖνον ζῷον πεζὸν δίπουν, εἴη ἂν καὶ ὁ λόγος ὁ λέγων εἶναι ἄνθρωπον ἄλλο σημαίνων καὶ ἄλλο ὁ λέγων μὴ εἶναι ἄνθρωπον (οὐδὲν γὰρ νῦν διαφέρει),2 καὶ ἔσται ὁ μὲν εἶναι ἄνθρωπον λέγων σημαίνων εἶναι ζῷον πεζὸν δίπουν, ὁ δὲ μὴ εἶναι ἄνθρωπον, μὴ εἶναι ζῷον πεζὸν δίπουν. εἰ δὲ ταῦτα σημαίνεται ὑπ’ αὐτῶν, καθ’ οὗ ἀληθής ἐστιν ὁ λέγων λόγος εἶναι ἄνθρωπον, ἀνάγκη τοῦτο εἶναι ζῷον πεζὸν δίπουν. μὴ γὰρ ὄντος οὐχ οἷόν τε ἀληθῆ εἶναι τὸν σημαίνοντα αὐτὸ λόγον. ἀλλὰ μὴν ὃ ἀνάγκη εἶναι ζῷον πεζὸν δίπουν, τοῦτο ἀδύνατον μὴ εἶναι τότε ζῷον πεζὸν δίπουν. τοῦτο γὰρ σημαίνει τὸ ἀνάγκη εἶναι. εἰ δὲ ἀδύνατον αὐτὸ μὴ εἶναι ζῷον πεζὸν δίπουν, ἀδύνατον αὐτὸ μὴ ἄνθρωπον εἶναι. ὃ δὲ ἀδύνατον εἶναι μὴ ἄνθρωπον, τοῦτο οὐδὲ ἀληθεύσει τις λέγων εἶναι μὴ ἄνθρωπον. ἀδύνατον ἄρα ἀληθεύοντος τοῦ ἔστιν ἄνθρωπος, ἀληθὲς εἶναι τὸ ἔστιν οὐκ ἄνθρωπος ἢ τὸ οὐκ ἔστιν ἄνθρωπος· καὶ γὰρ τοῦτο ἀληθὲς ἐπὶ μὴ ὄντος ἀνθρώπου. ὥστε ἀδύνατον ἀληθοῦς οὔσης τῆς καταφάσεως ἀληθῆ τὴν ἀπόφασιν εἶναι τὴν ἀντιφατικῶς ἀντικειμένην αὐτῇ.

“因此,如果关于任何事物说它是人是真的,那么它必然是两足动物;因为这就是‘人’所表明的。” 在通过前文假定并证明了每个名称指示某一单一事物,且由于彼此不同,“是人”表明一件事物,“不是人”表明另一件事物,以及肯定是一回事而否定是另一回事之后,他现在通过已证明的诸点推论出摆在前面的论题;而这个论题就是要证明矛盾双方不可能同时关于同一事物为真。因为,如果“人”这个名称表明单一的本性,而这本性就是两足陆生动物,那么在“是人”这句言辞为真时(因为这就是通过“如果关于任何事物说它是人是真的”所说的话),由它所表明的内容即两足陆生动物的存在便是必然的;然而,必然是两足陆生动物的事物,不可能不是这同一个事物;因为“必然是”表明“不可能不是”。但是,凡不可能不是的事物,在当时说它不是就绝非是真的。因此,对于在其上能够为真地说出“是人”的事物,且在那时,关于该事物而言当时“不是人”为真乃是不可能的。正如在这种情况中一样,在所有情况中亦是如此。如果是这样,那么在某事物的肯定为其真的事物上,这同一事物的否定在当时为真乃是不可能的。而整个论证将是如下这样:如果“人”这一名称表明一件事物,而“非人”表明另一件事物,且它们并非多名同义词,并且“人”表明两足陆生动物,那么断言是人的言辞与断言不是人的言辞也必将表明不同的事物(因为现在这没有任何区别),且断言是人的言辞将表明是两足陆生动物,断言不是人的言辞将表明不是两足陆生动物。如果这些事物是由它们所表明的,那么在断言是人的言辞为其真的事物上,这事物必然是两足陆生动物;因为如果它不是,表明它的言辞便不可能为真。但是,必然是两足陆生动物的事物,当时不可能不是两足陆生动物;因为“必然是”就是表明这一点。而如果它不可能不是两足陆生动物,它就不可能是非人。但是对于不可能为非人的事物,说它是非人的人绝不会说出真话。因此,在“是人”为真时,“是非人”或“不是人”为真乃是不可能的;因为后者也是在不是人的事物上为真的。因而,在肯定为真时,与其矛盾对立的否定为真乃是不可能的。

语法注2 条
  1. 4.36ἀνάγκη ἀληθοῦς ὄντος τοῦ λόγου τοῦ ἔστιν ἄνθρωπος (τοῦτο γάρ ἐστι τὸ εἰρημένον διὰ τοῦ εἴ τι ἔστιν ἀληθὲς εἰπεῖν ὅτι ἄνθρωπος) εἶναι τὸ σημαινόμενον ὑπ’ αὐτοῦ τὸ ζῷον πεζὸν δίπουν

    不定式 εἶναι 充当非人称短语 ἀνάγκη [ἐστίν] 的主语,宾格短语 τὸ σημαινόμενον ὑπ’ αὐτοῦ 为其逻辑主语,同位语 τὸ ζῷον πεζὸν δίπουν 为表语。中间插入的属格绝对结构 ἀληθοῦς ὄντος τοῦ λόγου τοῦ ἔστιν ἄνθρωπος 起条件状语作用,转述并阐释了引文中条件的含义(εἴ τι ἔστιν...)。

  2. 4.36οὐδὲν γὰρ νῦν διαφέρει

    插入句。说明无论将否定表述为不定式结构(μὴ εἶναι ἄνθρωπον)还是定式动词命题(οὐκ ἔστιν ἄνθρωπος),或者是不定名词的肯定还是命题否定,这种句法形式上的差异对当前矛盾律的推导论证而言并无影响。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:282.1-282.36