- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:280.33-281.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明亚里士多德关于言辞约定(将人称为“非人”)的举例意在多名同义性,强调探究的实质在于形式与其否定的本性矛盾对立而非单纯的名称差异,并分析了“作为人的存在”荒谬地等同于“作为非人的存在”这一推论的上下文衔接。
ὅτι γὰρ τὸ καθ’ ὁμωνυμίαν τὸ κατὰ πολυωνυμίαν λέγει, νῦν ἐδήλωσε δι’ ὧν ἐπήνεγκεν εἰπὼν ὥσπερ εἰ ὃν ἡμεῖς ἄνθρωπον καλοῦμεν, ἄλλοι μὴ ἄνθρωπον καλοῖεν. γίνεται γὰρ οὕτως οὐχ ἡ ἀναίρεσις τοῦ ἀνθρώπου καὶ ἀπόφασις ὑπὸ τοῦ μὴ ἀνθρώπου ὀνόματος σημαινομένη, ἀλλὰ τοῦτο ὃ καὶ ἄνθρωπος ἐσήμαινεν. οὐκ ἦν δὲ τοῦτο ἡμῖν τὸ ζητούμενον, πότερον δύναται τῷ αὐτῷ πράγματι καὶ ἄνθρωπος ὄνομα καὶ μὴ ἄνθρωπος τεθῆναι, ὡς εἶναι1 τὴν διαφορὰν αὐτῶν κατὰ τὴν λέξιν μόνην, μηκέτι δὲ καὶ κατὰ τὸ σημαινόμενον, ἀλλ’ εἰ ὄντων τῶν σημαινομένων ὑφ’ ἑκατέρου διαφερόντων, καὶ τοῦ μὲν ἀνθρώπου τὸ τοιοῦτον σημαίνοντος εἶδος οὗ λόγος ζῷον πεζὸν δίπουν, τοῦ δὲ οὐκ ἀνθρώπου τὴν ἀναίρεσιν τοῦ τοιούτου εἴδους, οἷόν τε ἅμα ταῦτα καὶ κατὰ τοῦ αὐτοῦ κατηγορεῖσθαι οὕτως ὡς εἶναι ταὐτὸν τὸ εἶναί τε τὴν τοιαύτην οὐσίαν καὶ μὴ εἶναι· τοῦ τοιούτου γὰρ δηλωτικὴ ἡ ἀντιφατικὴ ἀντίθεσις, οὐκ ἀντιφατικὴ δὲ ἡ ἀντίθεσις ἡ κατὰ συμβεβηκός. ὁ γὰρ καθ’ οὗ ἄνθρωπος δείξας ἀληθευόμενον καὶ τὸ οὐκ ἄνθρωπος, οὐ κατὰ τὸ σημαινόμενον ὑπὸ τοῦ ἀνθρώπου ἔδειξε καὶ τὸ οὐκ ἄνθρωπος ἀληθευόμενον κατ’ αὐτοῦ, ἀλλ’ ὅτι καὶ ἄλλο τι τῷ αὐτῷ συμβεβήκει, ἐφ’ οὗ τὸ οὐκ ἄνθρωπος ἀληθεύει. εἰ οὖν ἕτερον σημαίνει τό τε ἄνθρωπος καὶ τὸ μὴ ἄνθρωπος, ὡς δέδεικται, καὶ μή ἐστι τοῦ αὐτοῦ πλείω ὄντα ταῦτα [τὰ] ὀνόματα, δῆλον ὅτι καὶ οἱ λόγοι ὅ τε λέγων εἶναι ἄνθρωπον καὶ ὁ λέγων μὴ εἶναι ἄνθρωπον ἄλλο τι σημαίνει, καὶ οὐκέτι ταὐτὸν τὸ εἶναι ἀνθρώπῳ καὶ μὴ εἶναι ἀνθρώπῳ. δείξας δὲ ὅτι ἄλλο τὸ εἶναι ἀνθρώπῳ καὶ τὸ μὴ εἶναι ἀνθρώπῳ τῷ ἄλλο τὸν οὐκ ἄνθρωπον σημαίνειν τοῦ ἀνθρώπου, ἐπιφέρει ὥστε ἔσται τὸ ἀνθρώπῳ εἶναι μὴ ἀνθρώπῳ εἶναι· ἓν γὰρ ἔσται, ὃ ἀσαφῶς μὲν εἴρηται, ἴσον δὲ ἂν εἴη τῷ εἰ γάρ τις λέγοι ἓν σημαίνοντος τοῦ ἀνθρώπου ἀληθὲς ἐπ’ αὐτοῦ τό τε εἶναι ἄνθρωπον καὶ τὸ μὴ εἶναι ἄνθρωπον, ταὐτὰ σημαίνειν αὐτὰ ἐρεῖ καὶ ἑνὸς ἔσται ἀμφότερα δηλωτικά, ὡς τὰ πολυώνυμα, ὡς λώπιον καὶ ἱμάτιον. ἀλλ’ εἰ ἓν ἡ κατάφασις καὶ ἀπόφασις, ἓν ἔσται σημαίνοντα καὶ τὸ ἄνθρωπος καὶ τὸ οὐκ ἄνθρωπος, καὶ τὸ αὐτὸ ἔσται τὸ εἶναι ἀνθρώπῳ καὶ τὸ μὴ εἶναι ἀνθρώπῳ. ἀλλὰ κεῖται καὶ δέδεικται ὅτι ἕτερον σημαίνει ἑκάτερον αὐτῶν τῷ ἕκαστον τῶν σημαινόντων ἴδιόν τι σημαίνειν. δύναται διὰ μέσου εἰπὼν τὸ εἰ δὲ μὴ σημαίνει ἕτερον τὸ ἄνθρωπος καὶ τὸ μὴ ἄνθρωπος, δῆλον ὅτι καὶ τὸ μὴ ἀνθρώπῳ τοῦ εἶναι ἀνθρώπῳ, ταῦτα εἰπὼν διὰ μέσου, τὸ ὥστε ἔσται τὸ ἀνθρώπῳ [τε] εἶναι καὶ τὰ ἐπὶ τούτῳ λέγειν ὡς συνάπτων αὐτὰ τοῖς εἰρημένοις2 τοῖς τὸ δὲ ἀπορούμενον οὐ τοῦτό ἐστιν, εἰ ἐνδέχεται τὸ αὐτὸ ἅμα εἶναι καὶ μὴ εἶναι ἄνθρωπον τὸ ὄνομα, ἀλλὰ τὸ πρᾶγμα· τούτοις γὰρ ἀκολουθεῖν δοκεῖ τὸ ὥστε ἔσται τὸ ἀνθρώπῳ εἶναι· ἢ καὶ τῷ ἔτι πρὸ τούτου εἰρημένῳ τῷ ὥσπερ ἂν εἰ ὃν ἡμεῖς ἄνθρωπον καλοῦμεν, ἄλλοι μὴ ἄνθρωπον καλοῖεν. δείξας δὲ ταῦτα ἐπιφέρει τοῖς δεδειγμένοις
因为他所谓“按同音异义”意指“按多名同义”,他现在通过其后补充的话表明了这一点,他说“正如如果我们称之为人的东西,其他人却称之为非人”。因为这样产生的并不是由“非人”这一名称所表明的对人的消除与否定,而是“人”也表明的这一事物。然而我们所探寻的并不是这一点,即对于同一事物是否既能赋予“人”这个名称,又能赋予“非人”这个名称,从而使得它们的区别仅在于言辞上,而不再在于所表明的事物上;相反,我们探寻的是,在由每一方所表明的事物互不相同的情况下——当“人”表明这样一种其定义为两足陆生动物的相,而“非人”表明对这种相的消除时——这些谓词是否能够同时述说于同一事物,以至于作为这样的实体存在与不作为这样的实体存在成为同一的;因为矛盾对立指示着这样的情况,而偶性对立则不是矛盾的。事实上,那个指明在述说“人”为真的主体上“非人”也为真的人,并不是按照由“人”所表明的内容指明“非人”也在此主体上为真,而是因为某种别的事物附着于同一主体,针对该事物而言“非人”才是真的。因此,如果正如所证明的那样,“人”与“非人”表明不同的事物,且这些多个名称并非同一事物的[名称],那么显而易见,断言它是人的言辞与断言它不是人的言辞也表明不同的事物,并且“作为人的存在”与“作为非人的存在”便不再是同一的了。在通过“非人”表明与“人”不同的事物而指明“作为人的存在”与“作为非人的存在”互不相同之后,他补充道:“因此作为人的存在将是作为非人的存在;因为它们将是一”——这句话虽然表达得不够清晰,但等于说:如果有人断言,在“人”表明单一事物的前提下,关于它而言“是人”与“不是人”两者皆为真,那么他就是在断言它们表明同一事物,并且两者都将像多名同义词那样指示单一事物,正如斗篷与长袍那样。但是,如果肯定与否定是一,那么“人”与“非人”也将表明单一事物,且“作为人的存在”与“作为非人的存在”也将是同一的。然而,由于表明者各自表明某种专有的事物,它们各自表明不同的事物,这一点已作为前提并被证明了。我们可以认为,他在中途插话说“但如果‘人’与‘非人’不表明不同的事物,显然作为非人的存在也不[不同于]作为人的存在”,在插叙了这些话之后,他是把“因此作为人的存在将是”及其后文作为与前文“但所探讨的疑难并不是这一点,即同一个事物是否可能在名称上同时既是人又不是人,而是在实际上[是否可能]”相衔接而说的;因为“因此作为人的存在将是”似乎紧随这些话之后;抑或是与在此之前说过的“正如如果我们称之为人的东西,其他人却称之为非人”相衔接。在指明了这些之后,他又在已证明的事物上继续补充。
- 4.35οὐκ ἦν δὲ τοῦτο ἡμῖν τὸ ζητούμενον, πότερον δύναται τῷ αὐτῷ πράγματι καὶ ἄνθρωπος ὄνομα καὶ μὴ ἄνθρωπος τεθῆναι, ὡς εἶναι τὴν διαφορὰν αὐτῶν κατὰ τὴν λέξιν μόνην, μηκέτι δὲ καὶ κατὰ τὸ σημαινόμενον, ἀλλ’ εἰ ὄντων τῶν σημαινομένων ὑφ’ ἑκατέρου διαφερόντων, καὶ τοῦ μὲν ἀνθρώπου τὸ τοιοῦτον σημαίνοντος εἶδος οὗ λόγος ζῷον πεζὸν δίπουν, τοῦ δὲ οὐκ ἀνθρώπου τὴν ἀναίρεσιν τοῦ τοιούτου εἴδους, οἷόν τε ἅμα ταῦτα καὶ κατὰ τοῦ αὐτοῦ κατηγορεῖσθαι οὕτως ὡς εἶναι ταὐτὸν τὸ εἶναί τε τὴν τοιαύτην οὐσίαν καὶ μὴ εἶναι
该句的基本句式为对比结构 οὐκ ἦν τοῦτο τὸ ζητούμενον, πότερον ... ἀλλ’ εἰ ... οἷόν τε [ἐστί](所探究的不是……,而是在……情况下是否可能……)。在后半部分的 ἀλλ’ εἰ 从句中,首先插入了独立属格结构 ὄντων τῶν σημαινομένων ... διαφερόντων 及其并列的两个具体化独立属格(τοῦ μὲν ἀνθρώπου ... σημαίνοντος 与 τοῦ δὲ οὐκ ἀνθρώπου [σημαίνοντος] ...)作为条件假设,随后由无人称谓语 οἷόν τε ἅμα ταῦτα ... κατηγορεῖσθαι 构成该从句的主干推论。
- 4.35δύναται διὰ μέσου εἰπὼν τὸ εἰ δὲ μὴ σημαίνει ἕτερον τὸ ἄνθρωπος καὶ τὸ μὴ ἄνθρωπος, δῆλον ὅτι καὶ τὸ μὴ ἀνθρώπῳ τοῦ εἶναι ἀνθρώπῳ, ταῦτα εἰπὼν διὰ μέσου, τὸ ὥστε ἔσται τὸ ἀνθρώπῳ [τε] εἶναι καὶ τὰ ἐπὶ τούτῳ λέγειν ὡς συνάπτων αὐτὰ τοῖς εἰρημένοις
主节的主干为 δύναται ... λέγειν(他可以被理解为是在说……),未明言的主语指亚里士多德。分词 εἰπών 表明其作了插入陈述(διὰ μέσου),并通过 ταῦτα εἰπὼν διὰ μέσου 进行了复述与强调。不定词 λέγειν 的宾语是引述语句 τὸ ὥστε ἔσται τὸ ἀνθρώπῳ [τε] εἶναι καὶ τὰ ἐπὶ τούτῳ,而分词 ὡς συνάπτων 则表达了解释性的意图(“将其衔接于……”)。
