← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§279.15-280.33

表明单一本性与述说于单一主体的区别

亚历山大阐明了亚里士多德在1006b11–14中确立的前提(名称表明单一本性),并通过偶性和多名同义的分析,深入辨析了“述说于一个主体”与“表明单一本质”之间的根本区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.34

" ἔσται δή, ὥσπερ ἐλέχθη κατ’ ἀρχάς, σημαῖνόν τι τὸ ὄνομα καὶ σημαῖνον ἕν." Οἷς ἔλαβε, τούτοις χρῆται. ἔλαβε δὲ πρῶτον μὲν ὅτι σημαίνει τι τὸ ὄνομα, δεύτερον δὲ ὅτι ἕν, ὃ καὶ ἔδειξε διὰ τοῦ δεῖξαι ὅτι κἂν πλείω σημαίνῃ τὸ αὐτὸ ὄνομα, ὡρισμένα δέ, οἷόν τε καὶ ἴδιον ἑκάστῳ τῶν πλειόνων ὄνομα θέσθαι, ὃ οὐκέτι αὐτῷ πρὸς ἄλλην τινὰ φύσιν κοινὸν ἔσται. τούτοις δὴ χρῆται, καὶ τίθησι τὸν ἄνθρωπον τὸ ὄνομα σημαίνειν τι καὶ ἓν σημαίνειν. εἰ οὖν ὁ ἄνθρωπος ἕν τι σημαίνει, καὶ ἔστι τοῦτο τὸ ζῷον πεζὸν δίπουν, οὐκ ἔσται καὶ τὸ μὴ ἀνθρώπῳ εἶναι σημαίνων ὁ ἄνθρωπος,1 εἴ γε τὸ ἀνθρώπῳ εἶναι ἄλλο καὶ ἄλλο τὸ μὴ ἀνθρώπῳ, ἑνὸς δὲ ὁ ἄνθρωπος δηλωτικόν· οὔτε γὰρ ταὐτὸν ὁ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, οὔτε τοῦ αὐτοῦ δηλωτικόν, οὔτε οἷόν τε τὸ ἓν ἕν τε εἶναι καὶ μὴ εἶναι.

“因此,正如起初所说,名称将是表明某物且表明单一者的。” 他使用了他所确立的论据。他首先确立了名称表明某物,其次确立了它表明单一者——这也是他通过指明即便同一个名称表明多个但确定的事物,人们也能够为这多个事物中的每一个指派一个专有名称而证明了的,而该名称对于它而言就不再与任何其他本性相公用了。于是他使用了这些论据,并设定“人”这一名称表明某物且表明单一者。因此,如果“人”表明某一件事物,而这就是两足陆生动物,那么只要“作为人的存在”是一回事,而“作为非人的存在”是另一回事,且“人”指示单一者,“人”就不可能同时表明“作为非人的存在”;因为“人”与“非人”既不是同一事物,也不是对同一事物的指示,而且单一者也不可能既是一又不是一。

§4.35#1

"Εἰ τὸ ἄνθρωπος σημαίνει μὴ μόνον καθ’ ἑνὸς ἀλλὰ καὶ ἕν." Εἰπὼν οὐ δὴ ἐνδέχεται τὸ ἀνθρώπῳ εἶναι σημαίνειν ὅπερ μὴ εἶναι ἀνθρώπῳ προσέθηκε τὸ εἰ τὸ ἄνθρωπος σημαίνει μὴ μόνον καθ’ ἑνὸς ἀλλὰ καὶ ἕν· οὐ γὰρ τοῦτο ἀξιοῦμεν τὸ ἓν σημαίνειν τὸ καθ’ ἑνός.2 πῶς τὸ ἓν σημαίνειν ἀκούειν χρή, διδάσκει ἡμᾶς· ὁ γὰρ ἄνθρωπος ἓν τῷ φύσιν τινὰ μίαν σημαίνειν, οὐ τῷ καθ’ ἑνὸς λέγεσθαι. μίαν δὲ φύσιν σημαίνων οὐκ ἂν ἅμα καὶ ἄλλην τινὰ σημαίνοι. ὅτι δὲ τὸ καθ’ ἑνὸς λεγόμενον οὐ πᾶν ἕν, δείκνυσι· καθ’ ἑνὸς γὰρ καὶ τὸ ἄνθρωπος καὶ τὸ λευκὸν καὶ τὸ μουσικὸν δύναται κατηγορεῖσθαι ἀληθῶς, ἀλλ’ οὐ διὰ τοῦτο καὶ ἓν ταῦτα. ἦλθε δὲ ἐπὶ τὸ δεικνύναι τοῦτο διὰ τὸ δοκεῖν δύνασθαι καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ καθ’ οὗ ὁ ἄνθρωπος, οἷον κατὰ Σωκράτους, κατὰ τούτου καὶ τὸ διαλέγεσθαι· τὸ δὲ διαλέγεσθαι οὐκ ἄνθρωπος. εἴη γὰρ ἂν καθ’ οὗ ὁ ἄνθρωπος, καὶ οὐκ ἄνθρωπος κατηγορούμενος κατὰ συμβεβηκός· ἀλλ’ οὐ διὰ τοῦτο ἤδη καὶ ταὐτόν ἐστι τό τε ὑπὸ τοῦ ἀνθρώπου καὶ τοῦ οὐκ ἀνθρώπου σημαινόμενον. οὐ γὰρ τούτῳ ὥρισται τὸ ἓν σημαίνειν τῷ καθ’ ἑνὸς κατηγορεῖσθαι. ὅτι γὰρ μὴ τὰ κατὰ τοῦ αὐτοῦ κατηγορούμενα ἤδη καὶ ἓν σημαίνει, δι’ ὧνπερ παρέθετο ἔδειξε. καθ’ ἑνὸς γὰρ πλείω κατηγορεῖται διαφέροντα ἀλλήλων· τὰ γὰρ συμβεβηκότα τινί, ἕτερα ὄντα καὶ τούτου ᾧ συμβέβηκε καὶ ἀλλήλων, ὁμοίως κατηγορεῖται κατ’ ἐκείνου ἑνὸς ὄντος, ᾧ συμβέβηκεν, οὐ μὴν διὰ τοῦτο πάντα τὸ αὐτὸ καὶ ἓν σημαίνει. οὐ γὰρ ἐπεὶ καθ’ ἑνὸς τὸ μουσικὸν καὶ τὸ λευκὸν καὶ ὁ ἄνθρωπος κατηγορεῖται, ἤδη καὶ ταὐτόν ἐστι τὸ σημαινόμενον ὑπ’ αὐτῶν. εἰ γὰρ ταὐτὸν εἴη τὸ σημαινόμενον ὡς μὴ διαφέρειν τὸ καθ’ ἑνὸς κατηγορεῖσθαι τοῦ ἓν σημαίνειν, ἔσται συνώνυμα, τουτέστι πολυώνυμα, καθ’ ὧν πλείω κατηγορεῖται· τῷ γὰρ συνώνυμα νῦν ἀντὶ τοῦ πολυώνυμα χρῆται. οὕτω γὰρ ἔσται ταὐτὸν σημαίνοντα, ἂν ᾖ μόνον τῇ λέξει διαφέροντα τὰ πλείω ταῦτα ὀνόματα, μίαν δὲ φύσιν σημαίνοντα. ἔσται δὲ τοῦτο, ἂν ᾖ κείμενον ταὐτὸν εἶναι τὸ καθ’ ἑνὸς κατηγορεῖσθαι καὶ τὸ ἓν σημαίνειν. εἰ δὲ οὕτως, εἴη ἂν ἓν σημαίνοντα τὰ κατὰ τοῦ αὐτοῦ κατηγορούμενα ὡς σημαίνει καὶ τὰ πολυώνυμα. καὶ τὸ εἶναι καὶ μὴ εἶναι εἰ τῷ κατὰ τοῦ αὐτοῦ δύνασθαι κατηγορεῖσθαι λέγει τις αὐτὰ ἓν σημαίνειν, οὕτως ἂν τοῦ αὐτοῦ κατηγοροῖτο ὡς μίαν δηλοῦντα φύσιν, ὡς εἶναι τοῦ αὐτοῦ ἄμφω ὀνόματα ταὐτὸν δηλοῦντα, οὐ τὸ αὐτὸ ἔσται τε καὶ οὐκ ἔσται πρᾶγμα, ἀλλ’ ἔσται ὀνόματα τὸ αὐτὸ πλείω ἔχον· τὸ τε γὰρ εἶναι καὶ τὸ μὴ εἶναι ὀνόματα αὐτοῦ. οὐδὲν γὰρ κωλύει καὶ τοῦτο γίνεσθαι ὄνομα, ὄντων κατὰ συνθήκην τῶν ὀνομάτων. ὥστε καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι ταὐτὸν ἔσται δηλοῦντα, ὡς τὰ πολυώνυμα. πάλιν δὲ τὴν πολυωνυμίαν ὁμωνυμίαν εἶπε, πρότερον αὐτὴν εἰπὼν συνωνυμίαν.3

“如果‘人’不仅意味着述说于一个事物,而且意味着表明单一者。” 在说了“因此‘作为人的存在’不可能表明正是‘作为非人的存在’之物”之后,他补充道“如果‘人’不仅意味着述说于一个事物,而且意味着表明单一者”;因为我们并不认为“表明单一者”就是“述说于一个事物”。他教导我们应当如何理解“表明单一者”;因为“人”之所以是单一者,乃因表明某种单一的本性,而非因述说于一个事物。而表明某种单一本性的东西,不可能同时表明某种别的本性。他指明,并非一切述说于一个事物的东西都是单一的;因为“人”、“白”和“有乐感的”都能够真实地述说于同一个事物,但这并不意味着它们也是单一的。他之所以进而证明这一点,是因为似乎可能发生这样的情况:在述说“人”的同一个事物(例如苏格拉底)上,也可以述说“对话”;但对话并不是人。因为在述说“人”的主体上,也可以偶性地述说“非人”;但这绝不意味着由“人”所表明的事物和由“非人”所表明的事物由此就是同一的。因为“表明单一者”并不是由“述说于一个事物”来规定的。事实上,述说于同一事物的东西并不立刻就表明单一者,这是他通过所引用的例子表明了的。因为多个彼此不同的事物都可以述说于一个事物;因为某个事物的诸偶性,虽然既不同于它们所附着的事物,也彼此不同,却同样可以述说于它们所附着的那个单一主体,然而它们绝不因此就全都表明相同且单一的事物。因为并不能由于“有乐感的”、“白”和“人”述说于一个事物,由它们所表明的东西就立刻是同一的。因为如果所表明的东西是同一的,以至于述说于一个事物与表明单一者毫无区别,那么在其上陈述多个谓词的那些主体就将是同义的,即多名同义的(因为他现在用“同义”来代替“多名同义”)。因为只要这多个名称仅在言辞上有所区别而表明一种本性,它们就会以此方式表明同一事物。而如果设定述说于一个事物与表明单一者是同一的,这种情况就会发生。但如果是这样,述说于同一事物的东西就会像多名同义词所表明的那样表明单一者。而关于“存在”与“不存在”,如果有人因为它们能述说于同一事物而说它们表明单一者,那么它们就会作为指示某种单一本性而述说于同一事物,从而两者都是同一主体的指示同一事物的名称,并且同一件事物不会既存在又不存在,而是同一事物将拥有多个名称;因为“存在”与“不存在”都是它的名称。因为由于名称是约定俗成的,没有什么能阻止这也成为一个名称。因此,“存在”与“不存在”也就会像多名同义词一样指示同一事物。而他此前曾将多名同义性称为“同义性”,在此又再次将它称为“同音异义性”。

语法注3 条
  1. 4.34οὐκ ἔσται καὶ τὸ μὴ ἀνθρώπῳ εἶναι σημαίνων ὁ ἄνθρωπος

    ἔσται ... σημαίνων 是将来时的迂回结构,主语为 ὁ ἄνθρωπος(主格)。宾语为 τὸ μὴ ἀνθρώπῳ εἶναι(定冠词中性单数宾格+与格+不定词构成的表示本质的短语)。

  2. 4.35οὐ γὰρ τοῦτο ἀξιοῦμεν τὸ ἓν σημαίνειν τὸ καθ’ ἑνός

    带双宾格的动词 ἀξιοῦμεν(“认为/承认A为B”),其中主要宾格为 τὸ ἓν σημαίνειν,谓语性宾格为 τὸ καθ’ ἑνός(“述说于一个事物”)。τοῦτο 作为先行指示代词先期指引了谓语内容。

  3. 4.35πάλιν δὲ τὴν πολυωνυμίαν ὁμωνυμίαν εἶπε, πρότερον αὐτὴν εἰπὼν συνωνυμίαν

    连续两处出现双宾格结构(宾语+宾格补足语)。前一分句中 τὴν πολυωνυμίαν 为直接宾语,ὁμωνυμίαν 为补足语;分词分句中 αὐτήν(代指多名同义性)为宾语,συνωνυμίαν 为补足语,指出亚里士多德在非严格术语意义上使用这些词汇。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:279.15-280.33