← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§278.9-279.14

否定名称意义的无限性与思想及对话的成立

亚历山大基于亚里士多德的论证,阐明了为何名称所表明的意义即使为多,只要是确定的,思考与对话就仍能成立,而若是无限的,则思想、言辞与对话本身都将被取消,并进一步借助更具辩证法色彩的归谬法驳斥了名称所表意义无限的主张。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.33#3

μηδὲν δὲ σημαινόντων τῶν ὀνομάτων ἀναιρεῖται τὸ σημαίνειν ταῦτα· οὕτω δὲ ἀναιρεῖται πάλιν ὁ λόγος καὶ τὸ πρὸς ἄλλον διαλέγεσθαι. καθὸ μὲν γὰρ πλείω μὲν ἕκαστον ὄνομα σημαίνει, ὡρισμένα δέ, κατὰ τοῦτο δὴ οὐκ ἀνῃρεῖτο τὸ ἕν τι ὑπὸ τοῦ ὀνόματος σημαίνεσθαι. ἕκαστον γὰρ τῶν σημαινομένων ὑπὸ τοῦ ὀνόματος ἀριθμῷ ἓν ἦν, καὶ ἦσαν τοσαῦται ἑνάδες ὅσα τὰ σημαινόμενα· ὃ ἐπὶ τοῦ ἀπείρου οὐκέθ’ οἷόν τε τῷ μηδὲ ἀριθμὸν τῶν σημαινομένων εἶναι δύνασθαι.1 εἰπὼν δὲ τοῦτο προσέθηκε κατὰ δὲ τὴν ἀλήθειαν καὶ πρὸς αὑτόν, λέγων ἀνῃρῆσθαι καὶ ἐπ’ αὐτοῦ τὸ νοεῖν τι· οὐδὲ γὰρ νοεῖν ἐνδέχεται μὴ ἓν νοοῦντα. εἰ γὰρ εἴη οἷόν τε ἕν τι νοεῖν, οἷόν τε ἂν εἴη τῷ ἑνὶ τούτῳ νοήματι καὶ ὄνομά τι καὶ σημεῖον οἰκεῖον θέσθαι· οὕτω δ’ ἂν εἴη δυνατὸν τὸ ὑφ’ ἑκάστου ὀνόματος ἕν τι δηλοῦσθαι. δείξας δὲ πρῶτον ἀναιροῦντας λόγον τοὺς τῆσδε τῆς δόξης, ἔδειξεν ὅτι καὶ τὸ νοεῖν, ἐπιτείνων τὸ ἄτοπον. τί δήποτ’ οὖν, ἂν μὲν ᾖ πλείω τὰ σημαινόμενα ὑφ’ ἑκάστου, ὡρισμένα δέ, οὐκ ἀναιρεῖται λόγος, καίτοι μὴ ὄντος ἑνὸς τοῦ σημαινομένου, ἂν δὲ ἄπειρα, ἀναιρεῖται; ἢ πρῶτον μὲν ὅτι πᾶν τὸ ὡρισμένον καὶ περιληπτὸν ἕν πώς ἐστιν, ὥστε ἕν πως σημαίνει καὶ τὸ πλείω μὲν πεπερασμένα δὲ σημαῖνον. ἔστι δὲ αὐτὰ περιορίσαι καὶ τῶν μὴ σημαινομένων χωρίσαι καὶ εἰπεῖν ταῦτα εἶναι τὰ σημαινόμενα· ἐπὶ δὲ τῶν ἀπείρων ἀδύνατον τοῦτο. ἢ τὸ πλείω σημαίνειν, ὡρισμένα δέ, τῷ δύνασθαι πάντα τὰ σημαινόμενα ληφθέντα διακριθῆναί τε ἀπ’ ἀλλήλων καὶ ἰδίοις ὀνόμασιν ὁρισθῆναι, τούτῳ ἂν εἴη σημαίνοντά τι.2 εἰ δὲ ἕκαστον τῶν ὀνομάτων ἄπειρα εἴη σημαῖνον, οὐδὲν ἂν τῶν ὑπὸ τοῦ ὀνόματος σημαινομένων ἴδιον ὄνομα καὶ σημεῖον ἔχειν δύναιτο· οὕτω δὲ οὐδ’ ἂν τὰ τιθέμενα αὐτοῖς ὀνόματα εἴη τινὸς σημαντικά, οὐδὲν μᾶλλον δυνάμενα κατηγορεῖσθαι τούτων οἷς οὐ κεῖται ἢ τῶν οἷς ἐτέθη. ἔτι εἰ ἕκαστον τῶν ὀνομάτων ἄπειρα σημαίνει, ἕκαστον ἂν τῶν ὀνομάτων ταὐτὰ σημαίνοι. ἀλλ’ εἰ πάντα εἴη τῶν αὐτῶν σημαντικά, ἀναιρεῖται τὸ διαλέγεσθαι καὶ τὸ σημαίνειν. οὐδὲν γὰρ σημαίνει ἕν, κειμένου τοῦ πάντα ταὐτὰ ἀλλήλοις σημαίνειν· ἴσον γὰρ τῷ μηδὲν σημαίνειν τὸ πάντα ἕκαστον σημαίνειν λέγειν. ἔνεστι καὶ οὕτως ἐφοδεύσαντα δεῖξαι3 ὅτι μὴ ἄπειρα τὰ ὑφ’ ἑκάστου ὀνόματος δηλούμενα, διαλεκτικωτέρα δὲ ἡ δεῖξις. εἰ τὸ ἄνθρωπος ἄπειρα σημαίνει, ἤτοι καὶ τὸν οὐκ ἄνθρωπον ὁ ἄνθρωπος σημαίνει (ἐν γὰρ τοῖς ἀπείροις καὶ τοῦτο), ὥστε ἔσται ὁ ἄνθρωπον εἰπὼν καὶ μὴ ἄνθρωπον σεσημακώς· ἢ εἰ τοῦτο ἄτοπον, ἔσται τῶν ἀπείρων τι πλέον. τοῖς γὰρ ἀπείροις, ἃ ἐσήμανεν ὁ ἄνθρωπος, προστεθὲν τὸ οὐκ ἄνθρωπος πλείω αὐτὰ ποιήσει· οὕτω τε ἔσται καὶ τὰ ἄπειρα τινῶν ἐλάττω. ἔτι τὸ ἄπειρα ὄνομα ἤτοι σημαίνει καὶ τὸ οὐκ ἄπειρα, οὕτω δὲ οὐ μᾶλλον ἄπειρα σημαίνει ἕκαστον ὄνομα ἢ οὐκ ἄπειρα· ἢ εἰ μὴ σημαίνει καὶ τοῦτο, πρῶτον μὲν οὐκ ἔσται, ἐφ’ οὗ ἡ κατάφασις ἀληθής, ἐπὶ τούτου καὶ ἡ ἀπόφασις, πρὸς δὲ τούτῳ ἔσται τὸ σημαινόμενον ὑπὸ τοῦ οὐκ ἄπειρα ἔξω τῶν ἀπείρων· πλείω δὴ τὰ ἄπειρα σὺν τούτῳ ἢ αὐτὰ ἐφ’ ἑαυτῶν.

而当名称什么也不表明时,它们具有表明性这一事实本身就被取消了;言辞以及与他人对话也就以此方式再次被取消。因为只要每个名称表明的是多个但确定的事物,正因如此,由名称表明某一件事物这一事实并没有被取消。因为由名称所表明的每个事物在数目上都是一,且有多少个所表明的事物,就有多少个单一单元;这在无限的情况下不再可能,因为所表明的事物甚至根本不可能有一个数目。在说了这一点之后,他[亚里士多德]补充道“而且按真相说甚至对自己”,指出甚至在自己本身那里,思考任何事物也都被取消了;因为如果不思考一个事物,甚至根本就不可能进行思考。因为如果能够思考某一个事物,也就能够为这单一的思绪指派一个专有的名称和记号;以此方式,由每个名称指示某一个事物就将成为可能。在他首先指明持这一意见的人取消了言辞之后,他进一步加剧这种荒谬,指明他们也取消了思考。那么究竟为什么,如果每个名称所表明的事物是多个但确定的,尽管所表明的事物不是单一的,言辞却没有被取消,而如果是无限的,言辞就会被取消呢?首先,是否因为一切确定的、可被把握的事物在某种意义上都是一,从而表明多个但有限的事物的名称也在某种意义上表明了一?而且人们有可能限定它们,将它们与未被表明的事物分离开来,并说这些就是所表明的事物;但在无限的事物上这是不可能的。或者说,表明多个但确定的事物之所以是表明了某种事物,是因为所表明的一切事物在被把握之后,都能够彼此区分并由专有的名称来加以规定?但如果每个名称都表明无限的事物,那么由该名称所表明的事物中就没有任何一个能够拥有专有的名称和记号;以此方式,指派给它们的名称也将不再能表明任何事物,因为它们所述说于那些未被指派给它们的事物,并不比述说于那些被指派给它们的事物更甚。此外,如果每个名称都表明无限的事物,每个名称就会表明完全相同的事物。但如果所有名称都表明相同的事物,对话和表明就都被取消了。因为一旦设定所有名称彼此表明完全相同的事物,就没有任何东西表明一;因为说每个名称表明一切事物,就等于什么也不表明。通过这样推演来证明由每个名称所指示的事物不是无限的,也是可能的,但这种证明更加具有辩证法性质。如果“人”表明无限的事物,要么“人”也表明“非人”(因为在无限的事物中也包含这一点),从而说了“人”的人也就表明了“非人”;要么如果这是荒谬的,就会有某种多于无限事物的东西存在。因为将“非人”附加到由“人”所表明的无限事物上,会使它们变得更多;这样无限的事物就会比某些事物更少了。此外,“无限的事物”这一名称,要么也表明“非无限的事物”——以此方式,各个名称表明无限事物并不比表明非无限事物更甚——要么如果它不表明这一点,首先,就不会出现肯定命题为真的地方否定命题也为真;除此之外,由“非无限的事物”所表明的东西就将在无限的事物之外;于是无限的事物与此合在一起,就会比它们自身单独存在时更多。

语法注3 条
  1. 4.33τῷ μηδὲ ἀριθμὸν τῶν σημαινομένων εἶναι δύνασθαι

    带冠词不定式 τῷ ... δύνασθαι 作表示原因的与格。否定小词 μηδέ 起强调否定作用(“甚至不……”),修饰不定式的主格性宾格短语 ἀριθμὸν τῶν σημαινομένων(“所表明事物的数目”)。

  2. 4.33ἢ τὸ πλείω σημαίνειν, ὡρισμένα δέ ... τούτῳ ἂν εἴη σημαίνοντά τι

    连词 ἢ 承接前文提出的疑问 τί δήποτ’ οὖν...,在第一个解答(ἢ πρῶτον μὲν ὅτι...)之后引出另一种解释方案。在谓语 τούτῳ ἂν εἴη σημαίνοντά τι(“由此会成为有所表明的”)中,中性复数分词 σημαίνοντα 在语法上呼应了潜在的主语(即表明多个确定事物的“名称”ὀνόματα),或承接不定式短语的复数语义。

  3. 4.33ἔνεστι καὶ οὕτως ἐφοδεύσαντα δεῖξαι

    无人称动词 ἔνεστι(“可以/可能”)支配不定式 δεῖξαι;状语分词 ἐφοδεύσαντα 采用宾格,是因为不定式隐含了不特定的主语(如 τινά,“某人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:278.9-279.14