← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§277.5-278.9

表明单一本性与有限多义性

亚历山大解释道,“表明一件事物”是指表明某一特定的单一本性,而非数目上的单一。他进而论证,即使一个名称像同音异义词那样具有多个确定的意义,只要赋予其各自专有的名称即可归结为表明单一事物;而若允许无限且不定的意义,则会彻底摧毁有意义的言辞。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.33#2

ἐξηγήσατο δὲ πῶς εἶπε τὸ ἓν σημαίνειν, ἵνα μὴ ἓν κατὰ τὸν ἀριθμόν τις αὐτὸν ἡγῆται λέγειν, μηδὲ ἓν τὸ καθ’ ἑνὸς τῷ ἀριθμῷ λέγεσθαι, ὡς ἐρεῖ, ἀλλὰ μίαν τινὰ φύσιν.1 εἰ γὰρ ὁ ἄνθρωπος ζῷον δίπουν σημαίνει, καὶ τὸ ἀνθρώπῳ εἶναι ἐν τούτῳ ἔσται ἐν τῷ ζῴῳ δίποδι εἶναι. λαβὼν δέ, εἰ ἓν σημαίνοι ἕκαστον ὄνομα, ἓν ἔσεσθαι καὶ τὸ σημαινόμενον, διαφέρειν φησὶ μηδὲν πρὸς τὸν λόγον κἂν πλείω τις λέγῃ ὑφ’ ἑκάστου ὀνόματος σημαινόμενα, μόνον δὲ ὡρισμένα, ἐπεὶ ἔστι τινὰ ὁμώνυμα· ἐνέσται γὰρ ἑκάστῳ τῶν σημαινομένων ἴδιόν τι ὀνόματος σημεῖον θέσθαι, ὡς εἴωθε γίνεσθαι ἐν τῇ τῶν ὁμωνύμων διαιρέσει. εἰ γὰρ ἀόριστα καὶ ἄπειρα λέγει τις σημαίνεσθαι, δείξει τὸ ἑπόμενον ἄτοπον· ὁ γὰρ τοῦτο λαβὼν ἀναιρήσει τὸ σημαίνειν τι τὰ ὀνόματα καὶ ὅλως τὸν λόγον. εἰ γὰρ ἕκαστον τῶν ὀνομάτων μηδὲν μᾶλλον τοῦτο καθ’ ὧν κατηγορεῖται σημαίνειν λέγοιτο ἢ ἄλλο ὁτιοῦν καὶ τὸ τυχόν, οὐδὲν ἂν σημαίνειν λέγοιτο· τί γὰρ μᾶλλον τόδε τι ἢ τὸ τυχόν; καὶ τί μᾶλλον τόδε ὑπὸ τοῦδε ἢ τοῦ τυχόντος σημανθήσεται πάντων ἄπειρα σημαινόντων; εἰ δὴ πλείω μὲν ὡρισμένα δέ τις λέγοι σημαίνειν ἕκαστον ὄνομα, τῶν ὑπὸ τοῦ κοινοῦ ὀνόματος δηλουμένων ἴδιος ἑκάστου λόγος ἔσται· οἷον εἰ ὁ ἄνθρωπος λέγοιτο καὶ κατὰ τοῦ ζῴου καὶ κατὰ τῆς εἰκόνος, εἴη ἄν, ὅταν μὲν τὸ ὡς ζῷον σημαίνῃ ἄνθρωπος, ὁ λόγος τοῦ σημαινομένου ζῷον πεζὸν δίπουν, ὅταν δὲ τὸ ὡς εἰκόνα, μίμημα τῆς τοιαύτης οὐσίας. ὁμοίως δὲ κἂν ἄλλο τι σημαίνῃ, ἔσται κἀκείνου λόγος ἴδιος. ὥστε ὄντων ὡρισμένων τῶν πλειόνων τῶν ὑπὸ τοῦ αὐτοῦ σημαινομένων ὀνόματος, ὧν διάφοροι οἱ λόγοι, ἔσται ἑκάστου τῶν σημαινομένων ἴδιόν τι σημεῖον καὶ ἴδιόν τι ὄνομα θέσθαι, ὃ σημαντικὸν ἔσται ἑνὸς μόνου τῶν τοὺς διαφόρους λόγους ἐχόντων· πεπερασμένων γὰρ ὄντων οἷόν τε ἔσται περιλαβεῖν τε αὐτὰ τῇ διανοίᾳ, καὶ ἑκάστῳ αὐτῶν ἴδιον ὄνομα καὶ σημεῖον ἓν τάξαι, ὃ μηδὲν ἄλλο ἢ τοῦτο σημαίνει. ἰδίου δὲ ἑκάστῳ ὀνόματος ἐπιτεταγμένου, ἔσται πάλιν τῶν οὕτω διαφόρων ὀνομάτων διάφορα καὶ τὰ σημαινόμενα, ὥστε καὶ τὸ τόδε εἶναι καὶ τὸ αὐτὸ τοῦτο μὴ εἶναι ὑπ’ ἄλλων σημανθήσεται, εἴ γε μὴ ταὐτά ἐστιν ἀλλήλοις. εἰπὼν δέ, ἂν ὡρισμένα τις συγχωρήσῃ εἶναι τῶν ὑφ’ ἑκάστου ὀνόματος πολλὰ σημαίνεσθαι λεγόντων,2 εἰς ταὐτὸν ἐλεύσεσθαι τὸν λόγον εἰς ὃ καὶ εἰ τὴν ἀρχὴν ὑπέκειτο ἓν ὄνομα ἑνός τινος εἶναι πράγματος δηλωτικόν (τῷ γὰρ ἑκάστῳ τῶν πολλῶν οἰκεῖόν τι κεῖσθαι ὄνομα,3 ἑνὸς μόνου τοῦ καταλειπομένου ἔσται σημαντικὸν τὸ ἐξ ἀρχῆς ὄνομα κείμενον, οἷον ὁ ἄνθρωπος), ἑξῆς λέγει πρὸς τοὺς φήσαντας ἂν ἄπειρα ὑφ’ ἑκάστου ὀνόματος εἶναι τὰ σημαινόμενα. εἰ γὰρ μὴ τεθείη, φησί, τουτέστιν εἰ μὴ συγχωρηθείη πεπερασμένα εἶναι τὰ ὑφ’ ἑκάστου ὀνόματος σημαινόμενα, ἀλλ’ ἄπειρα, ἀναιροῖτο ἂν πάλιν οὕτως ὁ λόγος. ὁ μὲν γὰρ λόγος κεῖται ἡμῖν, ὥσπερ καὶ τὸ ὄνομα, φωνὴ εἶναι σημαντική, οὐκέτι δὲ γίνεται σημαντικὸς κατὰ τοὺς λέγοντας ἄπειρα ὑφ’ ἑκάστου σημαίνεσθαι. ὃ γὰρ μὴ ἕν τε καὶ τί σημαίνει ὡρισμένον, οὐδ’ ἂν σημαίνοι τὴν ἀρχήν· πᾶς γὰρ ὁ σημαίνων τί σημαίνει.

他[亚里士多德]之所以解释自己如何说到“表明一件事物”,是为了防止有人认为他是在说数目上的一,或者如他后文所说,是在把述说于数目上一的事物称作“一”,而不是指某一种单一的本性。因为如果“人”表明“两足动物”,那么作为人的所是也就在于这一点,即在于作为两足动物。并且,在假定了如果每个名称表明一件事物,那么所表明的事物也将是一之后,他说,即使有人主张每个名称所表明的事物有多个,只要它们是确定的,这对论证也毫无妨碍,因为确实存在一些同音异义词;因为正如在区分同音异义词时通常所做的那样,完全可能为每个所表明的事物设定一个专有的名称记号。因为如果有人主张所表明的事物是不确定且无限的,他就会指出随之而来的荒谬;因为接受这一前设的人将取消名称表明某种事物这一事实,并全盘取消言辞本身。因为如果各个名称被说成表明它们所述说的那事物,并不比表明任何其他随意的无论什么事物更甚,那么它就会被说成什么也不表明;因为凭什么表明这特定事物而不表明随意的偶然事物呢?如果所有名称都表明无限的事物,凭什么这特定事物是由这个名称表明,而不是由随意的偶然名称表明呢?因此,如果有人说每个名称表明多个但确定的事物,那么由共同名称所指示的每个事物都将有其专有的定义;例如,如果“人”既述说于动物又述说于画像,那么当“人”表明作为动物的人时,所表明事物的定义就是“陆生两足动物”,而当它表明作为画像的人时,定义就是“此类实体的模像”。同样,即使它表明其他某种事物,那事物也将有其专有的定义。因此,既然由同一名称所表明的多个事物是确定的,且它们的定义彼此不同,那么就能够为所表明的每个事物设定某种专有的记号和专有的名称,该名称将仅表明那些具有不同定义的事物中的单一一个;因为由于它们是有限的,就有可能在思想中把握它们,并为它们中的每一个指派一个专有的名称与单一的记号,该记号除了这事物之外不表明任何其他事物。而一旦为每个事物指派了专有的名称,由这些不同名称所表明的事物也反过来彼此不同,以至于“是这事物”与“并非正是这事物”将由不同的名称来表明,只要它们彼此不相同。在指出如果那些主张每个名称表明许多事物的人中有人赞同这些事物是确定的,论证就会得出与从一开始就设定一个名称指示某一件事物完全相同的结果之后(因为由于为许多事物中的每一个设定了专有的名称,从一开始设定的名称如“人”,就将仅表明那保留下来的单一事物),他接着反驳那些可能主张每个名称所表明的事物是无限的人。他说,如果不设定——即如果不赞同——每个名称所表明的事物是有限的,而是〔设定它们是〕无限的,言辞就会再次以这种方式被取消。因为在我们看来,正如名称一样,言辞被设定为有意义的声音,但按照那些主张各个名称表明无限事物的人的说法,它就不再是有意义的了。因为凡是不表明某一个且确定的事物者,从一开始就根本不能算作有所表明;因为凡是有所表明者,都在表明某一特定事物。

语法注3 条
  1. 4.33ἵνα μὴ ἓν κατὰ τὸν ἀριθμόν τις αὐτὸν ἡγῆται λέγειν, μηδὲ ἓν τὸ καθ’ ἑνὸς τῷ ἀριθμῷ λέγεσθαι, ὡς ἐρεῖ, ἀλλὰ μίαν τινὰ φύσιν

    在由 ἵνα μή 引导的目的从句中,动词 ἡγῆται 以 τις 为主语,支配 λέγειν 及其宾语结构。否定词(μή... μηδέ)作用于“数目上的一(ἓν κατὰ τὸν ἀριθμόν)”以及“把述说于数目上一的事物称作‘一’(ἓν τὸ καθ’ ἑνὸς τῷ ἀριθμῷ λέγεσθαι)”,而由 ἀλλὰ 引出的肯定项 μίαν τινὰ φύσιν 则构成与之相对的 λέγειν 的真正补足成分。

  2. 4.33ἂν ὡρισμένα τις συγχωρήσῃ εἶναι τῶν ὑφ’ ἑκάστου ὀνόματος πολλὰ σημαίνεσθαι λεγόντων

    该句含有倒置(hyperbaton)结构:属格短语 τῶν ... λεγόντων 是修饰不定代词 τις 的部分属格(“在那些主张……的人中有人……”)。在 συγχωρήσῃ 所支配的宾格不定式补足语中,谓语形容词 ὡρισμένα 的逻辑主语(即所表明的事物 τὰ σημαινόμενα)需根据上下文补出。

  3. 4.33τῷ γὰρ ἑκάστῳ τῶν πολλῶν οἰκεῖόν τι κεῖσθαι ὄνομα

    不带介词的定冠词与格不定式(τῷ ... κεῖσθαι),用以表示原因或方式(“由于/通过……这一事实”)。不定式 κεῖσθαι 的逻辑主语是 οἰκεῖόν τι ὄνομα,与格 ἑκάστῳ 则充当关涉与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:277.5-278.9