- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:276.1-277.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明了亚里士多德在1006a31中根据“名称表明一件事物”这一前提推导矛盾律的反驳逻辑结构,并通过“人”、“两足动物”和“非人”的例子,注疏了解释本质的表明作用与偶性述说之间的区别。
" Ἔτι εἰ τὸ ἄνθρωπος σημαίνει ἕν, ἔστω τοῦτο τὸ ζῷον δίπουν." Λαβὼν ὅτι σημαίνει τὰ ὀνόματα καὶ ἕκαστον αὐτῶν τοδί, καὶ δείξας δι’ αὐτοῦ ὅτι μηκέτι δυνήσεται λέγειν ὁ τοῦτο συγχωρήσας τὸ οὐδὲν μᾶλλον τοῦτο ἢ τὸ ἀντικείμενον αὐτοῦ, νῦν τούτῳ προσχρώμενος δείκνυσιν ὅτι ἐπὶ μηδενὸς οἷόν τε τὴν ἀντίφασιν συναληθεύειν. διὰ πλειόνων δὲ λέγει τε καὶ δείκνυσι τὸ προκείμενον. αἴτιον δὲ τούτου ὅτι μεταλαμβάνει τὰ δι’ ὧν δείκνυσιν ὃ βούλεται, καὶ κατασκευάζει αὐτὰ ὡς δεόντως λαμβανόμενα· διὸ καὶ ἀσαφεστέρα ἡ λέξις. ἐκλαβόντι δὲ ὁ νοῦς τῆς ἐπιχειρήσεως τοιοῦτος. εἰ ἕκαστον ὄνομα σημαίνει, καὶ ἕν τι σημαίνει· τὸ γὰρ σημαῖνον τὶ σημαίνει, τὸ δὲ τὶ καὶ ἕν· καὶ γὰρ εἰ κατὰ πλειόνων τὰ ὁμώνυμα, ἀλλ’ οὐχ ἅμα γε πάντα σημαίνει ὁ χρώμενος αὐτοῖς καὶ σημαίνων τι δι’ αὐτῶν. τὰ διαφέροντα δὴ ὀνόματα καὶ μὴ ταὐτὸν σημαίνοντα τῷ κειμένῳ ἓν σημαίνειν1 δῆλον ὡς οὐ ῥηθήσεται κατ’ ἐκείνου· εἴη γὰρ ἂν οὐκέτι μία φύσις ἐκείνου, εἰ τὰ διαφερόντων πραγμάτων σημαντικὰ ὀνόματα ἀληθεύοιτο κατὰ τοῦ αὐτοῦ. διαφέροντα δὲ ὀνόματα τό τε ἄνθρωπος καὶ τὸ οὐκ ἄνθρωπος, καὶ οὐκ ἔστιν ἑνὸς ὀνόματα πράγματος· οὐ γὰρ ἐπὶ ταὐτοῦ κατηγορηθήσεται, οὐδὲ ἔσται ἀληθευόμενον κατὰ τοῦ σημαινομένου ὑπὸ τοῦ ἀνθρώπου τὸ σημαινόμενον ὑπὸ τοῦ οὐκ ἀνθρώπου, εἴ γε διαφέρει τε αὐτὰ τὰ ὀνόματα ἀλλήλων, καὶ τὰ διαφέροντα διαφερόντων ἐστὶ δηλωτικά, καὶ ἑνὸς ἕκαστον καὶ φύσεως μιᾶς· οὐ γὰρ ἂν ἔτι εἴη τὸ ὑπ’ ἀνθρώπου σημαινόμενον ἕν, ὡς ἐρρέθη, εἰ ἀληθεύοιτο ἐπ’ αὐτοῦ καὶ τὸ οὐκ ἄνθρωπος, ἄλλου πράγματος ὂν σημαντικόν. ὁ δὲ αὐτὸς λόγος ὃς ἐπ’ ἀνθρώπου καὶ οὐκ ἀνθρώπου, καὶ ἐπὶ τῶν ἄλλων πάντων. εἰ δὲ μὴ τὰ ὑπὸ τῶν ὀνομάτων τούτων δηλούμενα συνυπάρχει, οὐκ ἄν τῇ καταφάσει τῇ λεγούσῃ εἶναι ἄνθρωπον τόδε, ἅμα συναληθεύοιτο ἡ ἀπόφασις ἡ λέγουσα μὴ εἶναι ἄνθρωπον τόδε. ὁ μὲν νοῦς τῆς ἐπιχειρήσεως τοιοῦτος, τὰ δὲ πρὸς τὴν λέξιν οὕτως. εἰ τὸ ἄνθρωπος, φησίν, ὄνομα σημαίνει ἕν τι, εἰλήφθω ὃ σημαίνει, καὶ ἔστω τοῦτο τὸ ζῷον δίπουν. ἑξῆς δὲ ἐξηγεῖται τί ἐστι τὸ ἓν σημαίνειν τὸ ὄνομα, λέγων λέγω δὲ τὸ ἓν σημαίνειν τοῦτο· εἰ τοῦτ’ ἔστιν ἄνθρωπος, ἄν ᾖ τι ἄνθρωπος, τοῦτο ἔσται τὸ ἀνθρώπῳ εἶναι. τὸ γὰρ ἓν σημαίνειν τοῦτο εἶναί φησι τὸ εἰ τοῦτ’ ἔστι τὸ ἄνθρωπος σημαῖνον (τοῦτο γὰρ δεῖ προσυπακούειν τῷ εἰ τοῦτ’ ἔστι),2 πᾶν ὃ ἂν ᾖ ἄνθρωπος, τοῦτο ἔσται αὐτῷ τὸ ἀνθρώπῳ εἶναι, τὸ εἶναι τοῦτο ὃ ὁ ἄνθρωπος ἐσήμαινεν. οὐ γὰρ δὴ τοῦ ἀνθρώπου σημαίνοντος ἕν, τὸ ζῷον πεζὸν δίπουν, ἔσται τις ἄνθρωπος ὃς οὐκ ἔσται ζῷον πεζὸν δίπουν. τί δέ ἐστι τὸ σημαινόμενον, ὁρίζεται καὶ γνώριμον ποιεῖ ὑπὲρ τοῦ δεῖξαι ὅτι μή, εἴ τι κατά τινος λέγεται, ἤδη τοῦτο καὶ ἓν σημαίνει, ὡς καὶ προϊὼν ἐρεῖ. οὐ γὰρ εἰ τὸ λευκὸν κατὰ τοῦ Σωκράτους λέγοιτο, ὁ Σωκράτης καὶ τὸ εἶναι Σωκράτει ὑπὸ τοῦ λευκοῦ σημανθήσεται. ὅσα δὴ οὕτω κατηγορεῖται ὡς φύσιν τε καὶ οὐσίαν σημαίνειν, ὡς ἔχει τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα, ταῦτα ὡς ἓν σημαίνοντα λαμβάνεται, καὶ οὕτως ὑφ’ ἑκάστου τῶν ὀνομάτων ἕν τι σημαίνεται.
“此外,如果‘人’表明一件事物,就让这事为‘两足动物’吧。” 在假定了名称有所表明,且它们各自表明这具体事物,并通过这一点表明了赞同这一点的人将不再能够说“是这个并不比是对立面更甚”之后,他[亚里士多德]如今进一步利用这一点来证明:矛盾不可能在任何事物上同时为真。他通过较多的步骤陈述并证明了所提出的论题。其原因在于,他对他用以证明自身所意图之事的诸前提进行了转述,并确立它们作为适当设定的前提;因此文句也显得较为晦涩。但对于把握了其主旨的人来说,这一论证的要义如下:如果每个名称有所表明,它也就表明某一件事物;因为有所表明者表明某一特定事物,而某一特定事物也就是一;因为即使同音异义词被用来述说多种事物,但使用它们并通过它们表明某种事物的人,决不会同时表明所有这些事物。因此显然,互不相同的、并不表明与那被设定表明一件事物者相同内容的名称,将不会述说那事物;因为如果表明不同事物的名称对于同一事物都为真,那么那事物的本性将不再是一。而“人”与“非人”是不同的名称,且不是同一事物的名称;因为它们不会被述说于同一事物之上,由“非人”所表明的事物也不会对于由“人”所表明的事物为真,只要这些名称本身彼此不同,且不同的名称指示不同的事物,各自指示一件事物和一种本性;因为如果“非人”也对于它为真,那么由“人”所表明的事物就不再如前所述是一,因为前者表明的是另一件事物。适用于“人”与“非人”的同一论理,也适用于其他所有事物。如果由这些名称所指示的事物不能共存,那么断言“这是人”的肯定,便不可能与断言“这不是人”的否定同时为真。论证的要义如此,而依循文句的解释则如下。他说,如果“人”这一名称表明某一件事物,就设定它所表明的内容,并让它为“两足动物”。接着他解释了名称表明一件事物是什么意思,说:“我说表明一件事物就是指:如果这是人,那么只要某物是人,这就会是人的所是。”因为他说,表明一件事物就是指:如果这就是“人”所表明的事物(因为必须在“如果这是”中补充理解这一点),那么对于任何作为人的事物而言,这就会是它的作为人的所是,即作为“人”所表明的这事物。因为在“人”表明某一件事物即陆生两足动物时,绝不可能有某个人不是陆生两足动物。而至于所表明的事物是什么,他对其进行限定并使之明确,是为了表明:并非只要某物述说于某物之上,它就立刻表明一件事物,正如他在后文还将说到的那样。因为即使“白”述说于苏格拉底之上,苏格拉底以及苏格拉底的所是也不会被“白”所表明。因此,凡是以表明本性和实体的方式被述说的东西,如同在“是什么”中被述说的东西那样,都被视作表明一件事物,而各个名称也就是这样表明某一件事物的。
- 4.33τῷ κειμένῳ ἓν σημαίνειν
与格 τῷ κειμένῳ 由前面的 ταὐτόν 所支配,表示比较的基准,并与述语不定词 ἓν σημαίνειν 构成搭配:“[并不表明]与那被设定表明一件事物者[相同的事物]”。
- 4.33τοῦτο γὰρ δεῖ προσυπακούειν τῷ εἰ τοῦτ’ ἔστι
指示了亚里士多德原文“εἰ τοῦτ’ ἔστιν ἄνθρωπος”中省略的表语成分的补足。注疏者指出,应当在 ἔστι 之后补充理解(προσυπακούειν)表语成分 τὸ ἄνθρωπος σημαῖνον(“‘人’所表明的事物”)。
