- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:274.33-275.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《形而上学》伽玛卷第4章(1006a26–1006a28)进行注解,阐明对方承认言论具有表明作用本身就是未经证明便承认了真理,并构成了反驳的基础,同时论述“存在”与“不存在”这些名称表明了某种限定的本性。
" Ἔτι ὁ τοῦτο συγχωρήσας συγκεχώρηκέ τι ἀληθὲς εἶναι χωρὶς ἀποδείξεως, ὥστε οὐκ ἂν πᾶν οὕτως καὶ οὐχ οὕτως ἔχοι." Τὸ λεγόμενον τοιοῦτόν ἐστιν. ἄν τις δῷ σημαίνειν τι τὸν λόγῳ χρώμενον δι’ ὧν λέγει, ἤδη ἔλεγχος ἔσται. δηλώσει γάρ τι καὶ ὁρίσει ὁ τοῦτο δούς, καὶ οὔ φησιν οὐ τοῦτο μᾶλλον ἢ τὸ ἀντικείμενον· οὐ γὰρ λέγει ὁ τοῦτο συγχωρῶν ‘οὐ μᾶλλον σημαίνει τι ὁ λόγος ἢ οὐ σημαίνει’, ἀλλὰ συγχωρεῖ σημαίνειν, ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ πρῶτον μὲν οὖν δῆλον καὶ τῶν ἑξῆς. ἀναιρεῖν γάρ ἐστι λόγον, ὥσπερ διὰ τοῦ λέγειν ὅτι μηδὲν μᾶλλον σημαίνει ἢ μὴ σημαίνει, οὕτω καὶ διὰ τοῦ μηδὲν μᾶλλον εἶναι τόδε τι ἢ μὴ εἶναι. ὅτι δ’ ἔστιν ἐλέγχειν τὸν ἅπαξ συγχωρήσαντα τοῦτο, διὰ τῶν ἑξῆς δείκνυσί τε καὶ ἐπέξεισιν. οὗτος δὲ τοῦ ἐλέγχου αἴτιος, οὐχ ὁ ἐρωτῶν (εἰ γὰρ αὐτὸς ἀφ’ ἑαυτοῦ ἔλαβε τοῦτο ὁ λαμβάνων τοῦτο, ὡς εἶπεν, ἔδοξεν αὐτὸ τὸ ἐν ἀρχῇ λαμβάνειν), ἀλλ’ ὁ ἀποκρινόμενος, ἀναγκαζόμενος ἢ ἀναιρεῖν λόγον ἢ μαχόμενα ἀποκριθῆναι τῇ θέσει τῇ αὑτοῦ. καὶ προστίθησι τὴν αἰτίαν. ἀναιρῶν γὰρ ὅλως λόγον διὰ τῆς θέσεως (ὁ γὰρ λέγων ἐπὶ παντὸς οὐδὲν μᾶλλον τοῦτο ἢ τὸ ἀντικείμενον αὐτοῦ λόγον ἀναιρεῖ· ἐρεῖ γὰρ ὁμοίως τοῖς ἄλλοις καὶ τὸν λόγον μηδὲν μᾶλλον εἶναι ἢ μὴ εἶναι· τοῦτο δὲ ἀναιροῦντος λόγον, ὅτι ὁ μὲν λόγος φωνὴ σημαντική, ὁ δὲ μηδὲν μᾶλλον σημαίνειν ἢ μὴ σημαίνειν λέγων αὐτὸν ἀναιροῖ ἂν καὶ οὗτος λόγον· λέγοι δ’ ἂν τοῦτο ὁ λέγων ἅμα τὴν ἀντίφασιν ἀληθεύειν ἐπὶ παντὸς δύνασθαι) — ἀναιρῶν δὴ λόγον διὰ τῆς θέσεως, δι’ ὧν ἀποκρίνεται συγχωρεῖ·1 λέγων γὰρ τὸν λόγον σημαίνειν, τίθησιν εἶναι λόγον, ὃ διὰ τῆς θέσεως ἀνῄρει, τοῦτο διὰ τοῦ ἀποκρίνεσθαι τιθείς.
“此外,赞同这一点的人就已经赞同了某事无需证明便为真,因此并非一切事物都可以既是这样又不是这样。” 所说的话是这样的:如果有人赞同使用言论的人通过自己所说的话表明了某种事物,那么反驳就已经成立了。因为赞同了这一点的人将表明并限定某种事物,而不会说它并不比对立面更是这个;因为赞同这一点的人不会说“言论表明某种事物并不比不表明某种事物更甚”,而是赞同它有所表明,这一点他[亚里士多德]自己也通过“首先,显然”以及接下来的文句表明了。因为取消言论,正如通过声称它表明并不比不表明更甚一样,同样也可以通过声称某个具体事物存在并不比不存在更甚来达成。而对于一旦赞同了这一点的人可以加以反驳,他通过后文展示并进行了追究。而反驳的原因是此人,不是提问者(因为如果接受这一点的人是依凭自身接受了这一点,正如他说过的,他就会被认为正是在窃取论点),而是回答者,他被迫要么取消言论,要么做出与其自身论题相冲突的回答。并且他补充了原因。因为通过论题完全取消言论(因为在一切情况下声称某物是这个并不比是对立面更甚的人取消了言论;因为他会像对待其他事物一样声称言论存在并不比不存在更甚;而这是取消言论者的做法,因为言论是有表明作用的声音,而声称它表明并不比不表明更甚的人也会取消言论;而声称矛盾在一切情况下都可以同时为真的人就会这么说)——通过论题取消言论的同时,他通过所回答的话予以赞同;因为在声称言论有所表明时,他确立了言论的存在,通过回答的行为确立了他原本通过论题所取消的这同一件事。
"Πρῶτον μὲν οὖν δῆλον ὡς τοῦτο αὐτὸ ἀληθές, ὅτι σημαίνει τὸ ὄνομα τὸ εἶναι καὶ μὴ εἶναι." Τὸ πρῶτον, φησί, δοθέντος τοῦ τὰ λεγόμενα σημαίνειν τι, ἀληθές ἔστι τὸ σημαίνειν τι τὸν εἶναί τι λέγοντα καὶ τὸν μὴ εἶναί τι ὁμοίως, ἀλλ’ οὐχὶ καὶ σημαίνειν καὶ μὴ σημαίνειν. ὀνόματα δὲ εἶπε καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι.2 εἰ δ’ ἀληθὲς ἐπ’ αὐτῶν τὸ σημαίνειν, οὐκ ἀληθὲς δὲ τὸ μὴ σημαίνειν, οὐκέτι ἂν ἐπὶ παντὸς καὶ ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἀληθὴς ἂν εἴη· τοῦ γὰρ σημαίνειν τὸ μηδὲν σημαίνειν ἀπόφασις ὂν οὐκ ἔστιν ἀληθὲς ἐπὶ τῶν σημαίνειν τι συγχωρηθέντων. εἰ γὰρ καὶ μὴ σημαίνοι, οὐκέτ’ ἂν εἴη τὸ σημαίνειν συγχωρούμενον, οὕτω δὲ οὐκέτ’ ἂν οὐδὲ ὁ λόγος εἴη. εἰπὼν δὲ πρῶτον μὲν οὖν δῆλον ὡς τοῦτό γε αὐτὸ ἀληθές, ὅτι σημαίνει τὸ ὄνομα τὸ εἶναι, τοῦτο εἰπὼν προσέθηκε τοδί, ὃ σημαντικόν ἐστι τοῦ ὡρισμένην τινὰ φύσιν σημαίνειν τὸ σημαῖνον. πάντως γὰρ ὁ σημαίνων τι ἢ αὑτῷ ἢ ἄλλῳ καὶ τόδε ἢ τόδε σημαίνει· τῶν γὰρ ὄντων τι σημαίνει καὶ διαφέρον τῶν ἄλλων ἃ μὴ ὑπ’ αὐτοῦ σημαίνεται· οὐ γὰρ πάντα τῶν αὐτῶν σημαντικά, οὐδὲ ὑπὸ ἑνὸς πάντα σημαίνεται.
“首先,显然这本身为真:名称表明存在与不存在。” 他说,首先,在设定了所说的话表明某种事物的前提下,声称某物存在的人与声称某物不存在的人同样都表明某种事物,这一点为真,但既表明又不表明则不为真。而他把“存在”和“不存在”也称为名称。但是,如果表明对它们而言为真,而不表明不为真,那么在一切情况下肯定和否定都同时为真便不再成立;因为“毫无表明”作为“有所表明”的否定,对于已被赞同表明某种事物的事物而言并不为真。因为如果它也不表明,那么有所表明便不再是被赞同的,这样一来言论也就不复存在了。并且在说了“首先,显然至少这本身为真,即名称表明存在”之后,说了这话之后他又补充了“这个”,这表明具有表明作用者表明的是某种被限定的本性。因为无论如何,对自己或对他人表明某种事物的人,也必定表明这个或那个;因为他表明的是存在者中的某物,并且它区别于未被它所表明的其他事物;因为并非所有事物都表明相同的事物,也不是所有事物都由单独一个事物所表明。
- 4.31ἀναιρῶν γὰρ ὅλως λόγον διὰ τῆς θέσεως (...) — ἀναιρῶν δὴ λόγον διὰ τῆς θέσεως, δι’ ὧν ἀποκρίνεται συγχωρεῖ
以 ἀναιρῶν γὰρ ὅλως λόγον 开头的分句被长篇的原因解释性插入语(ὁ γὰρ λέγων ... δύνασθαι)打断,随后借助连词 δὴ 以 ἀναιρῶν δὴ λόγον διὰ τῆς θέσεως 形式加以再开,最终归结到主句 δι’ ὧν ἀποκρίνεται συγχωρεῖ,构成典型的再开结构(resumptive construction)。
- 4.32ὀνόματα δὲ εἶπε καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι
在引文 ὅτι σημαίνει τὸ ὄνομα τὸ εἶναι καὶ μὴ εἶναι 中,τὸ ὄνομα 为主语,τὸ εἶναι καὶ μὴ εἶναι 为被表明的宾语;亚历山大在这里将 ὀνόματα 作为表语加以补充,在句法上解释为亚里士多德把“存在”和“不存在”的表述本身也称作“名称”。
