- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:273.20-274.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德将“要求说出某物存在或不存在”作为反驳性证明的出发点,随后为避免乞题而将其转向“要求所说的话表明某物”的过程,并探讨了相关的文本异读。
" Ἀρχὴ δὲ πρὸς ἅπαντα τὰ τοιαῦτα τὸ ἀξιοῦν εἶναί τι λέγειν ἢ μὴ εἶναι." Τοῦ ἐλεγκτικοῦ συλλογισμοῦ καὶ τοῦ πρὸς ἄλλον γινομένου περὶ τῆς τοῦ προκειμένου ἀξιώματος δείξεως ἀρχήν φησιν εἶναι τὸ ἀξιοῦν τὸν προσδιαλεγόμενον ἢ εἶναί τι λέγειν ἢ μὴ εἶναι, τουτέστιν ἐρωτητέον αὐτὸν εἰ μὴ δοκεῖ αὐτῷ πᾶν ἢ εἶναι τοῦτο ὃ λέγεται ἢ μὴ εἶναι, οἷον ἄνθρωπον ἢ εἶναι ἄνθρωπον ἢ μὴ εἶναι, ὁμοίως ἵππον, κύνα, τὰ ἄλλα. εἰπὼν δὲ ταύτην τὴν ἀρχὴν εἶναι, καὶ ταύτην δεῖν τὴν πρότασιν ἐρωτᾶν τὸν προσδιαλεγόμενον ὡς παρ’ αὐτοῦ λαμβανομένην, φησὶ δόξειν τὸν τοῦτο ἐξετάζοντα τὸ ἐν ἀρχῇ καὶ τὸ ζητούμενον ἀξιοῦν λαβεῖν. ὁ γὰρ ἀμφισβητῶν πρὸς τὸ μὴ δύνασθαι ταὐτὸν ἅμα εἶναί τε καὶ μὴ εἶναι οὐ συγχωρήσει πᾶν ὃ λέγεται ἢ εἶναι ἢ μὴ εἶναι, ἀλλὰ καὶ εἶναι καὶ μὴ εἶναι. τοῦτο γὰρ ἦν αὐτῷ ὑποκείμενον διὰ τὴν τοιαύτην ἐρώτησιν· καὶ προεῖπεν ὅτι δόξει τὸ ἐν ἀρχῇ αἰτεῖσθαι ὁ τοῦτο λαμβάνων. διὸ ταύτης ἀφέμενος τῆς ἐρωτήσεως ἐπ’ ἄλλην μέτεισι. καταλληλότερον δὲ ἡ λέξις ἔχοι ἄν, εἰ ἀντὶ τοῦ τοῦτο μὲν γὰρ τάχα ἄν τις1 ὑπολάβοι τὸ ἐξ ἀρχῆς αἰτεῖν εἴη γεγραμμένον τὸ τοῦτο μὲν τάχα ἄν τις, ὡς καὶ φέρεται ἔν τισιν. φέρεταί τις καὶ τοιαύτη γραφὴ ἀρχὴ δὲ πρὸς ἅπαντα τὰ τοιαῦτα οὐ τὸ ἀξιοῦν λέγειν τι εἶναι ἢ μὴ εἶναι. καὶ ἔστι γνωριμώτερον τὸ λεγόμενον οὕτως. ἀξιοῖ δὴ ἐρωτᾶν τὸν προσδιαλεγόμενον, εἰ λέγων τι σημαίνει δι’ ὧν λέγει τε καὶ ὀνομάζει καὶ ἑαυτῷ καὶ ἄλλῳ, καὶ ἔστι τι καθ’ οὗ φέρων τὸ ὄνομα καὶ ὃ σημαίνειν βουλόμενος λέγει τε καὶ προφέρεται αὐτό. ὁ γὰρ λέγων μηδὲν σημαίνειν δι’ ὧν λέγει τε καὶ ἀποκρίνεται, οὗτος οὔτ’ ἂν πρὸς αὑτὸν λέγοι τι οὔτε πρὸς ἄλλον. οὐδὲ γὰρ τὰ νοήματα ἔσται σημαίνοντά τι, οἷς ἀντὶ τῶν ὀνομάτων καὶ τοῦ λόγου χρῆται πρὸς αὐτόν. εἰ γὰρ ἦν τι ταῦτα σημαίνοντα, ἦν ἂν τοῖς σημαινομένοις ὑπ’ αὐτῶν καὶ ὀνόματα τίθεσθαι, καὶ οὕτως ἂν ἦν καὶ ἡ φωνὴ σημαίνουσα. οὕτω δὲ αὐτὸς ἂν ὁμολογοίη μὴ χρῆσθαι λόγῳ· ὁ γὰρ λόγος φωνὴ σημαντική. ὁμοίως δὲ ἀναιρεῖ λόγον κἂν λέγῃ μηδὲν μᾶλλον σημαίνειν αὐτὸν ἢ μὴ σημαίνειν. εἰ οὖν μὴ σημαίνοι ὅταν λέγοι τι, οὔτ’ ἂν διαλέγεσθαι εἴη· πάλιν γὰρ οὗτος ὅμοιος γίνεται φυτῷ. ἂν δὲ διδῷ καὶ συγχωρῇ σημαίνειν δι’ ὧν λέγει, τοῦτο λαβόντας δυνατὸν ἔσται ἔλεγχον τοῦ προκειμένου ποιήσασθαι· ἀντὶ γὰρ τοῦ ἐλέγχου τῇ ἀποδείξει ἐχρήσατο. ὁ γὰρ τοῦτο δοὺς ἤδη τι ὁρίζει· δίδωσι γὰρ ὡρισμένον τι εἶναι τὸ ὑφ’ ἑκάστου λόγου σημαινόμενον· ἀόριστον γὰρ τὸ οὐδὲν μᾶλλον τοῦτο ἢ τοῦτο. ἢ τὸ ἔσται δή τι ὡρισμένον αὐτὸ τοῦτο δεδομένον τὸ σημαίνειν τι·2 τούτου δὴ δοθέντος ἔσται ἀπόδειξις, τουτέστιν ἔλεγχος, οὗ ἐλέγχου αἴτιος οὐχ ὁ ἐλέγχων ἀλλ’ ὁ ἐλεγχόμενος· ἐκ γὰρ ὧν δίδωσιν ἐλέγχεται. εἰ μὲν γὰρ ἀφ’ αὑτοῦ δεικνὺς τὸ μὴ δύνασθαι ἐπὶ τοῦ αὐτοῦ ἅμα τὸ εἶναί τε καὶ μὴ εἶναι ἀληθεύεσθαι ἐλάμβανε τὸ τὸν λόγον σημαίνειν τι καὶ ὥριζε τοῦτο, ἐδόκει ἂν τὸ ἐν ἀρχῇ λαμβάνειν· ἐπεὶ δὲ ὁ τῇ θέσει παριστάμενος ἐκείνῃ αὐτός ἐστιν ὁ ἀναγκασθεὶς συγχωρῆσαι τοῦτο, ἐκεῖνος τοῦ ἐλέγχου αἴτιος, ἀναιρῶν λόγον. ὁ γὰρ λέγων πᾶν οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως ἔχειν (τοῦτο γὰρ ἦν τὸ ἀναιρεῖν τὴν ἀντίφασιν) ἀναιρεῖ λόγον. ἀναιρῶν δὲ λόγον χρῆται λόγῳ· τοῦτο γὰρ τὸ ὑπομένει λόγον.3 ἔδειξε δὲ δι’ ὧν εἶπεν ὅτι ἀνῃρῆσθαι λέγει λόγον ὁ μηδὲν σημαίνειν αὐτὸν λέγων. ἢ εἰ ἔστι λόγος, ἔστι τι καὶ ὡρισμένον τιθέμενον, καὶ οὐκ ἐπὶ παντὸς ἀληθὲς τὸ οὐδὲν μᾶλλον τοῦτο ἢ τοῦτο. ἐφυλάξατο δὲ τὸ δοκεῖν κυρίως αὑτοῦ ἀπόδειξιν πεποιῆσθαι, ὅτι ἔκειτο αὐτὸ εἶναι ἀναπόδεικτόν τε καὶ ἁπάντων τῶν ἀξιωμάτων ἀρχή.
“然而对于所有这类[论辩]而言,出发点是要求他说出某物存在或不存在。” 他说,关于眼前公理的证明,反驳性推论以及针对他人进行的推论的出发点,是要求对话者说出某物要么存在要么不存在;也就是说,必须问他,在他看来是否并非一切被言及的事物要么是它所说的那样要么不是那样,例如人要么是人要么不是人,马、狗以及其余事物亦同样如此。然而,在指出这就是出发点、且必须向对话者询问这一前提以作为从他那里获取的前提之后,他说,考察这一点的人将被认为要求设定始原和所探求的事物。因为反对同一事物不可能同时存在又不存在的人,不会承认一切被言及的事物要么存在要么不存在,反而会承认它既存在又不存在。因为通过这样的提问,这一点正是作为他的前提而设定的;并且他此前已经说过,设定这一点的人将被认为是乞题。因此,他放弃了这一提问,转向了另一个提问。如果文句不是“因为有人或许会认为这是从始原开始要求”,而是像在某些[抄本]中流传的那样写作“对此有人或许会”,那么文句就会具有更恰当的连贯性。此外,还流传着这样一种异读:“然而对于所有这类[论辩]而言,出发点并不是要求他说出某物存在或不存在。”而这样表述是更为熟知的。因此,他要求询问对话者,当他说出某事时,他通过自己所说和命名的词语是否对自己和他人都有所表明,并且是否存在某个事物,是他将名字加于其上,且因意图表明它而说出并发出该名称的。因为凡声称通过自己所说和回答的话没有表明任何事物的人,既不会对自己说任何话,也不会对他人说任何话。因为他用来代替名称和言论以对自身使用的思想,也不会表明任何事物。因为如果这些思想表明某种事物,那么原本也能够为被它们所表明的事物确立名称,这样一来,发出的声音也就成为具有表明作用的了。但如此一来,他自己就会承认自己没有使用言论;因为言论是有表明作用的声音。同样地,即使他说声音具有表明作用并不比不具有表明作用更甚,他也取消了言论。因此,如果他在说出某事时并没有所表明,也就不可能进行对话;因为这个人再次变得类似于植物。但是,如果他承认并赞同通过自己所说的话有所表明,那么在设定了这一点之后,就有可能对眼前的主题进行反驳;因为他在这里是用“证明”代替了“反驳”。因为赞同了这一点的人已经限定了某种事物;因为他承认被每一言论所表明的是某种被限定的事物;因为“不比这个更是这个”是无限定的。或者说,“确实将会有某种被限定的事物”,正是指承认了“表明某种事物”这同一件事。既然这一点已被赞同,确实就会有证明,即反驳,而这一反驳的原因不是反驳者,而是被反驳者;因为他是根据自己所赞同的前提而被反驳的。因为如果证明者依凭自身表明同一事物不可能同时为真地存在又不存在,而设定言论表明某种事物并对此加以限定,他就会被认为是乞题;但是,既然坚持那一论题的人自己是被迫赞同这一点的,那么正是他在取消言论的同时成为了反驳的原因。因为声称一切事物是这样并不比不是这样更甚(这原本就是取消矛盾)的人,取消了言论。而在取消言论的同时,他又在使用言论;这正是“承受言论”的意思。并且他通过自己所说的话表明,声称言论没有表明任何事物的人,正是声称言论已被取消。或者说,如果存在言论,也就确立了某种被限定的事物,而“不比这个更是这个”并非在一切情况下都为真。他谨防被认为是在严格意义上对它作出了证明,因为原本已经设定它是不可证明的,并且是一切公理的始原。
- 4.30καταλληλότερον δὲ ἡ λέξις ἔχοι ἄν, εἰ ἀντὶ τοῦ τοῦτο μὲν γὰρ τάχα ἄν τις ὑπολάβοι τὸ ἐξ ἀρχῆς αἰτεῖν εἴη γεγραμμένον τὸ τοῦτο μὲν τάχα ἄν τις
带有希求语气的条件句结构(从句为 εἰ ... εἴη γεγραμμένον,主句为带有 ἄν 的 ἡ λέξις ἔχοι ἄν)。ἀντὶ τοῦ 所支配的部分将所引用的从句名词化为属格短语,而 εἴη 的主语是随后带有中性定冠词的引用短语 τὸ τοῦτο μὲν τάχα ἄν τις,用以提出校勘学上的建议。
- 4.30ἢ τὸ ἔσται δή τι ὡρισμένον αὐτὸ τοῦτο δεδομένον τὸ σημαίνειν τι
通过连词 ἢ 引入另一种解释。主语是带有冠词的引用短语 τὸ ἔσται δή τι ὡρισμένον,而谓语部分是 αὐτὸ τοῦτο δεδομένον(正是这同一件事被承认),其后带有同位语的不定词短语 τὸ σημαίνειν τι(表明某物)。
- 4.30τοῦτο γὰρ τὸ ὑπομένει λόγον
谓语代词 τοῦτο 指代前述的解释(“在取消言论的同时使用言论”),而前面带有中性定冠词的亚里士多德原文引文 τὸ ὑπομένει λόγον(“承受言论”)充当主语(或同位语解释)。
