- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:272.28-273.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德在《形而上学》1006a11中提出的不矛盾律的“反驳性证明”,亚历山大阐述了它与无条件证明的区别,并解释了只要论辩对手作出有意义的言说,它便如何在不犯乞题错误的情况下得以确立。
" Ἔστι δ’ ἀποδεῖξαι ἐλεγκτικῶς καὶ περὶ τούτου ὅτι ἀδύνατον." Αἰτιασάμενος τοὺς ἀξιοῦντας ἀποδείκνυσθαι ὅτι μὴ οἷόν τε τὸ αὐτὸ ἅμα εἶναί τε καὶ μὴ εἶναι, ὡς καὶ διὰ τοῦ τὰ τοιαῦτα ἀποδείκνυσθαι ἀξιοῦν ἀναιροῦντας ἀπόδειξιν, ὅμως, φησίν, ἔστι καὶ τοῦτο ἐλεγκτικῶς ἀποδεῖξαι, οὐχ ἁπλῶς, ἀλλ’ ἂν λέγῃ τι καὶ ὀνομάζῃ μόνον καὶ χρῆται λόγῳ ὁ ἀμφισβητῶν καὶ σημαίνῃ τι δι’ ὧν λέγει καὶ ἀποκρίνηται πρὸς τὰ ἠρωτημένα· ἂν γὰρ μήτε ἀποκρίνηται μήτε τι λέγῃ, γελοῖον τὸ λόγῳ χρῆσθαι πρὸς τὸν τοιοῦτον καὶ διὰ λόγου πειρᾶσθαι δεικνύναι τι τῷ μὴ ἔχοντι λόγον, καὶ διὰ λόγων πειρᾶσθαι ποιεῖσθαι συνουσίαν πρὸς τὸν ἐστερημένον τούτου. τοῦτο γάρ ἐστι τὸ ᾗ μὴ ἔχει λόγον, τὸ καθὸ μὴ ἔχει, κατὰ τοῦτο σημῆναι αὐτῷ. τὸ δὲ ὅμοιος γὰρ φυτῷ ὁ τοιοῦτος ᾗ τοιοῦτος ἤδη ἴσον τῷ ἤδη γὰρ ὅμοιος φυτῷ ὁ τοιοῦτος ᾗ τοιοῦτος.1 τί δὲ διαφέρει ἡ ἐλεγκτικὴ ἀπόδειξις τῆς ἁπλῶς ἀποδείξεως, ἑξῆς λέγει. ὁ μὲν γὰρ ἁπλῶς ἀποδεικνὺς λαβὼν πρῶτά τινα καὶ γνωριμώτερα ὄντα τοῦ δεικνυμένου, οὕτω τὸ προκείμενον ἀποδεικνύναι πειρᾶται. οὐχ οἷόν τε δὲ πρῶτόν τι καὶ γνωριμώτερον τούτου λαβεῖν, ὡς προείρηται, ὥστε οὐδὲ ἀποδεῖξαι αὐτὸ οἷόν τε. ἔτι ἀφ’ ἑαυτοῦ λαμβάνων τε καὶ τιθεὶς πᾶν εἶναι τοῦτο ὃ λέγει ἢ μὴ εἶναι δόξει τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ τὸ ζητούμενον προλαμβάνειν, ἐπεὶ περὶ τούτου ἡ ζήτησις ἦν. ὁ μέντοι ἔλεγχος ἐπεὶ πρὸς ἄλλον γίνεται καὶ ἐξ ὧν ὁ προσδιαλεγόμενος τίθησιν (ἔστι γὰρ ἔλεγχος συλλογισμὸς δι’ ἐρωτήσεως εἰς ἀντίφασιν ἄγων), δύναται γίνεσθαι καὶ διὰ τῶν τοιούτων. οὐκέτι γὰρ οὔτε διὰ πρώτων ὁ τοιοῦτος συλλογισμός, οὔτε τὸ ἐν ἀρχῇ λαμβάνειν τις παρ’ αὐτοῦ δόξει, ἂν ὁ προσδιαλεγόμενος συγχωρήσῃ πᾶν ἢ εἶναί τι ὃ λέγεται ἢ μὴ εἶναι. ἐκεῖνος γὰρ αἴτιος τοῦ τοιούτου ὁ ἀξιῶν δείκνυσθαί τε τὰ αὐτόθεν γνώριμα καὶ διδόναι ταῦτα ἀναγκαζόμενός τε καὶ δυσωπούμενος, ἃ εἰ ὁ ἀποδεικνὺς ἐτίθει ἀφ’ ἑαυτοῦ, ἐδόκει ἂν τὸ ἐν ἀρχῇ αἰτεῖσθαι·2 ὡς γὰρ εἶπε Θεόφραστος ἐν τῷ Περὶ καταφάσεως, βίαιος καὶ παρὰ φύσιν ἡ τούτου τοῦ ἀξιώματος ἀπόδειξις.
“然而关于这一点,也有可能通过反驳来证明其不可能。” 在指责了那些要求证明同一事物不可能同时存在又不存在的人(因为他们通过要求证明此类事物同样取消了证明)之后,他说,即便如此,通过反驳来证明这一点也是可能的,尽管不是无条件地证明,而是在争辩者哪怕只是言说并命名某物、使用言论、通过其所言表明某物并回答所问问题的情况下。因为如果他既不回答也不言说任何事物,那么对这样的人使用言论,试图通过言论向没有言论的人展示某事,并试图通过话语与被剥夺此能力的人进行交往,就是荒谬的。因为所谓“就其没有言论而言”,意思正是在其没有言论的这一点上向他示意。而“因为这样的人就其作为这样的人而言已经类似于植物”等同于“因为已经这样的人就其作为这样的人而言类似于植物”。至于反驳性证明与无条件的证明有何区别,他接着作了说明。因为无条件进行证明的人,是在设定了相对于被证明之物而言是第一性的且更为熟知的某些前提之后,才以此方式试图证明眼前的主题。然而,正如前面所说,不可能设定任何比这更是第一性的且更为熟知的前提,因此也就不可能对它本身进行证明。此外,如果证明者依凭自身设定并确立一切事物要么是其所说的那样,要么不是那样,他就将被视为乞题并预先窃取了所探求的事物,因为探求正是围绕这一点展开的。然而,既然反驳是针对他人进行的,并且是从对话者所设定的前提出发的(因为反驳是通过问答导向矛盾的推论),它就也能够通过此类前提来进行。因为这样的推论不再是通过第一始原进行的,而且如果对话者承认凡被言及的事物要么是某物要么不是某物,也就不会有人被认为是在从他那里乞题。因为那个人才是造成这种情况的原因——即那个要求证明自明之理,并在被迫和蒙羞之下给出这些前提的人;而如果证明者依凭自身设定这些前提,就会被认为是乞题。因为正如泰奥弗拉斯托斯在《论肯定》中所说,对这一公理的证明是强制的且反乎自然的。
- 4.29τὸ δὲ ὅμοιος γὰρ φυτῷ ὁ τοιοῦτος ᾗ τοιοῦτος ἤδη ἴσον τῷ ἤδη γὰρ ὅμοιος φυτῷ ὁ τοιοῦτος ᾗ τοιοῦτος
关于语序倒置(hyperbaton)的注释。注疏者指出,亚里士多德原文中置于句末而非句首的副词 ἤδη(“已经”),在语义上等同于紧接在连词 γάρ 之后(句首)来修饰整个命题。
- 4.29ἐκεῖνος γὰρ αἴτιος τοῦ τοιούτου ὁ ἀξιῶν δείκνυσθαί τε τὰ αὐτόθεν γνώριμα καὶ διδόναι ταῦτα ἀναγκαζόμενός τε καὶ δυσωπούμενος, ἃ εἰ ὁ ἀποδεικνὺς ἐτίθει ἀφ’ ἑαυτοῦ, ἐδόκει ἂν τὸ ἐν ἀρχῇ αἰτεῖσθαι
同格主语与内嵌反事实条件句的句法结构。主句 ἐκεῖνος αἴτιος [ἐστί](指示代词主语 ἐκεῖνος 与表语 αἴτιος)的实质主语是后置的分词短语 ὁ ἀξιῶν ... καὶ διδόναι ... ἀναγκαζόμενος,用以具体说明 ἐκεῖνος。关系代词 ἃ 先行词为 διδόναι 的宾语 ταῦτα,并在关系从句内部引导一个反事实条件句(εἰ ... ἐτίθει ... ἐδόκει ἄν)。
