- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:271.22-272.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德针对否定矛盾律者(如赫拉克利特派和普罗泰戈拉等人)展开反驳的起点,指出要求证明第一原理是出于缺乏分析学训练的无知谬误。
" Εἰσὶ δέ τινες οἵ, καθάπερ εἴπομεν, αὐτοί τε ἐνδέχεσθαί φασι τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι, καὶ ὑπολαμβάνειν οὕτως." Εἰπὼν βεβαιότατον ἀξίωμα εἶναι τὸ τῆς ἀντιφάσεως, ἐπεὶ ἦσάν τινες οἳ οὐχ οὕτως ἔχειν ἔλεγον (λέγοντες μὲν οὕτως, οὐχ ὑπολαμβάνοντες δὲ οὕτως, ὅτι μηδὲ δυνατὸν τοῦτο, ὡς δέδεικται), ἐπὶ πλέον διὰ τῶν ἑξῆς τὸν πρὸς αὐτοὺς ποιεῖται λόγον. ἦσαν γάρ τινες οἳ οὐκ ἀδύνατον ἔλεγον εἶναι τὸ τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι· εἰ δὲ ἐνδέχεται τὸ αὐτὸ ἅμα εἶναί τε καὶ μὴ εἶναι, δῆλον ὡς καὶ ὑπολαμβάνειν οἷόν τε ἔσται ἅμα τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι· ὃ δοκεῖ δεδεῖχθαι ὂν ἀδύνατον. εἰ γὰρ διὰ τὸ μὴ δύνασθαι τἀναντία ἅμα ὑπάρχειν ἀνῃρεῖτο τὸ καὶ ὑπολαμβάνειν δύνασθαι, εἰ δύναιτο ἅμα ὑπάρχειν τἀναντία, κἂν ὑπολαμβάνειν τις τοῦτο οὕτως ἔχειν δύναιτο ὄν γε ἀληθές. τῆς δὲ δόξης ταύτης φασὶ καὶ Ἡράκλειτόν τινες γεγονέναι, τἀναντία ταὐτὰ ἀλλήλοις εἶναι λέγοντα. λέγοιεν γὰρ ἂν οὕτω λέγοντες καὶ πρὸς τὸ κείμενον τὸ ὅτι τἀναντία ἀδύνατον ἅμα τῷ αὐτῷ ὑπάρχειν, δι’ οὗ δοκεῖ δεδεῖχθαι μὴ οἷόν τε ὂν τὸν αὐτὸν τὸ αὐτὸ ὑπολαμβάνειν εἶναί τε καὶ μὴ εἶναι. χρῶνται δὲ τῷ λόγῳ τούτῳ πολλοὶ καὶ τῶν περὶ φύσεως, ὥσπερ Ἡράκλειτον οἴονταί τινες. ἕπεται δὲ τοῦτο καὶ τοῖς λέγουσιν ἑκάστῳ τὸ φαινόμενον καὶ εἶναι τοιοῦτον, ὧν εἶεν ἂν οἵ τε περὶ Δημόκριτον καὶ Πρωταγόραν. φαίνεται γάρ τισι περὶ τοῦ αὐτοῦ τὰ ἀντικείμενα· εἰ δὲ καὶ ἔστιν ὡς φαίνεται, εἴη ἂν περὶ τὸ αὐτὸ ἅμα τὰ ἐναντία τε καὶ τὰ ἀντικείμενα. ἡμεῖς δὲ νῦν εἰλήφαμεν ὡς ἀδυνάτου ὄντος ἅμα εἶναι καὶ μὴ εἶναι. διὰ τοῦ λαβεῖν ὅτι ἀδύνατον τὸ αὐτὸ ἅμα εἶναι καὶ μὴ εἶναι ὡς ἐναργὲς συνέστησε βεβαιοτάτην καὶ γνωριμωτάτην ἀρχὴν τὴν τῆς ἀντιφάσεως. εἵπετο γὰρ ἀδύνατον ἅμα τἀναντία τῷ αὐτῷ ὑπάρχειν τε καὶ ὑπολαμβάνειν ἅμα τῷ τὸ αὐτὸ εἶναι τε καὶ μὴ εἶναι ἀδύνατον εἶναι·1 ἐναντίαι γὰρ ὑπολήψεις αὗται. ἐπεὶ τοίνυν ἡμεῖς μὲν ἐδείξαμεν διὰ τοῦ τοῦτο λαβεῖν τὸ ἀξίωμα τῆς ἀντιφάσεως ὂν βεβαιότατόν τε καὶ γνωριμώτατον, εἰσὶ δὲ οἷς δοκεῖ δύνασθαι ἅμα εἶναί τε καὶ μὴ εἶναι, ᾧ ἕπεται τὸ καὶ τὴν ἀντίφασιν συναληθεύεσθαι, καὶ ἀξιοῦσι καὶ αὐτὸ τοῦτο ἀποδεικνύναι ἡμᾶς τὸ μὴ δύνασθαι τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, καὶ μὴ ὡς γνώριμον ἤδη αὐτόθεν καὶ ἐναργὲς λαμβάνειν, μέλλων λέγειν πρὸς αὐτοὺς πρῶτόν φησι τοὺς καὶ τοῦτο ἀξιοῦντας αὐτὸ δείκνυσθαι δι’ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν, ὡς εἴρηκεν ἤδη, τοῦτο ἀξιοῦν.2 δέδεικται γὰρ ἐν τοῖς Ἀναλυτικοῖς τίνα τέ εἰσιν ἀποδεικτὰ καὶ τίνα οὔ, καὶ ὅτι ἀναιρεῖται τὰ ἀναπόδεικτα καὶ αὐτόθεν γνώριμα, ἂν εἰς ἄπειρον προΐοι. εἰ δὲ δώσουσιν ἀπόδειξιν εἶναι καὶ εἶναί τινα ἀναπόδεικτα, τίνα πρὸ τούτου τοῦ ἀξιώματος εἶναι μᾶλλον ἀρχὴν ἐροῦσιν οὐ δεομένην ἀποδείξεως, ἀπαιτητέον αὐτούς· οὐ γὰρ ἕξουσιν εἰπεῖν. τὸ δὲ ὥστε μηδὲ οὕτως εἶναι ἀπόδειξιν εἶπεν ἤτοι ὅτι ἀναιρεῖται μὲν ἀπόδειξις καὶ διὰ τοῦ μὴ συγχωρεῖν εἶναί τινα ἐξ αὐτῶν ἀληθῆ τε καὶ πιστά, ἀναιρεῖται δὲ καὶ διὰ τῆς εἰς ἄπειρον προόδου· οὐ γὰρ μόνον ἀναιρεῖ ἀπόδειξιν ὁ ἀναιρῶν αὐτῆς τὰς ἀρχάς, ἀλλὰ καὶ ὁ λέγων πάντα ἀποδεικτὰ εἶναι ἀναιρεῖ ὁμοίως ἀπόδειξιν. ἢ τὸ ὥστε μηδ’ οὕτως εἶπεν ἀντὶ τοῦ ὥστε οὕτω μὴ εἶναι ἀπόδειξιν
“然而有些人正如我们所说,自己主张同一事物既可能存在又可能不存在,并且可能如此认为。” 在说明了关于矛盾命题的公理是最确定之后,由于有人声称情况并非如此(他们虽这样说,却并未这样认为,因为正如已经证明的那样,这甚至是不可能的),他在接下来的篇幅中针对他们展开了更详尽的论述。因为确有些人声称同一事物既存在又不存在并非不可能;但若同一事物被允许同时既存在又不存在,显而易见,同时认为同一事物既存在又不存在也将成为可能;而这似乎已被证明是不可能的。因为若是由于相反者不能同时属于同一事物,从而排除了能够如此认为的可能性,那么如果相反者能够同时属于,人们也就能够认为这确实如此,既然这已属实。有些人说赫拉克利特也持这种观点,他主张相反者彼此同一。因为他们这样说,也就是在反驳“相反者不可能同时属于同一事物”这一设定命题,而正是通过这一设定命题,似乎已经证明了同一个人不可能认为同一事物既存在又不存在。许多自然哲学家也采用了这一论点,正如有些人对赫拉克利特的看法那样。这也同样适用于那些主张对每个人显现的事物即是其实际所是的人,其中当包括德谟克利特和普罗泰戈拉的追随者。因为在某些人看来,关于同一事物会显现出对立的性质;如果事实真如显现的那样,那么关于同一事物就会同时存在相反者和对立者。但我们现在已设定同时存在又不存在是不可能的。通过将同一事物不可能同时存在又不存在作为自明之理加以采纳,他将关于矛盾命题的始原确立为最确定且最熟知的。因为相反者不可能同时属于同一事物且不可能同时如此认为,正是从同一事物不可能既存在又不存在中推导出来的;因为这些认定是相互相反的。因此,既然我们通过采纳这一前提证明了矛盾公理是最确定且最熟知的,却有人认为能够同时既存在又不存在,由此推导出矛盾命题也同时为真,并且他们还要求我们证明同一事物不能既存在又不存在这一事实本身,而不是直接将其视为自明而显豁的,那么在准备针对他们发言时,他首先指出,那些要求证明这一点本身的人,正如他已经说过的那样,完全是出于对分析学的无知才提出这一要求的。因为在《分析篇》中已经证明了哪些事物是可证明的,哪些是不可证明的,以及如果走向无限退行,不可证明且自明的始原就会被取消。但如果他们承认存在证明并且存在某些不可证明之物,我们就必须质问他们,在此公理之前,他们能说出哪一条不需要证明的原则更是始原;因为他们将无言以对。至于他所说的“以致即使如此也没有证明”,要么是指不仅由于不承认某些事物依其自身是真实可信的会导致证明被取消,而且由于无限进行也会导致证明被取消;因为不仅否定其始原的人取消了证明,主张一切事物皆可证明的人同样取消了证明。要么他说“以致即使如此”,是用以替代“以致如此便没有证明”。
- 4.28εἵπετο γὰρ ἀδύνατον ἅμα τἀναντία τῷ αὐτῷ ὑπάρχειν τε καὶ ὑπολαμβάνειν ἅμα τῷ τὸ αὐτὸ εἶναι τε καὶ μὴ εἶναι ἀδύνατον εἶναι
动词 εἵπετο 带与格补足语。在此,带有与格冠词的不定式短语 τῷ τὸ αὐτὸ εἶναι τε καὶ μὴ εἶναι ἀδύνατον εἶναι 作为逻辑依据或前提出现,而前置的不定式短语 ἀδύνατον [εἶναι] ἅμα τἀναντία τῷ αὐτῷ ὑπάρχειν τε καὶ ὑπολαμβάνειν ἅμα 则充当主语,意为后者作为后承从属于前者。
- 4.28μέλλων λέγειν πρὸς αὐτοὺς πρῶτόν φησι τοὺς καὶ τοῦτο ἀξιοῦντας αὐτὸ δείκνυσθαι δι’ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν, ὡς εἴρηκεν ἤδη, τοῦτο ἀξιοῦν
在由主动词 φησί 统辖的带宾格的不定式结构中,充当逻辑主语的宾格分词短语 τοὺς καὶ τοῦτο ἀξιοῦντας αὐτὸ δείκνυσθαι 与位于末尾的不定式 τοῦτο ἀξιοῦν 被表示原因的介词短语 δι’ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν 以及插入句 ὡς εἴρηκεν ἤδη 隔开,构成明显的倒装离隔结构(hyperbaton)。
