← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§270.17-271.21

矛盾律的确定性与一切公理的终极始原

亚历山大注释了亚里士多德的论证过程:依据相反者不可能同时属于同一事物这一自明前提,任何人都不可能同时持有相互矛盾的意见,由此确立了矛盾律作为一切公理的终极始原。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.27#2

λαβὼν ὅτι ἀδύνατον τῷ αὐτῷ ἅμα ὑπάρχειν τἀναντία, ὡς ἐναργεῖ τούτῳ χρώμενος δείκνυσιν ὅτι μὴ οἷόν τέ τινα ὑπολαβεῖν ἅμα συναληθεύεσθαι τὴν ἀντίφασιν· αἱ γὰρ δόξαι καὶ αἱ ὑπολήψεις, ἥ τε περὶ τοῦ τόδε ὑπάρχειν καὶ περὶ τοῦ τὸ αὐτὸ τοῦτο μὴ ὑπάρχειν, ἐναντίαι, τὰ ἐναντία δὲ ἀδύνατον ἅμα τῷ αὐτῷ ὑπάρχειν· ὡς γὰρ ἐναργεῖ καὶ ὁμολογουμένῳ τούτῳ προσχρῆται· ἀδύνατον ἄρα τὰς δόξας τὰς περὶ τοῦ τὸ αὐτὸ ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν ἅμα τῷ αὐτῷ συνυπάρχειν. ὅτι δὲ ἐναντίαι αἱ δόξαι τῆς ἀντιφάσεως, δέδεικται διὰ πλειόνων ἐπὶ τέλει τοῦ Περὶ ἑρμηνείας. εἰπὼν δὲ μὴ ἐνδέχεσθαι ἅμα τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχειν, προσέθηκε τὸ προσδιωρίσθω δὲ ἡμῖν καὶ ταύτῃ τῇ προτάσει τὰ εἰωθότα. ὥσπερ περὶ τῆς ἀντιφάσεως εἰπὼν ἀδύνατον ἅμα τὸ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὑπάρχειν ἅμα καὶ μὴ ὑπάρχειν, εἶπε δεῖν καὶ τὰ ἄλλα προστιθέναι τῷ κατὰ τὸ αὐτό, ἃ προστίθεμεν φυλασσόμενοι τὰς ἐπιπλοκάς τε καὶ ἐνοχλήσεις τὰς σοφιστικάς, οἳ ὑποδυόμενοι τοῖς τοιούτοις πειρῶνται τὸ ἀξίωμα διαβάλλειν, δεικνύντες τὸ αὐτὸ ὑπάρχον καὶ μὴ ὑπάρχον τῷ αὐτῷ ἢ κατ’ ἄλλο καὶ ἄλλο μέρος ἢ ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ ἢ πρὸς ἄλλο καὶ ἄλλο ἢ ἄλλως καὶ ἄλλως, οὕτω φησὶ καὶ ἐπὶ τοῦ τῶν ἐναντίων διορισμοῦ πάντα δεῖν προστιθέναι· τὰ γὰρ ἐναντία τῷ αὐτῷ ἀδύνατον ὑπάρχειν ἅμα καὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως. εἰ δὲ μηδένα οἷόν τε δοξάζειν ἅμα τὸ αὐτὸ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, φανερώτατον ἀξίωμα εἴη τὸ ἀδύνατον συνυπάρχειν τὴν ἀντίφασιν. τὸ δὲ ἅμα γὰρ ἂν ἔχοι τὰς ἐναντίας δόξας ὁ διεψευσμένος περὶ τούτου ἴσον ἐστὶ τῷ1 ὁ γὰρ ὑπολαμβάνων τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι καὶ περὶ τοῦτο διεψευσμένος, ὡς τὰ μὴ συνυπάρχοντα συνυπάρχειν ἡγεῖσθαι, ἅμα ἂν ἔχοι τὰ ἐναντία· ἐναντία γὰρ ἀλλήλοις αἱ ἐναντίαι δόξαι· τοῦτο δὲ ἀδύνατον ἔκειτο. συλλογισάμενος δὲ καὶ δείξας τὸ αὐτὸ ἐπιφέρει διὸ πάντες οἱ ἀποδεικνύντες εἰς ταύτην ἀνάγουσιν ἐσχάτην δόξαν· φύσει γὰρ ἀρχὴ καὶ τῶν ἄλλων ἀξιωμάτων αὕτη πάντων, λέγων πάντας τοὺς ἀποδεικνύντας ἐπὶ ἐσχάτην ταύτην ἀρχὴν ὡς αὐτόθεν γνώριμον καὶ ἐναργῆ καὶ ἀναμφισβήτητον τὸν λόγον ἀνάγειν· ἡγοῦνται γὰρ οὐκέτι δεῖν αὐτοῖς λόγου οἱ περί τινος συλλογιζόμενοι πρὸς ἀναίρεσιν τοῦ προκειμένου, ἂν δείξωσιν ἑπόμενον τῷ πρὸς αὐτῶν ἀναιρουμένῳ τὸ συναληθεύεσθαι τὴν ἀντίφασιν. τῶν δὲ ἀξιωμάτων πάντων ταύτην εἶπεν ἀρχὴν εἶναι οὐκ ἀποδεικτικήν (οὐδὲ γὰρ δεῖται ἀποδείξεως τὰ ἀξιώματα· οὐ γὰρ ἄν ἔτι ἀξιώματα εἶεν οὐδὲ ἀρχαί), ἀλλ’ ὅτι πολλάκις εἰς σύστασιν αὐτῶν καὶ πίστιν τούτῳ προσχρώμεθα. συνιστάντες γὰρ ὅτι τὰ τῷ αὐτῷ ὅμοια καὶ ἀλλήλοις ἐστὶν ὅμοια, λαμβάνομεν, εἰ γὰρ μὴ τοῦτο, οὐχ ὅμοια ἀλλήλοις ἔσται· εἰ δὲ μὴ ἀλλήλοις ὅμοια, οὐδ’ ἂν ἑνί τινι τῷ αὐτῷ ὅμοια εἴη, ἀλλὰ παραλλάσσοι ἂν αὐτοῦ, καθὸ καὶ ἀλλήλων· ἔκειτο δὲ ὅμοια εἶναι. τὰ αὐτὰ ἄρα ἅμα τῷ αὐτῷ ὅμοιά τε καὶ οὐχ ὅμοια· ἐφ’ ᾧ ὡς εἰς ἀδύνατον φανερὸν ἀγαγόντες τὸν λόγον2 ἡγούμεθα βεβοηθηκέναι εἰς σύστασιν τῷ ἀξιώματι τῷ λέγοντι τὰ τῷ αὐτῷ ὅμοια καὶ ἀλλήλοις εἶναι ὅμοια.

在假定相反者不可能同时属于同一事物之后,他以此作为自明的前提,证明了任何人都不可能认为矛盾命题同时为真。因为各种意见与确信——关于某物属于的意见与关于这同一事物不属于的意见——是相反的,而相反者是不可能同时属于同一事物的;因为他正是将此作为自明且无可争议的事实加以利用的;因此,关于同一事物既属于又不属于的各种意见,不可能同时共存于同一个人身上。而矛盾命题的诸意见是相反的,这一点在《解释篇》末尾已通过诸多论述予以证明。在说明了相反者不可能同时属于同一事物之后,他补充道:“让我们对这个命题也追加规定惯常的诸条件。”正如在论及矛盾时——同一事物在同一方面不可能同时既属于又不属于同一事物——他说必须在“在同一方面”之外追加我们为防范诡辩的纠缠与扰乱而追加的其余条件一样(诡辩者正是潜入这些漏洞,企图通过指出同一事物在不同部分、不同时间、相对于不同事物或以不同方式既属于又不属于同一事物,来诋毁这一公理),他说在界定相反者时同样必须追加所有这些条件;因为相反者不可能同时、在同一方面且以同样方式属于同一事物。另一方面,如果任何人都不可能同时认为同一事物既属于又不属于,那么最明晰的公理就应当是矛盾不可能共存这一条。而所谓“因为在这点上受欺骗的人将同时持有相反的意见”,等于是在说:“因为认为同一事物既是又不是且在这点上受欺骗的人,既然认定本不共存之物共存,就会同时具有相反者;因为相反的诸意见彼此相反;但这此前已被设定为不可能。”在完成推论并证明了这一点之后,他接着补充道:“因此,所有进行证明的人都归结到这一终极意见;因为这在本质上也是所有其他公理的始原”,他的意思是说,所有进行证明的人都将论证归结到这一终极始原,视其为当下自知、明晰且无可争辩的。因为就某事进行推论以反驳当前论题的人认为,如果他们能够表明从被他们反驳的前提出发将必然得出矛盾命题同时为真,他们就无需进一步的论述了。他指出这是所有公理的始原,并不是说它是论证性的始原(因为公理根本不需要论证;若需要论证,它们就既不再是公理也不再是始原了),而是因为我们为了确立公理自身以及增强确信,常常追加使用这一始原。因为在确立“与同一事物相似之物彼此也相似”这一命题时,我们设定:如果不成立,它们彼此就不相似;但如果它们彼此不相似,它们也就不会与同一事物相似,而会与它有所差异,恰如它们彼此有所差异一样;但此前已设定它们是相似的。因此,同样的事物将同时既与同一事物相似又不相似;基于此,在将论证引至显而易见的不可能之后,我们便认为已经有助于确立了那条主张“与同一事物相似之物彼此也相似”的公理。

语法注2 条
  1. 4.27τὸ δὲ ἅμα γὰρ ἂν ἔχοι τὰς ἐναντίας δόξας ὁ διεψευσμένος περὶ τούτου ἴσον ἐστὶ τῷ

    中性单数定冠词 τὸ 将引自亚里士多德原文的整个引语(ἅμα γὰρ ἂν ἔχοι τὰς ἐναντίας δόξας ὁ διεψευσμένος περὶ τούτου)实质化为名词短语作主语。谓语为 ἴσον ἐστί,而随后的与格冠词 τῷ 则将后面的解释性重述统摄为一个从句实体。

  2. 4.27ἐφ’ ᾧ ὡς εἰς ἀδύνατον φανερὸν ἀγαγόντες τὸν λόγον

    前置词短语 ἐφ’ ᾧ 中的关系代词 ᾧ 指代紧接在前推导出的荒谬结论(同一事物同时既相似又不相似),意为“在此基础上”或“以此为依据”。分词 ἀγαγόντες 相对于主要动词 ἡγούμεθα 作时间或方式分词(“在将论证引向显而易见的不可能之后”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:270.17-271.21