← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§269.18-270.17

矛盾律的表述限定与对赫拉克利特的驳斥

亚历山大注释了亚里士多德将矛盾律表述为最确定始原(1005b17)的文段,阐明其非假设性与不可受欺骗性,梳理其在《辨谬篇》中的限定条件,辨析口头言说与实际信念之别以反驳关于赫拉克利特的看法,并引入根据相反者不可同属同一事物而展开的推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.27#1

" Ὅτι μὲν οὖν ἡ τοιαύτη πασῶν βεβαιοτάτη ἀρχή." Ἡ τοιαύτη περὶ ἣν οὐκ ἔστι διαψευσθῆναι, τοιαύτη δὲ ἥ τε γνωριμωτάτη καὶ ἀνυπόθετος. εἰπὼν δὲ οἵαν εἶναι δεῖ τὴν βεβαιοτάτην ἀρχήν, ἑξῆς λέγει τίς ἐστιν ἡ τοιαύτη, δηλονότι γνωριμωτάτη τε καὶ ἀνυπόθετος, καί φησιν εἶναι ταύτην τὴν τῆς ἀντιφάσεως· τὸ γὰρ αὐτὸ ἅμα ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ἀδύνατον· καὶ ὅσα ἄλλα, φησί, προσδιωρισάμεθα, ἔστω προσδιωρισμένα πρὸς τὰς λογικὰς δυσχερείας. ἔστι δὲ ταῦτα ἐξ ὧν ἡ ἀντίφασις εἰδοποιεῖται, ἃ εἶπεν ἐν Σοφιστικοῖς ἐλέγχοις. λέγει δὲ ἐν ἐκείνοις ἀντίφασιν εἶναι τὴν τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος, ἢ εἰ καὶ ὀνόματος, μήτε ὁμωνύμου μήτε συνωνύμου, ἀλλὰ τοῦ αὐτοῦ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. ὃ δὲ εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας λέγων περὶ ἀντιφάσεως, “καὶ ὅσα ἄλλα προσδιοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις,” τοῦτο νῦν εἴρηκε πρὸς τὰς λογικὰς δυσχερείας. ταύτην δέ φησι βεβαιοτάτην πασῶν εἶναι τῶν ἀρχῶν, καὶ δι’ ὃ λέγει· ἔχει γάρ, φησί, τὸν εἰρημένον διορισμόν. τίς δὲ ἦν οὗτος; ἔκειτο εἶναι βεβαιοτάτη ἀρχὴ περὶ ἣν διαψευσθῆναι ἀδύνατον ὁντινοῦν, αὐτὴν δὲ τοιαύτην δείκνυσιν· ἀδύνατον γὰρ ὁντινοῦν, τουτέστιν ἀδύνατον γὰρ ὅλως τινά, ταὐτὸν ὑπολαμβάνειν εἶναι καὶ μὴ εἶναι καὶ περὶ τοῦτο διαψευσθῆναι· ὡς γὰρ ἀδύνατον τὸ αὐτὸ ἅμα ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν, οὕτως ἀδύνατον καὶ διαψευσθῆναι περὶ τοῦτο, ὥστε ταὐτὸν ὑπολαμβάνειν τινὰ εἶναι καὶ μὴ εἶναι· τοῦτο γάρ ἐστι τὸ ὁντινοῦν ὑπολαμβάνειν εἶναί τε καὶ μὴ εἶναι ἀδύνατον. [ἂν εἴη διαψευσθῆναι περὶ τοῦτο.] ὅτι δὲ ἀδύνατον ὑπολαμβάνειν τινὰ ἅμα τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, καθάπερ τινὲς οἴονται λέγειν Ἡράκλειτον, πειρᾶται διὰ τῶν ἑξῆς δεικνύναι. οὐ γάρ ἐστιν ἀναγκαῖον πάντως ἃ λέγει τις, καὶ ὑπολαμβάνειν ταῦτα αὐτόν·1 ὥστε κἂν τοῦτο ᾖ ὑπὸ Ἡρακλείτου λεγόμενον, ὡς οἴονταί τινες, οὐκ ἀναγκαῖον, εἰ λέγει τοῦτο, ἤδη καὶ ὑπολαμβάνειν αὐτόν. οὐ γὰρ πάντα ἃ λέγομεν, καὶ δοξάζομεν οὕτως ἔχειν· τὴν γοῦν ἀντίφασιν ὑπάρχειν μὲν εἰπεῖν τῷ αὐτῷ ῥᾴδιον καὶ παντός, οὐ μὴν καὶ δοξάσαι δυνατὸν οὕτως ἔχειν, ὥσπερ καὶ ἡμέρας οὔσης ὁρῶντα εἰπεῖν ὅτι νύξ ἐστι ῥᾴδιον, οὐ μὴν καὶ δοξάζειν οὕτως οἷόν τε. ὅτι δὲ ἀδύνατον τὸ αὐτὸ ὑπολαμβάνειν εἶναί τε καὶ μὴ εἶναι, ὅ ἐστι κατασκευαστικὸν τοῦ φανερωτάτην ἀρχὴν εἶναι τὸ μὴ συναληθεύεσθαι τὴν ἀντίφασιν διὰ τὸ μὴ δύνασθαι περὶ αὐτὴν διαψεύσασθαι, οὕτω συλλογίζεται. εἰ δὲ μὴ ἐνδέχεται ἅμα ὑπάρχειν τῷ αὐτῷ. ὁ δὲ ἐκ περισσοῦ δοκεῖ προσκεῖσθαι·2 ἔστι γὰρ εἰ μὴ ἐνδέχεται ἅμα τῷ αὐτῷ ὑπάρχειν τἀναντία. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον.

“因此,这样一种始原是一切始原中最确定的[是显然的]。” “这样一种”是指在其上不可能受欺骗的始原,而这样一种始原既是最为人所知的,又是非假设性的。在说明了最确定的始原应当具有何种性质之后,他接着陈述了这样一种始原究竟是什么——显然即是最为人所知且非假设性的始原——并指出这就是关于矛盾的始原;因为同一事物不可能在同一时间且在同一方面既属于又不属于同一事物;“而凡是我们追加规定的其他条件,”他说,“就当作是针对逻辑上的困难追加规定的。”这些条件正是使矛盾得以特定化的规定,是他曾在《辨谬篇》中所陈述的。他在该书中指出,矛盾是关于同一且唯一之物的,不是关于名称而是关于实事的,或者即便关于名称,亦既非同名异义亦非同义,而是在同一方面、相对于同一事物、以同样方式且在同一时间关于同一事物的。而他在《解释篇》中谈及矛盾时所说的“凡是我们针对诡辩的纠缠所追加规定的其他条件”,现在则表述为“针对逻辑上的困难”。并且他指出这是诸始原中最确定的一条,并说明了理由:他说,因为它具备了前述的规定。而这一规定是什么呢?此前已设定:凡不可能使任何人在其上受欺骗的始原即是最确定的,而他证明了该始原正是这种性质的;因为任何人——亦即总括而言的任何人——都不可能认为同一事物既是又不是,并在这点上受欺骗。因为正如同一事物不可能同时既属于又不属于一样,同样在这点上受欺骗、以至于有人认为同一事物既是又不是也是不可能的;因为所谓不可能有任何人认为它既是又不是,意思正是如此[在这点上受欺骗是不可能的]。至于不可能有人同时认为同一事物既是又不是——正如某些人以为赫拉克利特所言的那样——他试图通过接下来的论述予以证明。因为绝非必然是:凡一个人所说出的,他也必然在心底如此认为;以至于即便正如某些人所认为的那样赫拉克利特说了这话,如果他说了这话,也并不必然意味着他自己已经如此认为了。因为我们所说的一切,我们并不都同样持有其如此的意见;至少,口头上说矛盾属于同一事物是容易的,也是任何人都能做到的,但持有其如此的意见却绝非可能,正如在大白天看见时口头上说“现在是夜里”很容易,但持有这样的意见却是不可能的。至于不可能认为同一事物既是又不是——这构成了将矛盾不可同真由于不能在其上受欺骗而确立为最明晰始原的论证基础——他是这样进行推论的:“而如果不可能同时属于同一事物”。此处的连接词“而(δέ)”似乎是赘加的;因为其意乃是“如果相反者不可能同时属于同一事物”。而所言之义如下。

语法注2 条
  1. 4.27οὐ γάρ ἐστιν ἀναγκαῖον πάντως ἃ λέγει τις, καὶ ὑπολαμβάνειν ταῦτα αὐτόν

    非人称表达 οὐ γάρ ἐστιν ἀναγκαῖον 支配一个充当真正主语的带对格的不定式结构(主语对格 αὐτόν,谓词不定式 ὑπολαμβάνειν)。不定式前面的 καί 为副词性/添加性用法,用于在与关系从句 ἃ λέγει τις 的对照中强调谓词动作(“不仅说出,而且[实际上也]如此认为”)。

  2. 4.27ὁ δὲ ἐκ περισσοῦ δοκεῖ προσκεῖσθαι

    针对亚里士多德引文 εἰ δὲ μὴ ἐνδέχεται ἅμα ὑπάρχειν τῷ αὐτῷ(1005b26)中的连接小词 δέ 所作的句法校勘注释。亚历山大指出此处的 δέ 是赘余的(pleonastic),从句结构在逻辑上只需直接作 εἰ μὴ ἐνδέχεται...(“如果不允许……”)理解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:269.18-270.17