← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§25.11-27.12

神话学者的水原理与早期自然哲学家学说

亚历山大形式化地分析了将神话学者解释为以水为原理的三段论,随后考察了关于泰勒斯传述的性质、希彭因思想浅薄及无神论而被排除在哲学家之外的缘由,并概述了主张气、火以及四元素的其他自然学者的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19

" Τιμιώτατον μὲν γὰρ τὸ πρεσβύτατον, ὅρκος δὲ τὸ τιμιώτατον." Ὃ βούλεται μὲν συνάγειν ἔστιν ὅτι οἱ τὸν τῶν θεῶν ὅρκον ὕδωρ ὑποθέμενοι παραπλησίως Θαλῇ ἀρχὴν τῶν ὄντων τὸ ὕδωρ ὑποτίθενται. διὰ τοιούτου δὲ συλλογισμοῦ τοῦτο λαμβάνομεν. τὸ τιμιώτατον καὶ πρεσβύτατον δηλονότι καὶ ἀρχή· ὅρκος δὲ τὸ τιμιώτατον· ὃ γὰρ ὄμνυμεν, ὡς τιμιώτατον ὄμνυμεν· ὁ ὅρκος ἄρα πρεσβύτατόν ἐστι καὶ ἀρχή. τοῦτο δὲ ἦν ὕδωρ· ἡ γὰρ Στὺξ τὸ ὕδωρ κατ’ αὐτούς. δόξει δὲ ἐπὶ τῇ λέξει ἐν δευτέρῳ σχήματι δύο λαμβάνειν καταφατικὰς προτάσεις,1 τῷ μὴ εἰπεῖν τὸ τιμιώτατον πρεσβύτατον, ἀλλὰ τιμιώτατον τὸ πρεσβύτατον, ὃ ἴσον φαίνεται τῷ τιμιώτατον πρεσβύτατον. οὕτω δὲ ἐχούσης τῆς προτάσεως γίνεται τὸ δεύτερον σχῆμα, τοῦ μὲν ὅρου τοῦ τιμιωτάτου ἐν ἀμφοτέραις ταῖς προτάσεσι κατηγορουμένου καταφατικῶς, ὅπερ ἐστὶν ἀσυλλόγιστον. οὐ μὴν οὕτως ἔχει, ἀλλ’ ἔστιν ὁ λόγος ἐν τῷ πρώτῳ σχήματι, καὶ τὸ τιμιώτατον κατηγορεῖται μὲν τοῦ ὅρκου, ὑπόκειται δὲ τῷ πρεσβύτατον. οὕτως δὲ εἶπεν ὡς ἀντιστρεφόντων τοῦ πρεσβυτάτου τε καὶ τῆς ἀρχῆς πρὸς τὸ τιμιώτατον. καὶ ἔστιν ἴσον τὸ εἰρημένον τῷ τὸ μὲν γὰρ τιμιώτατον πρεσβύτατον· ὅτι γὰρ ὡς τούτῳ ἴσον τοῦτο εἶπεν, ἐδήλωσεν ἐπενεγκὼν ὅρκος δὲ τὸ τιμιώτατον, τηρήσας τῷ τιμιωτάτῳ τοῦτο.

“因为最受尊崇的是最古老的,而誓言是最受尊崇的。” 他所意图推导出的结论是:那些将诸神的誓言设定为水的人,与泰勒斯类似,也将水设定为存在者的原理。我们通过这样一种三段论来获得这一结论:最受尊崇者显然既是最古老的也是原理;而誓言是最受尊崇的(因为凡我们所指着发誓的,我们都视之为最受尊崇者而指着发誓);所以誓言是最古老的且是原理。而这[誓言]曾是水(因为在他们看来斯堤克斯就是水)。然而单就文句而言,他似乎在第二格中取了两个肯定前提,因为他没有说“最受尊崇的是最古老的”,而是说“最受尊崇的是最古老者”,这似乎等同于“最古老的是最受尊崇的”。但若是前提如此构成,就会形成第二格,“最受尊崇的”这一词项在两个前提中都被肯定地断述,这是无法得出推论的。然而事实并非如此,该论证实则处于第一格中,“最受尊崇的”是对誓言加以断述,而相对于“最古老的”则充当主项。他之所以这样表述,乃是把最古老者及原理视作与最受尊崇者可以换位。所说的话等同于“因为最受尊崇的是最古老的”;因为他表明了自己是将此句作为与彼句等同而说的,这通过他接着补充“而誓言是最受尊崇的”,并将这[冠词]保留给“最受尊崇的”显明出来。

§1.20

"Εἰ μὲν οὖν ἀρχαία τις αὕτη." Ὡς ἀδήλου τούτου, εἴτε οἱ πρῶτοι θεολόγοι ταύτης ἦσαν τῆς δόξης εἴτε μή, ταῦτα λέγει· οὐ γὰρ ἄντικρυς τοῦτο ἔλεγον, ἀλλὰ πειρῶνταί τινες διὰ συλλογισμοῦ δεικνύναι. εἰ δὲ καὶ συνελογίζοντο δύο καταφάσεις ἐν δευτέρῳ σχήματι λαμβάνοντες, ὡς δοκεῖ ἔχειν ὁ εἰρημένος λόγος, ἔτι ἀδηλότερον.

“因此,如果这[见解]是某种古老的〔见解〕。” 由于最初的神学家们是否持有这一观点是不明确的,他才说了这些话;因为他们并没有直截了当地这样说,而是一些人试图通过三段论来证明。如果他们甚至像上述论证似乎表现的那样,在第二格中取两个肯定前提来进行推论,那就更加不明确了。

§1.21

"Θαλῆς μέντοι λέγεται οὕτως ἀποφήνασθαι περὶ τῆς πρώτης αἰτίας." Εἰκότως τὸ λέγεται οὕτως ἀποφήνασθαι· οὐδὲν γὰρ προφέρεται αὐτοῦ σύγγραμμα, ἐξ οὗ τις τὸ βέβαιον ἕξει τοῦ ταῦτα λέγεσθαι τοῦτον τὸν τρόπον ὑπ’ αὐτοῦ.

“然而据说泰勒斯是这样就第一原因作出表明的。” “据说这样表明”说得很妥当;因为没有拿出他的任何著作,使人可以从中确定这些话确实是由他以这种方式说出的。

§1.22

"Ἵππωνα δ’ οὖν οὐκ ἄν τις ἀξιώσειε θεῖναι μετὰ τούτων διὰ τὴν εὐτέλειαν αὐτοῦ τῆς διανοίας." Ἵππωνα ἱστοροῦσιν ἀρχὴν ἁπλῶς τὸ ὑγρὸν ἀδιορίστως ὑποθέσθαι, οὐ διασαφήσαντα πότερον ὕδωρ, ὡς Θαλῆς, ἢ ἀήρ, ὡς Ἀναξιμένης καὶ Διογένης. διὸ καὶ παραιτεῖται αὐτοῦ τὴν δόξαν ὡς ἐπιπόλαιον καὶ οὐδὲν διασαφοῦσαν. ἢ οὐχ ὡς ἀδιάρθρωτον αὐτοῦ τὴν δόξαν παραιτεῖται·2 οὐ γὰρ εἶπε διὰ τὴν εὐτέλειαν αὐτοῦ τῆς δόξης, ἀλλ’ ὡς οὐκ ὀφείλοντα ἐν τοῖς φιλοσόφοις ἐγκαταριθμεῖσθαι διὰ τὴν τῆς διανοίας εὐτέλειαν. διὰ γὰρ τοῦτο εἶπε τὸ μετὰ τούτων, λέγων τῶν φιλοσόφων. τοῦτο δὲ λέγοι ἂν περὶ αὐτοῦ, ὅτι ἄθεος ἦν· τοιοῦτο γὰρ καὶ τὸ ἐπὶ τοῦ τάφου αὐτοῦ ἐπίγραμμα Ἵππωνος τόδε σῆμα, τὸν ἀθανάτοισι θεοῖσιν ἶσον ἐποίησεν μοῖρα καταφθίμενον. ἑξῆς δὲ λέγει περὶ τῶν τὸν ἀέρα ἀρχὴν εἰπόντων καὶ πρὸ τοῦ ὕδατος τοῦτον θεμένων· οὗτοι δὲ ἦσαν Ἀναξιμένης τε ὁ Μιλήσιος καὶ Διογένης ὁ Ἀπολλωνιάτης. Ἵππασον δὲ τὸν Μεταποντῖνον καὶ Ἡράκλειτον τὸν Ἐφέσιον λέγει πῦρ εἰπεῖν τὴν ἀρχὴν τῶν ὅλων.

“无论如何,由于希彭思想的浅薄,人们不会赞同将他与这些人列在一起。” 人们记述说,希彭未加界定地单单假设潮湿之物为原理,并没有阐明它究竟是像泰勒斯所说的那样是水,还是像阿那克西美尼和狄奥革尼所说的那样是气。因此他[亚里士多德]也摒弃了他的观点,认为它是肤浅且毫无澄明作用的。或者说,他并不是因为其见解不够明确而摒弃之;因为他没有说“由于其见解的浅薄”,而是认为由于其思想的浅薄,他不应被算在哲学家之中。正是为此他说了“与这些人”,意指“哲学家们”。关于他也可以这样说,即他是个无神论者;因为他墓碑上的铭文也是如此:“这是希彭的墓标,当他死去时,命运使他与不朽的诸神平等。”接着他谈论了那些将气说成原理并将之置于水之前的人;这些人就是米利都的阿那克西美尼和阿波罗尼亚的狄奥革尼。他又说梅塔庞提翁的希帕索斯和以弗所的赫拉克利特将万物的原理说成是火。

§1.23

"Ἐμπεδοκλῆς δὲ τὰ τέτταρα, πρὸς τοῖς εἰρημένοις γῆν προσθεὶς τέταρτον." Τῶν γὰρ πρὸ αὐτοῦ οἱ μὲν πῦρ, οἱ δὲ ὕδωρ, οἱ δὲ ἀέρα ὑπέθεντο· τούτοις οὖν τοῖς τρισὶ τὴν γῆν Ἐμπεδοκλῆς προσέθηκε τέταρτον.

“而恩培多克勒[设定了]四者,在上述之中添加了土作为第四者。” 因为在他之前的人,有的假设了火,有的假设了水,有的假设了气;因此恩培多克勒在这三者之中添加了土作为第四者。

语法注2 条
  1. 1.19δόξει δὲ ἐπὶ τῇ λέξει ἐν δευτέρῳ σχήματι δύο λαμβάνειν καταφατικὰς προτάσεις

    δόξει 带不定词构成人称句(省略主语“他”或泛指的“某人”,即“[他]似乎在……取了”),后接表示原因的与格冠词不定词短语 τῷ μὴ εἰπεῖν... ἀλλὰ...(“因为没有说……而是说……”)。亚历山大指出了《形而上学》983b32的字面语序及冠词位置(τιμιώτατον μὲν γὰρ τὸ πρεσβύτατον)所带来的逻辑困难:表面上看它在两个前提中都断述了“最受尊崇的”,从而构成了第二格中两个肯定前提这一不可得出推论的无效形式。

  2. 1.22ἢ οὐχ ὡς ἀδιάρθρωτον αὐτοῦ τὴν δόξαν παραιτεῖται

    连词 ἤ 引入了对前一种解释(即认为希彭因学说含混而被摒弃)的修正与替代解说(“或者说……”)。随后的 οὐ γὰρ εἶπε... ἀλλ’ ὡς... 将文本中未出现的说法(“由于其见解的浅薄”)与真实的理由(因其理智的浅薄而不应被列为哲学家)进行了对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:25.11-27.12